- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:125.18-127.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞对亚里士多德《物理学》第一卷第五章(188b28–189a5)进行注释,阐明早期哲学家在缺乏论证的情况下将对立物设定为本原的情形、从“同一系列”和依比例采纳对立本原的含义,以及对理性和感觉而言“可知”的双重区分。
" Καίπερ ἄνευ λόγου τιθέντες." Οὐχ ὅτι οὐδενὶ λόγῳ ἐχρῶντο εἰς τὸ κατασκευάσαι ἃς ὑπετίθεντο ἀρχάς, ἀλλ’ ὅτι οὐδενὶ πιθανῷ, ὥστε καὶ πείθειν δύνασθαι. ἀλλ’ εἰ καὶ ἀπαραμυθήτως ἐτίθεσαν τὰ οἰκεῖα δόγματα, ἀλλ’ οὖν συμφώνως πάντες τὰς ἀρχὰς ἐναντίας εἶναι ὑπέθεντο. ἡ μὲν οὖν κοινωνία “ἐπὶ τοσοῦτον”, ἡ δὲ διαφορὰ ὅτι οἱ μὲν καθολικώτερα καὶ περιεκτικώτερα ἐλάμβανον, οἱ δὲ μερικώτερα, καὶ οἱ μὲν γνωριμώτερα τῇ αἰσθήσει μᾶλλον ἢ τῷ λόγῳ, οἱ δὲ τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει. οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρόν, ὁ Παρμενίδης, ὧν τὸ μὲν θερμὸν πῦρ ἐκάλει, τὸ δὲ ψυχρὸν γῆν. οἱ δὲ ὑγρὸν καὶ ξηρόν. ὁ Πορφύριός φησι τὸν Ξενοφάνην τὸ ξηρὸν καὶ τὸ ὑγρὸν δοξάσαι ἀρχάς, τὴν γῆν λέγω καὶ τὸ ὕδωρ, καὶ χρῆσιν αὐτοῦ παρατίθεται τοῦτο δηλοῦσαν· γῆ καὶ ὕδωρ πάντ’ ἔσθ’ ὅσα φύοντ’ ἠδὲ γίνονται. ταύτης δὲ τῆς δόξης δοκεῖ καὶ Ὅμηρος εἶναι ἐν οἷς φησιν ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. καὶ οὐδέν γε θαυμαστὸν καὶ τοῦτον, ὥσπερ Παρμενίδην, ἐν τοῖς πρὸς δόξαν δύο λέγειν τὰς ἀρχὰς ἐν τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι λέγοντα.1
“尽管毫无论证地设定。” 这并不是说他们完全没有使用任何论证来确立他们所设定的本原,而是说没有使用任何具有说服力的、以至于能够令人信服的论证。然而,即使他们没有给出证明就设定了自己的学说,无论如何他们所有人都一致地设定了本原是对立物。因此,他们的共通之处在“这一程度上”,而不同之处在于,一些人采纳了更为普遍和更为包容的事物,另一些人采纳了更为个别的事物;一些人采纳了相对于理性更易被感觉认识的事物,另一些人采纳了相对于感觉更易被理性认识的事物。因为一些人采纳了热与冷,如巴门尼德,他将热称为火,将冷称为土。另一些人采纳了湿与干。波菲利说克塞诺芬尼认为干和湿,我是指土和水,乃是本原,并且引证了他表明这一点的用语:“凡生长与生成的万物,皆是土与水。”荷马似乎也持有这一见解,他在诗句中说:“但愿你们所有人都化为水和土。”而且丝毫不奇怪的是,正如巴门尼德一样,他[克塞诺芬尼]在涉及意见的事物中说本原是两个,而在涉及真理的事物中则说[本原]是一个。
"Οἱ δὲ περιττὸν καὶ ἄρτιον ἢ νεῖκος καὶ φιλίαν αἰτίας τίθενται." Νεῖκος μὲν καὶ φιλίαν Ἐμπεδοκλῆς, περιττὸν δὲ καὶ ἄρτιον οἱ Πυθαγόρειοι· μονάδα γὰρ καὶ δυάδα. οὗτοι δὲ γνωριμώτερα τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει ἔλεγον· οὐ γὰρ γνώριμον τῇ αἰσθήσει τὸ νεῖκος καὶ ἡ φιλία, ἢ τὸ περιττὸν καὶ ἄρτιον. ἕτερα μὲν ὥσπερ καὶ δοκεῖ τοῖς πλείστοις, τουτέστι προφανὲς πᾶσιν ὅπως ἕτερα λέγουσιν· ἕτερον γὰρ τὸ θερμὸν καὶ ψυχρὸν νείκους καὶ φιλίας, καὶ τὰ λοιπὰ ὁμοίως.
