← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§130.25-132.14

量与质中最初对立的单一性

斐洛波诺补充说明了“属”是在作为容纳种差与特性的底层基质意义上被使用的,进而论证了在量(分立与连续,或过剩与不足)和质(稀薄与浓厚,以及性质的四种种之归约)的每一个属中最初的对立如何是单一的,并说明其余范畴亦由此被归纳于其下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.96#3

δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι οὐ τὸ γένος1 τὸ κατὰ πλειόνων κατηγορούμενον λέγομεν, ὅτι καὶ τὸ εἰδικώτατον εἶδος εἴποιμ’ ἂν οὕτω γένος· φήσαιμι γὰρ ἂν ἐν ἑνὶ τῷ τῶν ἀνθρώπων γένει εἶναι τὴν κατὰ τὴν ἐπιστήμην καὶ τὴν ἀνεπιστημοσύνην ἐναντίωσιν, ἢ τὴν κατὰ τὴν γνῶσιν καὶ τὴν ἄγνοιαν, οὐδὲν ἄλλο λέγων ἢ ὑποκεῖσθαι τὸν ἄνθρωπον γνώσει καὶ ἀγνωσίᾳ, ἣν καὶ πρώτην ἐναντίωσιν εἴποιμ’ ἄν ὡς ἀνθρώπῳ λογικῷ ὑπάρχειν. τὸ μὲν οὖν τῶν ἀπόρων πρῶτον οὕτως ἡμῖν διῃτήσθω. Δεύτερον δὲ ἦν, πῶς ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις. φημὶ οὖν ὅτι ἐν μὲν τῷ ποσῷ ἤτοι τὸ διωρισμένον καὶ τὸ συνεχές (εἰλήφθω δὲ πάλιν μὴ ὡς εἰς ταῦτα διαιρούμενον τὸ ποσόν, ἀλλ’ ὡς ὑποκείμενον αὐτοῖς ἐν ὕλης λόγῳ), ἤγουν ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις (δύναται γὰρ ὑπὸ μὲν τὴν ὑπεροχὴν τὸ διωρισμένον ἀνάγεσθαι ποσόν, ὑπὸ δὲ τὴν ἔλλειψιν τὸ συνεχές· τὸ γὰρ αὐτὸ μέγεθος ἐὰν διωρισμένον γένηται, ὑπὸ μείζονος ὅλον ὡς ὅλον περιλαμβάνεται τόπου),2 τοῦ δὲ ποιοῦ εἴη ἄν πρωτίστη ἐναντίωσις ἡ κατὰ τὸ μανὸν καὶ πυκνόν. ὅτι μὲν γὰρ αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη ὑπὸ τὴν μανότητα καὶ τὴν πυκνότητα ἀναχθήσονται, πρόδηλον· ὑπὸ γὰρ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ ἀντίθεσιν πᾶσαι αἱ ἄλλαι τελοῦσιν. ἐκ γὰρ τῆς τούτων κράσεως πᾶσαι αἱ ἄλλαι ποιότητες γίνονται, αὗται δὲ προφανῶς ὑπὸ τὴν μανότητα καὶ πυκνότητα τελοῦσιν, ὥστε καὶ αἱ ὑπὸ ταύτας· τὰ γὰρ τέσσαρα στοιχεῖα, ἅτινα ἐκ τῆς συμπλοκῆς τῶν δύο τούτων ἐναντιώσεων γίνονται, προφανῶς πυκνότητι καὶ μανότητι μεταβάλλουσιν εἰς ἄλληλα. δύναμις δὲ καὶ ἀδυναμία, εἰ μὲν ἐπὶ τῶν παθητικῶν ποιοτήτων λέγοιντο, οἷον τὸ δύναμιν ἔχον τοῦ θερμαίνεσθαι ἢ ψύχεσθαι ἢ ξηραίνεσθαι ἢ ὑγραίνεσθαι ἢ κατὰ ἄλλην ποιότητα μεταβάλλειν ἢ ἀδυναμίαν τούτου ἔχειν, πρόδηλον ὅτι καὶ αὗται ὑπὸ μανότητα καὶ πυκνότητα ἀναχθήσονται, ἐπειδὴ καὶ αἷς ὑπάρχουσι ποιότησιν ὑπὸ ταύτας ἀνάγονται· εἰ δὲ ἐπὶ τῶν λογικῶν τῆς ψυχῆς δυνάμεων, οἷον δύναμιν μουσικῆς ἢ ἄλλης τινὸς ἐπιστήμης ἢ ἀδυναμίαν τούτου φημί, ἐπειδὴ ἐν σώματι γενομένη ἡ ψυχὴ ἐκ τῆς πρὸς τὸ σῶμα συμπλοκῆς διαφόρους ἐπιτηδειότητας ἀναδέχεται, τὸ δὲ σῶμα ἐκ τῆς κράσεως τῶν παθητικῶν ποιοτήτων συνέστηκεν, οὕτως ἂν καὶ ἡ κατὰ τὴν δύναμιν καὶ ἀδυναμίαν ποιότης ὑπὸ τὰς παθητικὰς ἀνάγοιτο ποιότητας, αὗται δὲ ἐδείχθησαν ὑπὸ μανότητα καὶ πυκνότητα ἀναγόμεναι. εἰ δὲ καὶ ἐπὶ τῶν ἀλόγων λαμβάνομεν τὴν ἀδυναμίαν (λέγομεν γὰρ τὸν ἵππον ἀδυναμίαν ἔχειν γραμματικῆς), δῆλον ὅτι καὶ ἐνταῦθα οὐκ ἄνευ τῆς τοιᾶσδε κράσεως τῶν παθητικῶν ποιοτήτων ἡ τοιαύτη ἀδυναμία γίνεται· οὐ γὰρ ἡ τυχοῦσα ψυχὴ εἰς τὴν τυχοῦσαν ἐπιλάμπει κρᾶσιν τῶν σωμάτων. διὰ οὖν τὸ μὴ πεφυκέναι εἰς τὴν τοιαύτην κρᾶσιν τῶν σωμάτων τῶν ἀλόγων ἐπιλάμπειν τὴν λογικὴν ψυχήν, ἀδυναμίαν λέγονται ἔχειν τῶν λογικῶν ἐπιστημῶν. ἕξις δὲ καὶ διάθεσις ὁμοίως τῇ δυνάμει καὶ ἀδυναμίᾳ ἀναχθήσονται· καὶ ἡ μὲν ἐπὶ τῶν παθητικῶν ποιοτήτων λεγομένη πρόδηλος, ἡ δὲ ἐπὶ τῆς ψυχικῆς ἕξεως καὶ διαθέσεως τῆς κατὰ τὰς ἐπιστήμας διὰ τὴν ἐκ τῆς δυνάμεως τῆς ψυχῆς ἐπιτηδειότητα * * * μᾶλλον ἢ ἧττον3 ἡ ἕξις γίνεται καὶ ἡ διάθεσις. εἴπομεν δὲ ὅτι τὴν ἐπιτηδειότητα καὶ ἀνεπιτηδειότητα ἐκ τῆς συμπλοκῆς τῆς πρὸς τὸ σῶμα ἔσχεν ἡ ψυχή. τὸ δὲ τέταρτον εἶδος τῆς ποιότητος, τὸ σχῆμα λέγω καὶ ἡ μορφή, οὕτως ἀναχθήσονται ὑπὸ μανότητα καὶ πυκνότητα, τὸ μὲν σχῆμα ὅτι δέδεικται ὅτι τῶν ἰσοπεριμέτρων σχημάτων τὰ πολυγωνότερα πολυχωρητότερα, καὶ διὰ τοῦτο τοῦ γεγωνιωμένου τὸ ἰσοπερίμετρον σφαιρικὸν πολυχωρητότερον (ἀνάξεις οὖν ὑπὸ μὲν μανότητα τὰ σφαιρικὰ σχήματα, ὑπὸ δὲ τὴν πυκνότητα τὸ γεγωνιωμένον, διότι καὶ τὸ αὐτὸ σῶμα μανούμενον μὲν μεῖζον ἔσται, πυκνούμενον δὲ ἔλαττον), ἡ δὲ μορφὴ θέσις τις οὖσα τῶν μορίων καὶ οἱονεὶ διάστασις μάνωσις ἂν εἴη ἐοικυῖα τῇ τεχνητῇ μανώσει τῇ κατὰ διάστασιν τῶν μορίων γινομένῃ, ὡς ἐπὶ τοῦ ἐκτεινομένου ἱμάντος ἔχει ἢ ἐπὶ τοῦ ξαινομένου ἐρίου. οὕτω μὲν οὖν καὶ τὴν μανότητα ὑπὸ μίαν ἐναντίωσιν ἀνάξομεν. ἐπεὶ οὖν αἱ λοιπαὶ κατηγορίαι ἰδίαν ὕπαρξιν οὐκ ἔχουσιν, ἀλλ’ ἐν ταύταις ἔχουσι τὸ εἶναι, δηλονότι τούτων ὑπὸ καθολικωτάτας ἐναντιώσεις ἀναγομένων διὰ τούτων κἀκεῖναι ἀνηγμέναι ἂν εἶεν.

