- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:129.1-130.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯在补充了天体圆周运动中形式与缺失的对立之后,探讨了关于亚里士多德所使用的“属”之含义的疑难,阐明在自然生成的语境下,“属”指的不是在逻辑上划分为诸种的普遍概念,而是处于质料地位的底层基质。
ἄλλως τε ἐπὶ τῆς κατὰ τόπον τῶν οὐρανίων μεταβολῆς εὕροις 〈ἂν〉 ἀνὰ μέρος ἑκάτερον τούτων ἐπικρατοῦν· τὸ γὰρ ἐν τῷ ὑπὲρ γῆν τόπῳ ἡμισφαίριον ἐστέρηται δηλονότι τοῦ ὑπὸ γῆν, καὶ καθ’ ἕκαστον τῶν μορίων ὡσαύτως. ὥστε εἰ μία ἐστὶν ἐν τῇ οὐσίᾳ πάσῃ ἡ πρωτίστη ἐναντίωσις, ὑπὸ δὲ ταύτην αἱ ἄλλαι πᾶσαι ἀνάγονται, δῆλον δήπου ὅτι οὐδὲ ἄπειροι αἱ ἀντιθέσεις, οὐδὲ πεπερασμέναι μὲν πλείους δὲ δύο. Ζητοῦσι δὲ ἐνταῦθα πρῶτον μὲν τί φησι γένος ἐνταῦθα ὁ Ἀριστοτέλης, ἔπειτα πῶς ἐν παντὶ γένει μία ἐστὶν ἐναντίωσις, καὶ τρίτον ὅτι εἰ περὶ πάσης μεταβολῆς ἐνταῦθα ὁ λόγος, μᾶλλον δὲ εἰ περὶ τῶν κοινοτάτων ἀρχῶν πάντων ὁμοῦ τῶν φυσικῶν πραγμάτων, εἰσὶ δὲ φυσικὰ πράγματα οὐ μόνον ἡ οὐσία ἀλλὰ καὶ αἱ λοιπαὶ κατηγορίαι, πῶς εὑρηκὼς τὰς τῆς οὐσίας ἀρχὰς οἴεται πάντων τῶν ὄντων τὰς ἀρχὰς εὑρηκέναι·1 εὗρε γὰρ τοσοῦτον, ὅτι ἐν τῇ οὐσίᾳ ἑνὶ ὄντι γένει μία ἐστὶν ἡ πρωτίστη ἐναντίωσις, ἣν ἔφαμεν εἶναι τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν. γένος μὲν οὖν ἐνθαῦτά φασιν αὐτὸν οἱ ἐξηγηταὶ λέγειν οὐ “τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον”, ἀλλὰ τὸ ὑποκείμενον, ἓν δέ ἐστι καὶ τοῦτο τῶν τοῦ γένους σημαινομένων τῷ Ἀριστοτέλει. πολλαχοῦ γὰρ τὸ ὑποκείμενον γένος ἐκάλεσε καὶ ἐν τοῖς προλαβοῦσιν· ἓν γὰρ εἶναι τῷ γένει τὰς ἀτόμους ἔλεγεν ὑποτίθεσθαι τὸν Δημόκριτον, τουτέστι τῷ ὑποκειμένῳ. λαμβάνει οὖν τὴν οὐσίαν πᾶσαν ἐνταῦθα οὐχ ὡς διαιρουμένην εἰς εἶδος καὶ στέρησιν, ἀλλ’ ὡς τὴν αὐτὴν ὑποκειμένην εἴδει καὶ στερήσει ἀνὰ μέρος, ὥσπερ ἂν εἴποιμεν ὑποκεῖσθαι πάντα τὰ ἀνθρώπεια σώματα τῷ λευκῷ καὶ τῷ μέλανι. οὕτως οὖν φαμεν καὶ τὴν οὐσίαν πᾶσαν ὑποκεῖσθαι καὶ δοχεῖον εἶναι πρωτίστης ἐναντιώσεως τῆς κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν· ὅσας γὰρ ἄλλας δέχεται ἀντιθέσεις, ὑπὸ ταύτην ἀνάγονται, κἄν τε τὴν τοῦ ἐμψύχου καὶ ἀψύχου εἴποις, κἄν τε τὴν τοῦ λογικοῦ καὶ ἀλόγου, κἂν ἡντιναοῦν ἄλλην. ὅταν γὰρ γίνηται λογικόν τι, δηλονότι τὸ γινόμενον