“另一些人则把奇与偶、或斗争与友爱设定为原因。” 恩培多克勒设定了斗争与友爱,毕达哥拉斯派则设定了奇与偶;因为[他们设定了]一元与二元。这些人所说的事物相对于感觉而言更易被理性认识;因为斗争与友爱、或者奇与偶,对感觉而言并不是容易认识的。正如“对大多数人看起来那样”,它们是互不相同的,也就是说,他们所说的互不相同,这对所有人都是显而易见的;因为热与冷不同于斗争与友爱,其余的也是如此。
"Ταὐτὰ δὲ ᾗ ἀνάλογον· λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας." Πῶς κατὰ τὴν αὐτὴν ἀναλογίαν λαμβάνουσιν ἑρμηνεύων, ἐπήγαγε τὸ λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας, εἴπομεν δὲ πῶς ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνουσι. τὰ μὲν γὰρ περιέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων. πῶς ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνουσι, σημαίνει διὰ τούτων· ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μέν ἐστι καθολικώτερα τὰ δὲ μερικώτερα, ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνειν φημὶ αὐτοὺς τὰς ἐναντιώσεις, διότι τὰ σύστοιχα ἐναντία λαμβάνουσι τὰ ὁμοίως ἢ περιέχοντα ἢ περιεχόμενα.2 οὐ λαμβάνουσι γάρ, φέρε εἰπεῖν, θερμὸν καὶ μέλαν (τὸ γὰρ θερμὸν περιέχει, τὸ δὲ μέλαν τῶν περιεχομένων), ἀλλὰ θερμὸν καὶ ψυχρόν, ἅπερ ὁμοίως περιεκτικά εἰσι. καὶ χεῖρον καὶ βέλτιον· οἱ μὲν γὰρ τὰς περιεκτικωτέρας τῶν ἐναντίων λαμβάνοντες βέλτιον λαμβάνουσιν, ἐπεὶ καὶ κοινοτάτας ἀρχὰς δεῖ λαβεῖν τὰς ἐπὶ πάντα τὰ ὄντα διηκούσας, οἱ δὲ μερικωτέρας χεῖρον, διότι ἐπ’ ἐλαττόνων ἁρμοζούσας καὶ οὐκ ἐπὶ πλειόνων ἢ ἐπὶ πάντων ἐλάμβανον.
“然而依比例而言它们是相同的;因为他们从同一个系列中采纳。” 他在解释他们是如何按照同样的比例来采纳时,补充道“因为他们从同一个系列中采纳”;而我们已经说明了他们是如何从同一个系列中采纳的。因为在对立物中,一些是包容者,另一些是被包容者。他是通过这些话来说明他们是如何从同一个系列中采纳的:因为在对立物中,一些更为普遍,另一些更为个别,所以我说他们从同一个系列中采纳对立,是因为他们采纳了处于同一系列且同样是包容者或同样是被包容者的对立物。例如,他们采纳的不是热与黑(因为热属于包容者,而黑属于被包容者),而是热与冷,这二者具有同样的包容性。还有“更劣和更优”:因为那些采纳更具包容性的对立物的人,是以更优的方式采纳的,因为应当采纳贯通一切存在物的、最共通的本原;而那些采纳更为个别的对立物的人,则是以更劣的方式采纳的,因为他们所采纳的只适用于较少的事物,而不适用于较多或全部的事物。