我们所说的不是对多数事物进行述说的属,这一点从以下事实也是显而易见的:按照这种方式,我甚至可以把最具体的种也称为属;因为我可以主张,在人类这单一的属中,存在着依知识与无知而立的对立,或者依认知与不知而立的对立,而我所说的无非是人作为认知与不知的基底,并且我也可以说这一对立首先归属于作为有理性者的人。因此,疑难中的第一个就由我们这样裁决了。 第二个疑难是,在每一个属中如何只有一种对立。于是我说,在量中,要么是分立量与连续量(但量的采纳同样不应作为划分为这些对立的事物,而应作为在质料的地位上作这些对立的基底),要么是过剩与不足(因为分立量可以归于过剩之下,连续量可以归于不足之下;因为同一大小如果变成离散的,整体作为一个整体就会被更大的处所所包涵);而在质中,最原初的对立将是依稀薄与浓厚而立的对立。因为显而易见的是,受动性质和受难将被归入稀薄与浓厚之下;因为在冷与热、干与湿的对立之下,包含着所有其他的性质。从这些[四种性质]的混合中产生所有其他性质,而这些显然归属于稀薄与浓厚之下,因此在其之下的性质也是如此;因为由这两种对立的结合而产生的四种元素,显然是通过浓厚与稀薄而相互转化的。至于能力与无能力,如果是在受动性质上言说,例如具有变热、变冷、变干、变湿或依其他性质而变化的潜能,或者具有对此的无能力,那么显而易见的是,这些也将归入稀薄与浓厚之下,因为它们所赖以存在的性质也归于其下;但若是在灵魂的理性能力上言说,我指的是具有通晓音乐或其他某种知识的能力或对此的无能力,那么因为灵魂在身体中生成时,由其与身体的结合而接受了不同的适宜性,而身体是由受动性质的混合构成的,所以依能力与无能力而立的性质也将以这种方式归于受动性质之下,而这些性质已被表明归于稀薄与浓厚之下。即使我们在非理性事物上也采纳无能力(因为我们说马具有对文法学的无能力),显然在这里,若没有受动性质的这般混合,这样的无能力同样不会产生;因为并不是任何灵魂都会辉映在身体的任何混合之上。因此,正是由于理性灵魂在自然本性上并不辉映在非理性动物身体的这类混合之上,它们才被说成具有对理性知识的无能力。状态与性情也将以类似于能力与无能力的方式被归纳;在受动性质上言说的状态与性情是显而易见的,但在依诸知识的灵魂状态与性情上言说的,则是由于源于灵魂能力的适宜性[……]较多或较少地产生状态与性情。而我们说过,灵魂是从与身体的结合中获得适宜性与不适宜性的。至于质的第四种种,我指的是形状与形态,将如下归入稀薄与浓厚之下:关于形状,一方面是因为已被证明,在等周的形状中,角越多的形状所容纳的体积越大,因此等周的球形比有角的形状容纳更大的体积(因此,你将把球形归于稀薄之下,而把有角之形归于浓厚之下,因为同一物体在稀薄化时会变大,而在浓厚化时会变小);另一方面,形态作为各部分的某种位置安排以及可以说是间距的开展,将是类似于因部分间距展开而产生的技术性稀薄化的一种稀薄化,正如被拉伸的皮带或被梳理的羊毛那样。因此,通过这种方式,我们也将稀薄性归入单一的对立之下。因此,既然其余范畴不具有独立的存立,而是存在于这些[实体、量、质]之中,那么显然,当这些范畴被归入最普遍的对立之下时,那些范畴也将通过这些范畴而被归并进去。

语法注3 条
  1. 1.96δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι οὐ τὸ γένος τὸ κατὰ πλειόνων κατηγορούμενον λέγομεν, ὅτι καὶ τὸ εἰδικώτατον εἶδος εἴποιμ’ ἂν οὕτω γένος

    在两个 ὅτι 中,第一个引导取决于 δῆλον 的主语从句(“我们所说的不是……是显而易见的”),第二个则引导原因副词从句(“因为我甚至可以把……称为属”)。尽管连接词紧接着重复出现,两者的句法功能截然不同。

  2. 1.96ὑπὸ μείζονος ὅλον ὡς ὅλον περιλαμβάνεται τόπου

    短语 ὅλον ὡς ὅλον 在句中作副词性或表语性结合,表示“作为一个整体在整体上”占据处所的方式。它指当同一量变得离散而分散开时,作为一个整体的它所被包涵的处所比它在连续状态时更大。

  3. 1.96ἐπιτηδειότητα * * * μᾶλλον ἢ ἧττον

    手稿在此处标有脱文(lacuna)。从上下文来看,结构是从灵魂能力所产生的适宜性,连接到依身体适宜性的程度而“较多或较少地产生状态与性情”这一谓词结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:130.25-132.14