- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:127.18-128.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德探讨本原数目(是两个、三个还是更多,189a11)之处,斐洛庞奴斯阐明了本原既非单一亦非无限、而是有限之多数的论据,并基于每个属均有一最原初对立的归纳,论证了实体中最原初的对立乃是“形式与缺失”。
" Ἐχόμενον δ’ ἂν εἴη λέγειν πότερον δύο ἢ τρεῖς ἢ πλείους εἰσίν." Ὅτι μὲν τὰ ἐναντία παραληπτέον ἀρχὰς τῶν φυσικῶν πραγμάτων φθάσας ἤδη ἀπέδειξεν, ἐντεῦθεν δὲ τὸ προκείμενον δεῖξαι ὅτι1 τὴν πρωτίστην καὶ κοινοτάτην ἐναντίωσιν ἀνάγκη πᾶσα μίαν εἶναι. τοῦτο οὖν βουλόμενος δεῖξαι ἀναλαμβάνει τὸν περὶ τῶν ἀρχῶν λόγον καὶ δείκνυσιν ὅτι οὔτε μίαν ἐνδέχεται εἶναι τὴν ἀρχήν, οὔτε ἀπείρους, ἀλλὰ πλείους μὲν μιᾶς, πεπερασμένας δὲ ταύτας. αὕτη δὲ ἡ διαίρεσις οὐχ ἁπλῶς εἰδικῶν ἐστιν ἀρχῶν ἢ ὑλικῶν, ἀλλὰ κοινῶς τῶν ἀρχῶν· ὥσπερ γὰρ καὶ τὴν ὑλικὴν ἀρχὴν ἢ μίαν εἶναι ἀνάγκη ἢ πλείους, καὶ εἰ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους, οὕτω δὴ καὶ καθόλου τὰς ἀρχὰς τῇ αὐτῇ ὑποπεσεῖν διαιρέσει ἀνάγκη· ἀνάγκη γὰρ ἢ μίαν εἶναι ἢ πολλάς, καὶ πεπερασμένας ἢ ἀπείρους. ἀνελὼν οὖν τὰ ἄκρα καταλιμπάνει τὸ μέσον καὶ ἀληθές. μίαν μὲν οὖν ἀδύνατον εἶναι τὴν ἀρχήν, διότι ἐδείχθη τὰ ἐναντία δεῖν εἶναι ἀρχάς, τὸ δὲ ἐναντίον τινὶ ἐναντίον (οὐδὲν γὰρ αὐτὸ ἑαυτῷ ἐστιν ἐναντίον)· τῶν πρός τι γάρ. ὥστε ἀδύνατον μίαν εἶναι τὴν τῶν φυσικῶν πραγμάτων ἀρχήν. ἀπείρους δὲ τὰς ἀρχὰς ἀδύνατον εἶναι, πρῶτον μὲν διὰ τὸ ἀναιρεῖσθαι τὴν ἐπιστήμην, ὡς καὶ ἔμπροσθεν ἐλέγετο, μᾶλλον δὲ καὶ αὐτὴν τὴν ψιλὴν γνῶσιν τῶν ὄντων (τῶν γὰρ ἀπείρων γνῶσις οὐκ ἔστι, τῶν δὲ ἀρχῶν μὴ γινωσκομένων, οὐδὲ τὰ ἐξ αὐτῶν γνωσθείη ἄν· ὥστε καθόλου πάντων ἄγνοιαν εἰσάγουσιν οἱ ἀπείρους εἶναι τὰς ἀρχὰς ὑποτιθέμενοι), ἔπειτα δέ, ὅπερ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηκε, συμβήσεται οὕτω διπλασιασθῆναι τὸ ἄπειρον· ἡ γὰρ ἐναντίωσις δύο περιέχει ἐναντία, ὥστε εἰ ἄπειροι αἱ ἐναντιότητες, διπλάσια ἔσονται τὰ ἐναντία· ἔσται οὖν τοῦ ἀπείρου διπλάσιον. ἔπειτα καθ’ ἕκαστον, φησί, γένος μία τις ἡ καθολικωτάτη ἐναντίωσις, καὶ τοῦτο δῆλον ἐκ τῆς ἐπαγωγῆς. ἐν γὰρ τῇ ἐπιφανείᾳ πρωτίστη ἐναντίωσις ἡ κατὰ τὸ πλατὺ καὶ τὸ στενόν· τὸ γὰρ τραχὺ καὶ τὸ λεῖον, εἰ καὶ ὑπάρχει πρώτως τῇ ἐπιφανείᾳ, ἀλλ’ οὐχ ᾗ ποσόν τί ἐστι συνεχές, ἀλλὰ καθὸ μετέχει τῆς τοῦ κεῖσθαι κατηγορίας (κατὰ γὰρ τὴν τοιάνδε θέσιν τῶν μορίων ὑπάρχει αὐτῇ τὸ τραχὺ καὶ τὸ λεῖον), τὸ μέντοι πλατὺ καὶ στενὸν ὡς ἐπιφανείᾳ πρώτως ὑπάρχει, τουτέστιν ὡς ἑνὶ τῶν τοῦ μεγέθους εἰδῶν. ὁμοίως ἐν τῷ γένει τοῦ ἀριθμοῦ πρωτίστη ἐναντίωσις τὸ περιττὸν καὶ τὸ ἄρτιον, ἐν τῷ τοῦ χρώματος γένει τὸ μέλαν καὶ τὸ λευκόν· ὑπὸ ταῦτα γὰρ τὰ λοιπά. εἰ τοίνυν καὶ ἡ οὐσία ἕν τι γένος ἐστὶν ἧς τὰς ἀρχὰς ζητοῦμεν, ἀνάγκη πᾶσα καὶ ἐν ταύτῃ τὴν πρωτίστην ἐναντίωσιν μίαν εἶναι. ἔστι δὲ ἐν τῇ οὐσίᾳ καθολικωτάτη ἐναντίωσις κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν, ὑφ’ ἣν πᾶσαι αἱ ἄλλαι ἀνάγονται, καὶ οὐ μόνον ἐπὶ τῆς γενητῆς καὶ φθαρτῆς οὐσίας θεωρεῖται αὕτη ἡ ἀντίθεσις, ἀλλὰ καὶ ἐπὶ τῆς τῶν οὐρανίων καὶ ἐπὶ τῆς ὑπερφυοῦς. ἥ τε γὰρ ψυχὴ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβάλλουσα κατὰ στέρησιν καὶ ἕξιν μεταβάλλει καὶ ἀπὸ κακίας εἰς ἀρετήν, εἴ γε τελειωτικὸν τῆς οὐσίας τῆς ψυχῆς ἐστιν ἡ ἀρετή, τὸ δὲ τὴν τελειότητα τὴν ἑαυτοῦ ἀπολαμβάνον τὸ εἶδος τὸ ἑαυτοῦ ἀπολαμβάνει, τὸ δὲ ἀπειληφὸς τὸ εἶδος τὸ ἑαυτοῦ, πρὶν ἀπολάβῃ ἐν στερήσει τούτου ἦν· διὸ καλῶς ἐν τοῖς Περὶ ψυχῆς γενέσει μᾶλλον ἀπεικάζει τὴν τοιαύτην τῆς ψυχῆς μεταβολήν, ἤπερ ἀλλοιώσει. καὶ ἐν τοῖς οὐρανίοις δὲ ἡ τοιαύτη ἀντίθεσις θεωρεῖται· εἰ γὰρ καὶ μὴ ἀνὰ μέρος ποτὲ μὲν τὸ εἶδος, ποτὲ δὲ τὴν στέρησιν δέχονται, ὥσπερ τὰ ἐν γενέσει, ἀλλ’ οὖν τὴν ἑτέραν ἔχει ἐπικρατήσασαν τοῦ ὑποκειμένου,2 λέγω δὴ τὴν κατὰ τὸ εἶδος.
