← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§132.14-133.32

形相与缺失的对立批判及原理数量的限定

斐洛庞诺考察并批判了将各范畴中单一对立理解为“形相与缺失”的观点,并通过“由一且向一”的关系解释为何实体的原理涵盖一切范畴。随后,他引出亚里士多德证明原理有限且至多为二的第三个论证,并评析了围绕“原理始终持留”这一前提所提出的天体说、先在形相说以及三维广延说等诸家解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.96#4

ταῦτα μὲν οὖν τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἀληθοῦς ἕνεκα λελέχθω, δεῖ δὲ προσεχέστερον μίαν ἐναντίωσιν ἀκούειν καθ’ ἕκαστον γένος, τουτέστι καθ’ ἑκάστην κατηγορίαν, τὴν καθ’ ἣν ἡ ἀποβολὴ καὶ ἡ πρόσληψις τοῦ εἴδους γίνεται, αὕτη δέ ἐστι τὸ εἶδος καὶ ἡ στέρησις, αὕτη δὲ ἂν εἴη ἐν τῇ κατηγορίᾳ τῆς οὐσίας ἡ ἐναντίωσις. τοῦτο δὲ πάλιν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ αὐτὸ διὰ τοῦ αὐτοῦ δεικνύειν, καὶ ζητεῖν μὲν δεῖξαι ὅτι ἡ ἐν τῇ οὐσίᾳ πρώτη ἐναντίωσις τὸ εἶδός ἐστι καὶ ἡ στέρησις, λαμβάνειν δὲ πάλιν ὁμολογούμενον ὅτι ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις ἡ κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν, καὶ διὰ τοῦτο καὶ ἐν τῇ οὐσίᾳ ἡ αὐτὴ ἂν εἴη. δεικνύει δὲ τὸ μίαν εἶναι ἐναντίωσιν ἐν ἑκάστῳ γένει καὶ οὕτως. εἰ ἑκάστου, φησί, τῶν ὄντων εἴτε καθόλου εἴη εἴτε μερικὸν εἷς ἔστιν ὁρισμὸς καὶ οὐκ ἐνδέχεται τοῦ αὐτοῦ δύο εἶναι ὁρισμούς, δῆλον ὅτι ὁ μὲν ὁρισμὸς ποιήσει τὴν γένεσιν ἐκείνου, τὸ δὲ τῷ ὁρισμῷ ἀντικείμενον τὴν φθοράν·1 ὥστε εἰ ἑνὶ ὄντι τῷ ὁρισμῷ ἕν ἐστι καὶ τὸ ἀντικείμενον, ἀνάγκη μίαν εἶναι ἐναντίωσιν περὶ ἕκαστον τῶν πραγμάτων περὶ ἣν ἡ γένεσις γίνεται καὶ ἡ φθορά. οὐ πάντως δὲ ἑκάστην τῶν ἐναντιώσεων δυνατὸν ὀνόματι σημᾶναι, ἀλλ’ ἀρκεῖ τῷ κοινῷ τοῦ εἴδους καὶ [τῷ] τῆς στερήσεως ὀνόματι πάσας καλεῖσθαι. ἀλλὰ καὶ τοῦτο, ὅτι ἕκαστον μὲν τῶν πραγμάτων κατὰ μίαν ἐναντίωσιν τὴν γένεσιν ἔχοι καὶ τὴν φθορὰν δείκνυσιν,2 οὐκέτι μέντοι ὅτι τὰ ὑπὸ τὸ γένος πάντα εἴδη, οἷον τὰ τέσσαρα εἴδη τῆς ποιότητος, ὑπό τινα κοινοτάτην ἐναντίωσιν ἀνάγονται προσεχῶς ὑπὸ τὴν ποιότητα οὖσαν, ὅπερ βούλεται τὸ ἐν ἑκάστῳ γένει μίαν εἶναι ἐναντίωσιν· τὸ γὰρ εἶδος καὶ ἡ στέρησις ὁμωνύμως πάσης ἐναντιώσεως κατηγοροῦνται. Τρίτον ἦν τῶν ζητουμένων, πῶς εὑρηκὼς τὰς τῆς οὐσίας ἀρχὰς ἔχειν οἴεται πάντων τὰς ἀρχὰς