← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§121.25-123.20

相反者向形式与缺乏的还原及前人学说分类

针对亚里士多德《物理学》第一卷第五章(188b26)中关于前人本原学说的一致与分歧,菲洛波诺斯阐述了将相反者进一步还原为形式与缺乏的逻辑动因,并说明前人提出的诸本原可以依循“感觉可知/理性可知”与“普遍/特殊”的双重维度进行分类与调和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.91#1

" Μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι." Δείξας ὅτι ἀνάγκη τὰς εἰδικὰς ἀρχὰς ἐναντίας εἶναι ἔκ τε τῆς τῶν παλαιῶν μαρτυρίας καὶ ἐκ τοῦ λόγου, ὅτι τοῖς μεταβάλλουσι πᾶσι κατὰ τὰ ἐναντία ἡ μεταβολή, ἐπειδὴ βούλεται ἀρχὰς κοινοτάτας λαβεῖν τῶν ὁπωσοῦν μεταβαλλόντων, οὐ πάντα δὲ τὰ μεταβάλλοντα κατὰ τὰ ἐναντία μεταβάλλει (καὶ γὰρ ἀπὸ κακίας εἰς ἀρετήν, ἀπὸ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην, ταῦτα δὲ ἐναντία οὐκ ἔστιν· οὔτε γὰρ ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντία, οὔτε ἡ ἀνεπιστημοσύνη τῇ ἐπιστήμῃ, ἀλλὰ στερήσεις καὶ ἕξεις· αἱ γὰρ κακίαι ἀόριστοι ὥσπερ καὶ αἱ στερήσεις, τὰ δὲ ἐναντία ὥρισται διότι καὶ εἰδοπεποίηται, ἥ τε ἀνεπιστημοσύνη σαφῶς στέρησις μόνον τῆς ἐπιστήμης. εἰλήφθωσαν γὰρ μὴ ἁπλῶς οἱ διαστρόφους δόξας ἔχοντες, εἶτα εἰς ἐπιστήμην ἀγόμενοι· μάλιστα μὲν γὰρ καὶ οὗτοι κατὰ στέρησιν ἀντίκεινται τοῖς ἐπιστήμοσιν, εἴ γε καὶ ἡ κακία καθόλου στέρησις ἀρετῆς, ἀλλὰ διὰ τὸ τῆς στερήσεως ἀόριστον οὐκ ἔστι μοναχῶς ἡ τῆς κακίας πρὸς τὴν ἀρετὴν ἀντίθεσις. ὥσπερ γὰρ ἡ καμπυλότης στέρησις οὖσα τῆς εὐθύτητος οὐκ ἔστιν ἐν ὅρῳ τινί, ἀλλ’ ἐστὶ πᾶσα ἁπλῶς ἡ τῆς εὐθύτητος ἔκστασις, οὕτω καὶ ἐπὶ τῶν κακιῶν ἔχει. ὅμως ἐὰν τὸν μήπω διαστρόφους ἐννοίας ἔχοντα λάβωμεν, ἀλλ’ ἐκ παίδων εἰς ἐπιστήμην ἀγόμενον, πρόδηλον ὡς οὗτος ἐκ στερήσεως, τῆς ἀνεπιστημοσύνης λέγω, εἰς εἶδος ἄγεται τὴν ἐπιστήμην· οὐδεμία γὰρ προϋπόκειται διάστροφος δόξα, ἀλλὰ μόνον ἄγνοια τοῦ ἀληθοῦς), ἐπεὶ οὖν τὰς κοινοτάτας ἀρχὰς πάντων τῶν ὁπωσοῦν μεταβαλλόντων βούλεται λαβεῖν,1 οὐ πάντα δέ, ὡς εἶπον, τὰ μεταβάλλοντα κατὰ τὰ ἐναντία μεταβάλλει, βούλεται ἐπὶ τὰς καθολικωτάτας πάντων τῶν ὄντων ἀρχὰς ἀναγαγεῖν τὰ ἐναντία, τὸ εἶδος λέγω καὶ τὴν στέρησιν, καθ’ ἃ οὐ μόνον τὰ φυσικὰ ἀλλὰ καὶ τὰ ὑπερφυῆ μεταβάλλει, καὶ δεῖξαι ὅτι αὗται αἱ δύο ἀρχαὶ πάσης μεταβολῆς εἰσιν αἴτιαι τῇ ἑαυτῶν