λογικὸν στέρησιν εἶχε πρὸ τούτου τοῦ εἴδους τοῦ λογικοῦ (οἷον τὸ ἄρτι διαπλασθὲν ἔμβρυον), εἶτα τοῦ εἴδους τούτου ἐπιγινομένου ἐν τῷ ὑποκειμένῳ ἡ στέρησις ὑπεχώρησε, καὶ ἐπὶ πάντων ὁμοίως. ἀλλ’ ἴσως ἐρεῖ τις πρὸς ταῦτα, ὅτι ‘καὶ τί ἄλλο ταῦτα λέγοντες ἢ τὸ γένος τὸ κατὰ πλειόνων κατηγορούμενον λέγομεν; λέγων γὰρ ἐν τῷ παντὶ γένει τῆς οὐσίας καὶ περιλαμβάνων πᾶσαν οὐσίαν, τί ἄλλο ἢ τὸ κοινότατον λέγω γένος; πάλιν δ’ αὖ τὴν τοῦ λογικοῦ καὶ ἀλόγου ἀντίθεσιν ἢ ἐμψύχου καὶ ἀψύχου ὑπὸ τὴν στέρησιν καὶ τὴν ἕξιν ἀνάγων, ἥν φημι τῆς οὐσίας πρωτίστην εἶναι ἐναντίωσιν, τί ἄλλο ἢ τὸ γένος τῆς οὐσίας τὸ εἰς ταῦτα διαιρούμενον λαμβάνω;’ φημὶ οὖν πρὸς ταῦτα, ὅτι εἰ καὶ τὴν αὐτὴν οὐσίαν λαμβάνω, λέγω δὴ τὴν κοινοτάτην, ἀλλ’ οὖν ἑτέραν καὶ ἑτέραν σχέσιν ἔχουσι πρὸς τὰς διαφοράς· εἴρηται γάρ, καὶ καλῶς εἴρηται, ὅτι τὰ γένη καὶ προηγεῖται τῶν διαφορῶν ἐν τῇ γενέσει καὶ σύνεισιν αὐταῖς μετὰ τὴν γένεσιν· ἐν γὰρ τῇ τοῦ ἀνθρώπου γενέσει πρῶτον ἐν τῇ ὕλῃ γίνεται τὸ σῶμα, εἶτα τούτῳ ὑποκειμένῳ ὡς ἐν ὕλῃ δευτέρᾳ ἐπιγίνεται τὸ ζῷον, καὶ τούτῳ πάλιν ὡς προσεχεστέρᾳ ὕλῃ τὸ ἀνθρώπειον εἶδος, ὅθεν καὶ ὕλης λόγον ἐπέχειν τὰ γένη πρὸς τὰς διαφορὰς ὁ Πορφύριος ἔλεγεν.2 οὕτω μὲν οὖν προηγεῖται, σύνεισι δὲ ταῖς διαφοραῖς ἐν τοῖς ἤδη γεγονόσι πράγμασιν. ὅταν μὲν οὖν ὡς ὕλης λόγον ἐπέχοντα τὰ καθολικώτατα λάβωμεν, τότε οὔ φαμεν ταῦτα διαιρεῖσθαι κατὰ τὰς διαφορὰς εἰς τὰ εἴδη, ἀλλ’ ὑποκεῖσθαι αὐταῖς, ὅταν δὲ ὡς συνόντα ταῖς διαφοραῖς, οἷον ἐν τοῖς ἤδη γενομένοις πράγμασι, τότε οὐκέτι ὑποκεῖσθαι, ἀλλὰ διαιρεῖσθαι κατ’ αὐτάς. ὅταν οὖν διαιρῶμεν τὸ γένος, τὸ κατὰ πλειόνων δηλονότι κατηγορούμενον διαιροῦμεν καὶ τὸ ἤδη ὑφεστηκὸς καὶ συνὸν ταῖς διαφοραῖς, μόνον οὐχὶ λέγοντες ὅτι ἡ κοινὴ αὕτη φύσις καὶ τῷδε καὶ τῷδε τῷ εἴδει ὑπάρχει, νῦν δὲ ἐπεὶ μὴ ὡς ὄντα διαιρεῖν ἡμῖν πρόκειται τὰ πράγματα, ἀλλ’ ὡς γινόμενα θεωρεῖν, τὸ κοινὸν τῆς οὐσίας γένος ὑποκεῖσθαί φαμεν ταῖς ἐναντιώσεσι, καθ’ ἃς ἕκαστον τῶν ὄντων γίνεται, τὴν πρωτίστην 〈δὲ〉 ἐναντίωσιν εἶναι τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν· διό φαμεν πρωτίστας ἀρχὰς εἶναι τῶν ὄντων, ἐξ ὧν τὸ εἶναι ἔχουσι, τὸ εἶδος καὶ τὴν στέρησιν.
