- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:123.21-125.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释说,尽管先前的哲学家确立了不同的本原,但他们根据毕达哥拉斯派善与恶的双列对应序列并通过比例而选取了相同的本原;他进而论证,在探寻普遍本原的自然学中,应当确立最普遍的相反对立作为本原。
ταύτῃ μὲν οὖν ἑτέρας ἀρχὰς ἐλάμβανον, λέγω δὴ κατά τε τὸ ὑποκείμενον (ἕτερον γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ μανοῦ καὶ πυκνοῦ) καὶ κατὰ τὸ καθόλου καὶ τὸ μερικόν, τὰς αὐτὰς δὲ πάντες ἐλάμβανον τῷ πάντας, φησί, τὰ ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνειν, τουτέστι κατὰ τὴν αὐτὴν ἀναλογίαν. ὥσπερ γὰρ τὸ ταὐτὸν οὐ μόνον τῷ ὑποκειμένῳ ἢ τῷ λόγῳ, ἀλλὰ καὶ τῇ ἀναλογίᾳ (λέγομεν γὰρ ὡς τόδε θερμόν, οὕτω τόδε ψυχρόν· ἐνταῦθα γὰρ ἡ ταυτότης, ἤγουν ἡ ὁμοιότης, οὔτε τῷ ὑποκειμένῳ ἐστὶν οὔτε τῷ λόγῳ· ἕτερος γὰρ ὁ ἑκατέρου ὁρισμός· ἀλλὰ τῇ ἀναλογίᾳ. λέγομεν γὰρ ὡς ἔχει τὰ βʹ πρὸς τὰ δ’, οὕτω τὰ φʹ πρὸς τὰ α· πάλιν οὖν ἐνταῦθα ἡ ταυτότης κατὰ τὴν ἀναλογίαν), τῷ οὖν λαμβάνειν πάντας καὶ ἐναντία καὶ τὰ ἐκ τῆς αὐτῆς συστοιχίας ἐναντία, ταύτῃ τὰ αὐτὰ πάντες ἔλεγον. Ἰστέον γὰρ ὅτι οἱ Πυθαγόρειοι πάντα τὰ ὄντα καὶ πάσας τὰς ἐναντιώσεις εἰς δύο συστοιχίας ἀνῆγον, τήν τε τοῦ ἀγαθοῦ καὶ τὴν τοῦ κακοῦ· ταύταις γὰρ πᾶσαν ἐναντίωσιν ἐμέριζον. τῇ μὲν γὰρ τοῦ ἀγαθοῦ συστοιχίᾳ τὸ κρεῖττον τῶν ἐναντίων ἀπένεμον, τῇ δὲ ἀγαθόν κακόν τοῦ κακοῦ τὸ χεῖρον·1 οἷον λευκὸν καὶ μέλαν, μονάς δυάς λογικὸν καὶ ἄλογον, ψυχρὸν καὶ θερμόν, νεῖπεριττόν ἄρτιον κος καὶ φιλίαν, τὸ μὲν λευκὸν καὶ τὸ λοφιλία νεῖκος γικὸν καὶ τὸ θερμὸν καὶ τὴν φιλίαν τῆς τοῦ ὑπεροχή ἔλλειψις ἀγαθοῦ συστοιχίας εἶναι ἔλεγον, τὰ δὲ τοῦμέγα μικρόν τοις ἀντικείμενα τῆς τοῦ κακοῦ. καὶ τῶν διάκρισις σύγκρισις παραληφθεισῶν οὖν ἐναντιώσεων ὑπὸ τῶν παθερμόν ψυχρὸν λαιοτέρων ἐν ταῖς τῶν ὄντων ἀρχαῖς τὰ μὲν ἕτερα μόρια ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν ἀνάγεται, τὰ δὲ ἕτερα ὑπὸ τὴν τοῦ κακοῦ· οἷον τῶν κατὰ τὸν λόγον γνωρίμων ἐναντιώσεων ἡ μὲν μονὰς καὶ τὸ περιττὸν καὶ ἡ φιλία ὑπὸ τὴν τοῦ ἀγαθοῦ, τὰ δὲ ἀντικείμενα ὑπὸ τὴν τοῦ κακοῦ. πάλιν τῶν κατὰ τὴν αἴσθησιν γνωρίμων ἐναντιώσεων τὸ μὲν θερμὸν καὶ ἡ διάκρισις καὶ τὸ μέγα ὑπὸ τὴν ὑπεροχήν, αὕτη δὲ ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν, τὰ δὲ ἀντικείμενα ὑπὸ τὴν τοῦ κακοῦ. πάντες οὖν τὰ κατὰ τὴν αὐτὴν συστοιχίαν εἰλήφασιν· ἢ γὰρ θερμὸν καὶ ψυχρόν, ἢ σύγκρισιν καὶ διάκρισιν, ἢ νεῖκος καὶ φιλίαν. ὡς γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ψυχρόν, οὕτως ἔχει σύγκρισις καὶ διάκρισις, καὶ μέγα καὶ μικρόν, καὶ νεῖκος καὶ φιλία· ὁμοίως γὰρ ἀντίκειται. οὐκοῦν καὶ ἐναλλὰξ ὡς ἔχει τὸ μέγα πρὸς τὴν διάκρισιν καὶ αὕτη πρὸς τὸ θερμόν, οὕτω τὸ μικρὸν πρὸς τὴν σύγκρισιν καὶ αὕτη πρὸς τὸ ψυχρόν·2 ὁμοίως γὰρ περιεκτικὸν τὸ μέγα τῆς διακρίσεως καὶ αὕτη τοῦ θερμοῦ, ὡς τὸ μικρὸν τῆς συγκρίσεως καὶ αὕτη τοῦ ψυχροῦ. τῷ οὖν ἐξ ἑκατέρας συστοιχίας ὁμοίως ἢ τὰ μερικώτερα λαμβάνειν ἢ τὰ ὁμοίως καθολικώτερα, ταύτῃ λέγονται τὰ αὐτὰ λαμβάνειν· οὐδεὶς γὰρ ἔλαβε, φέρε εἰπεῖν, τὸ μέγα καὶ τὴν σύγκρισιν, ἢ τὴν διάκρισιν καὶ τὸ ψυχρόν (ταῦτα γὰρ οὐχ ὁμοίως τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ἀφεστήκασιν, ἀλλὰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον), ἀλλὰ πάντες τὰ τὴν αὐτὴν ἀπόστασιν ἀφεστηκότα τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ταῦτα λαμβάνουσι. τῷ οὖν πάντας ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνειν τὴν καθ’ αὑτοὺς ἐναντίωσιν, ταύτῃ πάντες τὰ αὐτὰ λέγουσιν, ἕτερα δὲ τῷ τοὺς μὲν τῷ λόγῳ γνώριμα μᾶλλον τοὺς δὲ τῇ αἰσθήσει, καὶ τοὺς μὲν καθολικώτερα τοὺς δὲ μερικώτερα. ἐπεὶ οὖν κοινὰς πάντων ἀρχὰς ζητοῦμεν, δῆλον ὅτι κατορθοῦσι μᾶλλον οἱ τὰς καθολικωτέρας ἐναντιώσεις λαμβάνοντες· ὥστε εἰ συνῄσθοντο οἱ τὰ μερικώτερα λαμβάνοντες, ἠγάπησαν ἂν δηλονότι καθολικωτέρας λαβεῖν, ἵνα ἐπὶ πλειόνων ἐκτείνωσι τὰς ἀρχάς. διὰ τοῦτο οὖν δεῖ ἡμᾶς ζητήσαντας τίνες ἂν εἶεν κοινόταται πάντων ἁπλῶς ἀρχαί, ταύτας ὑποθέσθαι. Μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι. εἰς τοῦτο, φησί, συμφώνως πάντες ἠνέχθησαν, ὥστε τὰς ὑπ’ αὐτῶν ἀρχὰς τῶν ὄντων καλουμένας ἐναντίας τίθεσθαι.