ἀνὰ μέρος παρουσίᾳ καὶ ἀπουσίᾳ τὰς μεταβολὰς ποιοῦσαι. βούλεται μὲν οὖν εἰς ταῦτα ὡς εἰς καθολικώτατα ἀναγαγεῖν τὰς ἀρχάς, ἀλλὰ πρὶν τοῦτο ποιήσει πρότερον ἀντιλέγει ταῖς δόξαις ταῖς περὶ τῶν ἀρχῶν τῶν πρὸ αὐτοῦ, καὶ διδάσκει τί μὲν ἔχουσι κοινόν, τί δὲ διάφορον. φησὶν οὖν ὅτι πάντες οἱ περὶ τῶν ἀρχῶν τῶν ὄντων δοξάσαντες, εἰ καὶ δοκοῦσι μὴ τὰς αὐτὰς ἐναντιώσεις πάντες ἐν ταῖς ἀρχαῖς ἀποτίθεσθαι, ἀλλὰ ἄλλος ἄλλην, ἀλλ’ οὖν σύμφωνα πάντες εἰρήκασιν ἑαυτοῖς,2 καὶ κατά τι δοκοῦντες διαφέρειν κατά τι κοινωνοῦσι πάντες· διαφέρουσι μὲν γὰρ ἀλλήλων τῷ τοὺς μὲν μερικώτερα λαβεῖν ἐναντία, τοὺς δὲ καθολικώτερα, καὶ τοὺς μὲν γνώριμα μᾶλλον τῇ αἰσθήσει ἤπερ τῷ λόγῳ, τοὺς δὲ τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει. τῶν γὰρ ἐναντίων τὰ μὲν τῇ αἰσθήσει μᾶλλόν εἰσι γνώριμα ἢ τῷ λόγῳ, τὰ δὲ τῷ λόγῳ μᾶλλον ἢ τῇ αἰσθήσει, ἐν ἀμφοτέροις δὲ τούτοις τὰ μέν εἰσι καθολικώτερα, τὰ δὲ μερικώτερα· οἷον γνώριμα τῇ αἰσθήσει μᾶλλον ἢ τῷ λόγῳ θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν, μανὸν καὶ πυκνόν, τῷ δὲ λόγῳ μᾶλλον γνώριμα ἢ τῇ αἰσθήσει νεῖκος καὶ φιλία, περιττὸν καὶ ἄρτιον, μονὰς καὶ δυάς. ἔστιν οὖν ἐν ἑκατέρῳ καὶ τὸ καθολικώτερον καὶ τὸ μερικώτερον· οἷον ἐν τοῖς κατὰ τὴν αἴσθησιν γνωρίμοις ἔστι μερικὸν μέν, φέρε εἰπεῖν, τὸ λευκὸν καὶ μέλαν, ὑπὲρ τοῦτο δὲ τὸ θερμὸν καὶ ψυχρόν, ὑπὲρ τοῦτο δὲ τὸ μανὸν καὶ πυκνόν, ὑπὲρ τοῦτο δὲ τὸ μέγα καὶ τὸ μικρόν, ὑπὲρ τοῦτο δὲ ὑπεροχὴ καὶ ἔλλειψις· ἐν δὲ τοῖς κατὰ τὸν λόγον γνωρίμοις ὑποκείσθω μερικώτερον μὲν σύγκρισις καὶ διάκρισις, τούτου δὲ ἐπὶ πλέον νεῖκος καὶ φιλία, ὑπὲρ τοῦτο δὲ τὸ περιττὸν καὶ τὸ ἄρτιον, ὑπὲρ δὲ τοῦτο μονὰς καὶ δυάς. ὅσοι μὲν οὖν ἀρχὰς εἰλήφασιν ἢ τὸ θερμὸν καὶ ψυχρόν, ὡς Παρμενίδης, ἢ τὸ μανὸν καὶ πυκνόν, ὡς Θαλῆς, ἢ τὸ μέγα καὶ μικρόν, ὡς Πλάτων, οὗτοι τῇ αἰσθήσει γνωριμωτέρας λαμβάνουσι τὰς ἀρχάς, ἀλλ’ οἱ μὲν καθολικωτέρας οἱ δὲ μερικωτέρας. ὅσοι δὲ νεῖκος καὶ φιλίαν, ὡς Ἐμπεδοκλῆς, ἢ περιττὸν καὶ ἄρτιον ἢ μονάδα καὶ δυάδα, ὡς οἱ Πυθαγόρειοι, οὗτοι τῷ λόγῳ μᾶλλον γνωριμώτερα ἐλάμβανον, καὶ τούτων πάλιν Ἐμπεδοκλῆς μὲν μερικωτέρας ἐλάμβανεν ἀρχάς, οἱ δὲ Πυθαγόρειοι καθολικωτέρας.