καὶ τῶν λοιπῶν κατηγοριῶν. φασὶν οὖν οἱ ἐξηγηταὶ ὅτι ὥσπερ τὸ ὂν πρώτως μὲν ἐφήκει τῇ οὐσίᾳ, διὰ δὲ τὴν οὐσίαν καὶ ταῖς λοιπαῖς κατηγορίαις (ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσιν), οὕτως καὶ τὸ εἶδος καὶ ἡ στέρησις κυρίως μὲν ἐν τῇ οὐσίᾳ ὑπάρχει, δι’ αὐτὴν δὲ καὶ ἐν ταῖς λοιπαῖς κατηγορίαις. ὥστε εἰ ἐφήκει ἀπὸ τῆς οὐσίας ἐπὶ τὰ λοιπὰ γένη τὸ εἶδος καὶ ἡ στέρησις κατὰ τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, εἰκότως εὑρηκὼς τὰς τῆς οὐσίας ἀρχὰς τὰς πάντων ἂν ἔχοι. ταῦτα δὲ σύμφωνα ἂν εἴη τοῖς ἐν προοιμίοις εἰρημένοις, ὅτι δεῖ ἀπὸ τῶν κοινοτέρων καὶ συγκεχυμένων ἄρξασθαι· τὸ γὰρ δεῖξαι ὅτι τὸ εἶδος καὶ ἡ στέρησις ἤδη καὶ πάντων εἰσὶν ἀρχαί, τὰ κοινά ἐστι καὶ συγκεχυμένα δεῖξαι, κοινὰ μὲν ὡς πᾶσιν ἐφαρμόζοντα, συγκεχυμένα δὲ ὡς μηδὲν ἴδιον περὶ τῆς ἰδικῆς ἑκάστου ἀρχῆς σημαίνοντα. ἔστι δὲ καὶ τῇ φύσει ὕστερον ὡς κοινότερον καὶ ἐκ τῶν καθ’ ἕκαστα συνειλεγμένον. Ἐπὶ τούτοις τρίτον τίθησιν ἐπιχείρημα ὁ Ἀριστοτέλης δεικνὺς ὅτι οὐκ εἰσὶν ἄπειροι αἱ ἀρχαί, ἔστι δὲ τοῦτο. εἰ ἐστί, φησίν, ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ τὰς ἀρχὰς ἀεὶ δεῖ μένειν, ἀνάγκη πᾶσα μὴ μόνον πεπερασμένας εἶναι τὰς ἀρχάς, ἀλλὰ μηδὲ πλείους δυοῖν· ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα.3 ζητοῦμεν δὲ ἐν τῷ συλλογισμῷ τούτῳ πρῶτον μὲν τί ποτέ ἐστι τὸ ἀεὶ μένειν τὰς ἀρχάς, ἔπειτα πῶς ἀληθεύσει τὸ συνημμένον. οἱ μὲν οὖν ἐνόμισαν ἀρχὰς αὐτὸν λέγειν τὰ οὐράνια, ταῦτα δὲ ἀΐδια εἶναι· ἀλλ’ οὐ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐστὶν ὁ λόγος ἐνταῦθα, ἀλλὰ περὶ τοῦ εἰδικοῦ, ὥστε οὐ περὶ τῶν οὐρανίων φησίν. ἕτεροι δέ φασιν ἀρχὰς αὐτὸν λέγειν τὰ πρὸ τῶν πολλῶν εἴδη· τούτων γάρ, φασίν, ἀεὶ μενόντων, οὕτως τὰ ἐνταῦθα γίνονται. ἀλλ’ οὐδὲ τοῦτο ἀληθές· πρῶτον μὲν γὰρ οὐδὲ βούλεται εἶναι τὰ πρὸ τῶν πολλῶν εἴδη ὁ Ἀριστοτέλης, ἔπειτα περὶ ἀρχῶν φησιν ἐναντίων καὶ ποιητικῶν καὶ παθητικῶν εἰς ἀλλήλας, καὶ τῇ ἑαυτῶν παρουσίᾳ καὶ ἀπουσίᾳ ποιούντων τὴν γένεσιν καὶ τὴν φθοράν, οὐ τοιαῦτα δ’ ἐστὶ τὰ πρὸ τῶν πολλῶν. ἄλλοι φασὶ τὸ τριχῇ διαστατὸν λέγειν αὐτόν· τοῦτο γὰρ ἀεὶ μένειν διὰ τὸ ἀμετάβλητον εἶναι.