此外,在天体事物的位置变化中,你也会发现这二者[形式与缺失]各自轮流占据支配地位;因为在地上方位置的半球显然缺少了地下方的〔位置〕,各部分也是同样。因此,若一切实体中最原初的对立是一个,而所有其他对立都归于其下,那么显然可知,对立既不是无限的,也不是虽有限却多于两个的。 然而人们在此首先探究亚里士多德在这里所说的“属”指的是什么;其次,探究在每一个属中如何只有一种对立;第三,如果这里的论述是关于一切转变的,或者更确切地说,是关于所有自然事物共同的最普遍本原的,而自然事物不仅是实体,还包括其余诸范畴,那么他既然发现了实体的本原,怎么就认为自己发现了一切存在者的本原呢?因为他所发现的仅此而已:在作为单一属的实体中,最原初的对立是一个,即我们所说的依形式与缺失而立的对立。 于是诠释家们说,他在这里所说的属并不是指“在‘是什么’中对种上有差别的多数事物进行述说的东西”,而是指底层基质,而这也是亚里士多德对“属”的多重含义之一。因为在许多地方,乃至在前文的讨论中,他都曾把底层基质称为属;因为他说过德谟克利特假定了原子在属上是一,即在底层基质上是一。因此,他在此采纳整个实体,并不是把它当作划分为形式与缺失的东西,而是把它当作轮流作为形式与缺失之基底的同一事物,正如我们说一切人类身体都是白与黑的基底一样。因此我们同样说,整个实体是依形式与缺失而立的最原初对立的基底与容受者;因为无论它接受多少其他对立,都归属于此对立之下,不论你提到的是有灵魂与无灵魂的对立,还是理性与非理性的对立,或是任何其他对立。因为当某物成为有理性的时候,显然正在变成有理性的事物在此之前具有对有理性这一形式的缺失(例如刚成型的胚胎),随后当这一形式在基质中产生时,缺失便退隐了,在一切事物上也是同样。 但是,也许有人会对此反驳说:“我们在这样说的时候,所说的除了对多数事物进行述说的属之外,还能是什么呢?因为当我说在实体的整个属中并包涵一切实体时,我所说的除了最普遍的属之外还能是什么呢?反过来,当我把理性与非理性、或者有灵魂与无灵魂的对立归入缺失与获得——即我所说的实体的最原初对立——之下时,我所采纳的除了划分为这些的实体的属之外还能是什么呢?” 因此,我对此回答说,即使我采纳的是同一个实体,我指的是最普遍的实体,但它们对于种差却具有各自不同的关系。因为有人说过——而且说得很对——诸属既在生成中先于种差,又在生成之后与种差共存;因为在人的生成中,首先在质料中生成的是身体,随后在以此作为第二质料的基底中产生动物,再以此作为更切近的质料而在其上产生人的形式,这就是为什么波菲利说诸属相对于种差具有质料的地位。因此,属是以这种方式居先的,但在已经生成的事物中,它则与种差共存。所以,当我们把最普遍的事物当作具有质料地位的事物来采纳时,我们并不说它们依种差被划分为诸种,而是说它们作为种差的基底;而当我们把它们当作与种差共存的事物来采纳时,例如在已经生成的事物中,我们便不再说它们作为基底,而是说它们依种差被划分。因此,当我们划分属时,我们所划分的显然是对多数事物进行述说的属,并且是已经自存且与种差共存的属,这无异于说这一共通本性既属于这个种又属于那个种;但如今,既然我们的课题不是把事物作为存在者来划分,而是作为生成者来考察,我们就说实体的共通之属是诸对立的基底——各存在者正是依这些对立而生成的,而最原初的对立则是依形式与缺失而立的对立。因此我们说,存在者借以拥有其存在的、存在者的最原初本原就是形式与缺失。
- 1.96καὶ τρίτον ὅτι εἰ περὶ πάσης μεταβολῆς ἐνταῦθα ὁ λόγος, μᾶλλον δὲ εἰ περὶ τῶν κοινοτάτων ἀρχῶν πάντων ὁμοῦ τῶν φυσικῶν πραγμάτων, εἰσὶ δὲ φυσικὰ πράγματα οὐ μόνον ἡ οὐσία ἀλλὰ καὶ αἱ λοιπαὶ κατηγορίαι, πῶς εὑρηκὼς τὰς τῆς οὐσίας ἀρχὰς οἴεται πάντων τῶν ὄντων τὰς ἀρχὰς εὑρηκέναι·
这是由主动词 ζητοῦσι 统辖的三个间接疑问从句中引出第三个论点的复合从句。虽然 ὅτι 引导一个名词性从句,但其后立即嵌套了条件从句 εἰ...,而其归结部分则采取了间接疑问形式 πῶς εὑρηκὼς... οἴεται。在语法结构上,整组疑问命题(“如果……,他怎么会认为……”)作为宾语受 ζητοῦσι 支配。
- 1.96ὅθεν καὶ ὕλης λόγον ἐπέχειν τὰ γένη πρὸς τὰς διαφορὰς ὁ Πορφύριος ἔλεγεν.
由连接副词 ὅθεν(因此/由此)引导,主动词 ἔλεγεν(波菲利说)支配带不定式的宾格结构(τὰ γένη... ἐπέχειν)。固定表达 ὕλης λόγον ἐπέχειν 意为“具有/充当质料的地位(或功能)”,介词短语 πρὸς τὰς διαφοράς 说明其相对的关系项(“相对于种差”)。