“接下来要说的应当是,它们究竟是两个、三个还是更多。” 必须把对立物当作自然事物的本原,他在前面已经证明了;而从这里开始提出的课题是,表明最原初且最共通的对立必然只有一个。因此,为了表明这一点,他重新探讨了关于本原的论述,并证明了本原既不可能是单一的,也不可能是无限的,而是多于一个,并且是有限的。这种划分不仅仅适用于形式本原或质料本原,而是共同适用于一般的本原;因为正如质料本原必然要么是一个,要么是多个,而如果是多个,要么是有限的,要么是无限的,本原总体上同样必然落入这同一划分;因为必然要么是一个,要么是多个,且或是有限的或是无限的。因此,他排除了两极,留下了居中且真实的主张。本原不可能只有一个,因为已经表明对立物必须是本原,而对立物是相对于某物的对立(因为没有任何事物与自身相对立),因为它属于关系范畴。因此,自然事物的本原不可能只有一个。而本原是无限的也是不可能的:首先,因为知识被取消了,正如在前文中也曾说过的,甚至连对存在者的单纯认识本身也被取消了(因为对无限事物是没有认识的,而若本原不被认识,从它们而来的事物也不可能被认识;因此,那些设定本原是无限的人,引入了对一切事物的普遍无知);其次,正如他在《论生成和消灭》中所说的,这样一来便会出现无限者被翻倍的结果;因为对立包含着两个对立物,所以若对立有无限多个,对立物就会是两倍;因此就会存在无限者的两倍。其次,他说,在每一个属中,最普遍的对立都是某一个,这从归纳中也是显而易见的。因为在面中,最原初的对立是依宽与窄而立的对立;因为粗糙与光滑虽然原初地属于面,但并非由于它是某种连续的量而属于它,而是依其分有位置这一范畴而属于它(因为依其部分的如此这般的位置,粗糙与光滑才属于它),然而宽与窄则是作为面而原初地属于它,即作为大小的诸种之一而属于它。同样,在数的属中,最原初的对立是奇与偶;在颜色的属中,是黑与白;因为其余的对立都归于这些对立之下。因此,如果我们正在探寻其本原的实体也是某个单一的属,那么在其中最原初的对立也完全必然是一个。在实体中,最普遍的对立是依形式与缺失而立的对立,所有其他对立都归纳于其下;并且这种对立不仅在可生成和可消灭的实体中被观察到,在天体实体中以及在超自然的实体中也被观察到。因为灵魂从无知转变到知识时,也是依缺失与获得而转变的,从邪恶转变到德性也是如此,只要德性确实是完善灵魂实体的,而获得自身完满性的事物乃是获得了自身的形式,已经获得自身形式的事物在获得之前则是处于对它的缺失之中;因此在《论灵魂》中,他恰当地将灵魂的这种转变比作生成而非变质。在天体事物中,这种对立同样被观察到;因为即使它们不像生成中的事物那样轮流地有时接受形式、有时接受缺失,但无论如何,它们拥有压倒了底层基质的那一方,我指的是依形式而立的那一方。
- 1.96ἐντεῦθεν δὲ τὸ προκείμενον δεῖξαι ὅτι
不定词 δεῖξαι 作为表语,与主语 τὸ προκείμενον 结合,系词 ἐστί 被省略(“从这里开始提出的课题是表明……”)。ἐντεῦθεν 为副词,置于句首表示论述次序或逻辑推移。
- 1.96ἀλλ’ οὖν τὴν ἑτέραν ἔχει ἐπικρατήσασαν τοῦ ὑποκειμένου
ἔχει 的直接宾语是 τὴν ἑτέραν(即形式这一方),不定过去时分词 ἐπικρατήσασαν 连同属格 τοῦ ὑποκειμένου 对宾语作表语性修饰(“已经压倒了基底”)。整个结构意为天体事物保持着那已经支配了基质的一方(形式)。