因此,在这一方面,他们选取了不同的本原——我指的是既按照底层基质(因为热与冷不同于稀与密),又按照普遍与特殊——但所有人选取的又是相同的本原,因为正如他所说,所有人都选取了来自同一对应序列的东西,即按照同一比例。因为正如相同性不仅在底层基质或在定义上被言说,而且也在比例上被言说(因为我们说:正如这者是热的,那者是冷的;因为在这里,同一性或相似性既不在底层基质上,也不在定义上——因为二者各自的定义是不同的——而是在比例上。因为我们说:正如2对4,500对1000也同样;因此在这里同一性再次是按照比例的),由于所有人都选取了相反者,且选取了来自同一对应序列的相反者,在这一方面所有人便都说了相同的话。因为必须知道,毕达哥拉斯派把所有存在者和所有相反对立都还原为两个对应序列,即善的序列与恶的序列;因为他们把每一个相反对立都分配给这两个序列。因为他们把相反者中较好的一方划归善的序列,而把善恶单子双子奇偶友爱争吵过度不及大小分离结合热冷较差的一方划归恶的序列:例如白与黑、有理性与无理性、冷与热、争吵与友爱,他们说白、有理性、热和友爱属于善的序列,而与这些对立的则属于恶的序列。因此,在古人于存在者的诸本原中所采纳的诸相反对立中,其中的一部分成员被归入善的序列之下,另一部分则被归入恶的序列之下:例如,在按理性而言可知的相反对立中,单子、奇数和友爱归于善的序列之下,对立者归于恶的序列之下。再次,在按感觉而言可知的相反对立中,热、分离和大归于过度之下,而过度则归于善的序列之下,对立者归于恶的序列之下。因此,所有人都选取了按照同一序列的事物:因为他们选取的要么是热与冷,要么是结合与分离,要么是争吵与友爱。因为热与冷如何关联,结合与分离、大与小、争吵与友爱也同样如何关联;因为它们是以类似方式对立的。因此,交替地,正如大对分离相关且分离对热相关,小对结合相关且结合对冷也同样相关;因为正如小包容结合且结合包容冷一样,大同样包容分离且分离包容热。因此,由于从各个序列中同样地要么选取更特殊者,要么同样地选取更普遍者,在这一方面他们被说成选取了相同的事物;因为比如说,没有人选取大与结合,或者分离与冷(因为这些并不是同等地远离善和恶,而是一个更远,一个更近),相反,所有人都选取了从善和恶远离相同距离的这些事物。因此,由于所有人都是从同一序列中选取其各自的相反对立,在这一方面所有人说的都是相同的话;而由于一些人选取对理性更为可知者,另一些人选取对感觉更为可知者,一些人选取更普遍者,另一些人选取更特殊者,在这一方面他们说的则是不同的话。因此,既然我们寻求一切事物的共同本原,显而易见,那些选取更普遍相反对立的人做得更为正确;以至于选取更特殊者的人若察觉到了这一点,显然也会乐意选取更普遍者,以便将本原扩展至更多事物上。因此,为了这个缘故,我们必须在探讨了究竟何者会是纯粹一切事物的最共同本原之后,把它们确立为前提。“因此,直到这个地步,其余的大多数人几乎也都追随而至。”他说,所有人都一致地被引导至这个结论,以至于将那些被他们称为存在者之本原的事物确立为相反者。
- 1.91τῇ δὲ ἀγαθόν κακόν [...] τοῦ κακοῦ τὸ χεῖρον
在句法结构上,这是一个对照句:τῇ μὲν γὰρ τοῦ ἀγαθοῦ συστοιχίᾳ τὸ κρεῖττον τῶν ἐναντίων ἀπένεμον, τῇ δὲ τοῦ κακοῦ [省略 συστοιχίᾳ] τὸ χεῖρον;然而从 τῇ δέ 与 τοῦ κακοῦ 之间起,刊本排在正文旁的毕达哥拉斯派双列对照表(ἀγαθόν / κακόν, μονάς / δυάς 等)混入了句中。
- 1.91ἐναλλὰξ ὡς ἔχει τὸ μέγα πρὸς τὴν διάκρισιν καὶ αὕτη πρὸς τὸ θερμόν, οὕτω τὸ μικρὸν πρὸς τὴν σύγκρισιν καὶ αὕτη πρὸς τὸ ψυχρόν
副词 ἐναλλάξ 是数学术语,指“更替比/更比”(alternando,即从 A:B = C:D 推出 A:C = B:D)。它指示了从两列间的水平对立关系转为各列内的垂直比例关系。