因此,姑且算作这些话是为了说服力而非为了真理而说的;但我们应当更严格地把每一个属、即每一个范畴中的单一对立理解为凭借它而产生形相的脱落与获得的对立,而这就是形相与缺失,并且这也就是实体范畴中的对立。然而,这又无非是以同样的东西证明同样的东西:既试图证明实体中最原初的对立是形相与缺失,又重新把每一个属中都存在着依形相与缺失而立的单一对立作为公认的前提,并因此认为在实体中也是同样的对立。他还通过如下方式证明在每个属中存在着单一对立:他说,如果对于每一个存在物来说,无论它是普遍的还是个别的,定义只有一个,并且同一事物不可能有两个定义,那么显而易见的是,定义将产生该事物的生成,而与定义相对立的东西将产生其灭亡;因此,如果定义是一,与之相对立的也是一,那么关于每一事物,其生成与灭亡在其周围产生的对立必然是一。并非在任何情况下都能用专名来表示每一种对立,但用“形相”与“缺失”这共通的名称来称呼所有的对立就足够了。然而,这一论证也仅仅表明事物的每一项都是按照单一对立而具有生成与灭亡,却不再能表明属之下的所有种(例如质的四种种)都归于直接在质之下的某种最普遍的对立之下——而这正是“在每个属中存在着单一对立”所意图说明的;因为形相与缺失是对一切对立同名异义地述说的。 所探求的问题中的第三个是:既然他发现了实体的原理,他何以认为自己掌握了一切事物的原理以及其余范畴的原理?于是注解家们说,正如“存在”首先临及实体,但通过实体也临及其余范畴(因为它们在实体中具有存在),形相与缺失也是本原性地存在于实体中,而通过实体也存在于其余范畴中。因此,如果形相与缺失按照“由一且向一”的关系从实体延伸至其余各属,那么他发现了实体的原理,便理所当然地掌握了一切事物的原理。这些说法也将与在序论中所谈到的一致,即应当从较普遍且混然的事物开始;因为表明形相与缺失已经是所有事物的原理,就是表明共通且混然的事物:之所以共通,是因为适用于一切事物;之所以混然,是因为并不指示关于每一个别的特有原理的任何固有特质。按照自然本性,这也是在后的,因其更普遍并且是从各个别事物中汇集起来的。 在这些之外,亚里士多德提出了第三个论证,证明原理不是无限的,即:他说,如果有些相反者先于另一些相反者,并且原理必须始终持留,那么不仅原理是有限的,而且不超过两个,就是完全必然的;然而前者成立,因此后者也成立。但是,在这个三段论中,我们首先探求“原理始终持留”到底是什么意思,其次探求这一假言前提如何为真。有些人认为他所说的原理是指天体,并且天体是永恒的;但这里的论述不是关于作因的,而是关于形式因的,因此他说的并不是天体。另一些人则说他所说的原理是指在多之先的形相(理念);因为他们说,在这些形相始终持留的情况下,此地的事物才得以如此生成。但这也并非真实;因为首先,亚里士多德根本不主张在多之先的形相存在;其次,他谈论的是彼此相互作用与受动的相反原理,它们凭借自身的在场与不在场造成生成与灭亡,而在多之先的形相并不是这样的。还有人说他指的是三维展开的广延物;因为这由于其不可变化性而始终持留。

语法注3 条
  1. 1.96καὶ ποιητικῶν καὶ παθητικῶν εἰς ἀλλήλας, καὶ τῇ ἑαυτῶν παρουσίᾳ καὶ ἀπουσίᾳ ποιούντων τὴν γένεσιν καὶ τὴν φθοράν

    分词 ποιούντων 呈现为阳性/中性属格复数形式,与前接的阴性名词 ἀρχῶν 在文法性上形成按意义一致的破格构式(constructio ad sensum)。前面的形容词 ποιητικῶν καὶ παθητικῶν(三尾形容词,其属格复数三性同形)在语法上与 ἀρχῶν 一致,但其后的分词则受上下文中作为动因或实体的概念影响,转为阳性/中性属格。

  2. 1.96ἀλλὰ καὶ τοῦτο, ὅτι ἕκαστον μὲν τῶν πραγμάτων κατὰ μίαν ἐναντίωσιν τὴν γένεσιν ἔχοι καὶ τὴν φθορὰν δείκνυσιν

    此处出现了倒置(hyperbaton):主要动词 δείκνυσιν 置于句末,其主语指示代词 τοῦτο 置于句首,而作宾语的 ὅτι 从句紧接其后置于动词之前(其基本骨架为 τοῦτο δείκνυσιν ὅτι...)。

  3. 1.96ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα

    这是假言三段论(肯定前件律,modus ponens)中的程式化表述。在紧接在前的条件句(“若 A 且 B,则必然 C”)中,前件(A 与 B)被称为 τὸ πρῶτον,后件(C)被称为 τὸ δεύτερον。系词被省略,理解为“然而第一者成立,因此第二者亦成立”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:132.14-133.32