"Τὸ μὲν καθόλου κατὰ τὸν λόγον γνώριμον, τὸ δὲ καθ’ ἕκαστον κατὰ τὴν αἴσθησιν." Οὐ τὸ αὐτὸ λαμβάνει γνώριμον νῦν καὶ ἀνωτέρω·3 ἄνω μὲν γὰρ διήρει τὰς ἐναντιώσεις εἴς τε τὰς τῷ λόγῳ γνωρίμους καὶ εἰς τὰς τῇ αἰσθήσει, καὶ ἐν ἑκάστῳ τούτων διαίρεσιν ἐποιεῖτο τοῦ τε καθολικωτέρου καὶ τοῦ μερικωτέρου· ἦν γὰρ καὶ ἐν τοῖς κατὰ τὴν αἴσθησιν γνωρίμοις τά τε καθολικώτερα καὶ τὰ μερικώτερα, ὁμοίως δὲ καὶ ἐν τοῖς κατὰ τὸν λόγον. οὐχ ὅπερ οὖν ἔλεγεν ἐκεῖ τῇ αἰσθήσει γνώριμον ἢ τῷ λόγῳ, τοῦτο καὶ ἐνταῦθά φησιν, ἀλλ’ ἐν ἑκάστῃ σειρᾷ τὰ μὲν καθολικώτερα γνωριμώτερα τῷ λόγῳ, τὰ δὲ μερικώτερα μᾶλλον τῇ αἰσθήσει. καὶ γὰρ ἐν τοῖς κατὰ τὴν αἴσθησιν γνωρίμοις τὰ μὲν καθολικώτερα, οἷον μανότης καὶ πυκνότης, τῷ λόγῳ μᾶλλον γνώριμα τοῦ θερμοῦ καὶ ψυχροῦ, ταῦτα δὲ μᾶλλον τῇ αἰσθήσει γνώριμα ἤπερ τῷ λόγῳ· ὁμοίως δὲ καὶ ὑπεροχὴ καὶ ἔλλειψις μᾶλλον τῷ λόγῳ γνώριμος ἢ τῇ αἰσθήσει, καὶ μᾶλλον μανότητος καὶ πυκνότητος. ὁμοίως καὶ ἐν τοῖς κατὰ τὸν λόγον τὰ μὲν καθολικώτερα τῷ λόγῳ μᾶλλόν ἐστι γνώριμα ἢ τὰ μερικώτερα, τὰ δὲ μερικώτερα τῇ αἰσθήσει μᾶλλον ἢ τὰ καθολικώτερα.
“普遍物按照理性是可知的,而个别物按照感觉是可知的。” 他现在和在前文中并不是在相同的意义上使用“可知的”;因为在前文中,他是把对立区分为对理性而言可知的和对感觉而言可知的,并且在这两者之中的每一方内部,对更为普遍者和更为个别者作了区分;因为在依感觉而可知的事物中,既有更为普遍者也有更为个别者,依理性而言的事物中同样如此。因此,他在这里所说的,并不是前文所指的对于感觉或对于理性而言的可知,而是在每一个序列之中,更为普遍者对理性而言更易认识,而更为个别者对感觉而言更易认识。因为即使在依感觉而可知的事物中,更为普遍者(例如稀薄与浓密)也比热与冷对理性而言更易认识,而热与冷对感觉而言则比对理性更易认识;同样,过度与不及对理性而言比对感觉更易认识,并且比稀薄与浓密更易认识。同样,在依理性而言的事物中,更为普遍者比更为个别者对理性而言更易认识,而更为个别者比更为普遍者对感觉而言更易认识。
- 1.92ἐν τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι λέγοντα
分词 λέγοντα 为阳性单数宾格,与不定式结构的主语 τοῦτον(克塞诺芬尼)保持一致。全句的基本骨架为 οὐδέν γε θαυμαστόν [ἐστι] καὶ τοῦτον ... λέγειν ... λέγοντα(即使他一方面主张……但另一方面又说……也丝毫不奇怪),分词短语具有让步含义。
- 1.94τὰ σύστοιχα ἐναντία λαμβάνουσι τὰ ὁμοίως ἢ περιέχοντα ἢ περιεχόμενα
短语 τὰ ὁμοίως ἢ περιέχοντα ἢ περιεχόμενα 作为同位语或限定成分修饰 τὰ σύστοιχα ἐναντία。连词 ἢ...ἤ 表明成对的对立项必须处于同等层级:两个对立项要么同样是包容者,要么同样是被包容者,从而排除了如热(包容者)与黑(被包容者)这种不对称的组合。
- 1.95Οὐ τὸ αὐτὸ λαμβάνει γνώριμον νῦν καὶ ἀνωτέρω
动词 λαμβάνει 在此意为“理解”、“采用(词义)”。τὸ αὐτό 作为内宾语(或充当状语的中性宾格),γνώριμον 则准名词化或充当宾语补足语,全句意为“他现在和此前并不是在相同的意义上理解‘可知的’这一用语”。