“因此,直到这个地步,其余的大多数人几乎也都追随而至。” 他既通过古人的见证,又通过论理(即对于一切变化之物而言,变化都是按照相反者发生的),展示了种的本原必然是相反者;而由于他意图把握以任何方式变化之物的最共同的诸本原,但并非所有变化之物都是按照相反者变化的(因为也有从恶行到德性、从未学[无知]到知识的变化,而这些并不是相反者;因为德性既非恶行的相反者,未学亦非知识的相反者,而是缺乏与状态[习性];因为诸恶行如同诸缺乏一样是不确定的,而相反者则是确定的,因为它们也是被赋予了形式的,且未学显然仅仅是知识的缺乏。因为不要仅仅设想那些持有扭曲意见尔后被引导至知识的人——因为假若恶行普遍而言是德性的缺乏,这些人尤其也是按照缺乏而与有知识者相对立的,但由于缺乏的不确定性,恶行对德性的对立并非单一种方式。因为正如弯曲作为笔直的缺乏并不在某一界限之内,而纯粹是偏离笔直的一切状态,在诸恶行上也同样如此。然而,如果我们设想一个尚未持有扭曲概念,而是自童年起就被引导至知识的人,那么显而易见,此人乃是从缺乏——我指的是未学——被引导至形式即知识;因为预先并未奠定任何扭曲的意见,而仅仅是对真理的不知),因此,既然他意图把握以任何方式变化的一切事物的最共同的诸本原,而并非所有变化之物(正如我所说)都是按照相反者变化的,他就意图将相反者还原为一切存在者的最普遍的本原,我指的是形式与缺乏(不仅自然事物而且超自然事物都按照它们而变化),并展示这两个本原是一切变化的原因,通过它们各自轮流的在场与缺席而产生变化。因此,他意图将诸本原还原为作为最普遍者的这些东西,但在做这件事之前,他首先反驳在他之前的那些人关于本原的意见,并教导他们有什么共同之处,有什么相异之处。因此他说,凡就存在者的诸本原持有意见的人,即使看似并非所有人都把相同的相反对立置于本原之中,而是各人各异,但无论如何他们所有人都说出了彼此一致的话,且在看似于某些方面有所不同时,在某些方面他们所有人都是相通的。因为他们彼此之间的不同在于,一些人选取了更特殊的相反者,另一些人选取了更普遍的相反者,一些人选取了对感觉比对理性更为可知者,另一些人则选取了对理性比对感觉更为可知者。因为在相反者之中,有些对感觉比对理性更为可知,有些对理性比对感觉更为可知,而在二者之中,有些更普遍,有些更特殊;例如,对感觉比对理性更为可知者有热与冷、干与湿、稀与密,而对理性比对感觉更为可知者有争吵与友爱、奇与偶、单子与双子。因此,在这两类中各自都存在更普遍者和更特殊者:例如,在按感觉而言可知的事物中,姑且说白与黑是特殊的,在此之上的是热与冷,在此之上的是稀与密,在此之上的是大与小,在此之上的是过度与不及;而在按理性而言可知的事物中,设结合与分离为更特殊者,范围比之更广的是争吵与友爱,在此之上的是奇与偶,在此之上的则是单子与双子。因此,凡是将热与冷(如巴门尼德),或稀与密(如泰勒斯),或大与小(如柏拉图)当作本原的人,他们所选取的是对感觉更为可知的本原,但一些人选取了更普遍的,另一些人选取了更特殊的。而凡是选取争吵与友爱(如恩培多克勒),或奇与偶,或单子与双子(如毕达哥拉斯派)的人,他们所选取的是对理性更为可知的本原,在这些人之中,恩培多克勒选取的又是更特殊的本原,而毕达哥拉斯派选取的则是更普遍的本原。

语法注2 条
  1. 1.91ἐπεὶ οὖν τὰς κοινοτάτας ἀρχὰς πάντων τῶν ὁπωσοῦν μεταβαλλόντων βούλεται λαβεῖν

    紧接着句首分词短语 Δείξας... 出现的由 ἐπειδὴ βούλεται... 引导的原因从句,在被一段长篇插入性讨论(καὶ γὰρ ἀπὸ κακίας... ἄγνοια τοῦ ἀληθοῦς)打断后,通过 ἐπεὶ οὖν 重新接续并重述(复述/复起用法)。其后紧随的主句为 βούλεται ἐπὶ τὰς καθολικωτάτας....

  2. 1.91ἀλλ’ οὖν σύμφωνα πάντες εἰρήκασιν ἑαυτοῖς

    反身代词 ἑαυτοῖς 在此处充当晚期希腊语中常见的相互代词 ἀλλήλοις 的代用,意为“所有人都说出了彼此一致的话”。虽然在语法上也可以将其理解为个体内部的自洽(“各自与自身不相矛盾”),但由后文的 κατά τι κοινωνοῦσι πάντες(“在某些方面他们所有人都是相通的”)以及 διαφέρουσι μὲν γὰρ ἀλλήλων(“因为他们彼此不同”)构成的对照表明,它指的是思想家彼此之间的共识与调和。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:121.25-123.20