- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:120.19-121.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐明,不仅依协调,依秩序与结合的生成也是出自相反者;中间者作为相反者的混合同样归结为出自相反者的变化,由此确立了相反者乃是生成与消灭的赋形本原。
" Διαφέρει δὲ οὐδὲν ἐπὶ ἁρμονίας εἰπεῖν ἢ τάξεως ἢ συνθέσεως." Ἐπειδὴ ὡς ἐπὶ ἁρμονίας ἐγύμνασε τὸν λόγον, διὰ τοῦτο εἶπε μηδὲν διαφέρειν κἂν μὴ κατὰ ἁρμονίαν, ὡς ἐπὶ τῆς λύρας, κατὰ σύνθεσιν δὲ ἡ γένεσις ᾖ ἢ κατὰ τάξιν, ὡς ἐπὶ στρατοπέδου· καὶ γὰρ ἡ τῆς οἰκίας σύνθεσις ἐξ ἀσυνθεσίας γίνεται, καὶ ἡ τοῦ στρατοπέδου τάξις ἐξ ἀταξίας, ὁμοίως δὲ καὶ τὸ ἐσχηματισμένον, ὡς ὁ ἀνδριάς, ἐξ ἀσχηματίστου γίνεται, καὶ τούτων οὐ τῶν τυχόντων οὔτε ἀναρμοστίας οὔτε ἀσυνθεσίας οὔτε ἀταξίας οὔτε τοῦ ἀσχηματίστου, ἀλλὰ τῶν προσεχῶς ἑκάστῃ συνθέσει ἢ ἁρμονίᾳ ἢ τῶν ἄλλων τινὶ ἀντικειμένων. εἴη γὰρ ἂν ἀσυνθεσία ὡς πρὸς τὴν σύνθεσιν τῆς οἰκίας ἡ τῆς νεὼς ἢ ἡ τοῦ ἀνδριάντος·1 ἀλλ’ οὐχ οἷόν τε ἐκ ταύτης γενέσθαι οἰκίαν· ὥστε ὡρισμένην τινὰ ἀνάγκη εἶναι ἀσυνθεσίαν ἐξ ἧς ἡ οἰκία, εἰ καὶ μὴ κατὰ ἄτομόν τι, ἀλλ’ ἐν πλάτει· πλὴν οὐδὲ ἐνταῦθα ἁπλῶς ἐκ στερήσεως τῆς τυχούσης, ἀλλ’ ἔστι τις ἰδιάζουσα στέρησις ἤτοι ἐναντίον τι, ἐξ οὗ γίνεται καὶ εἰς ὃ φθείρεται. ὃ δὲ ἐπὶ τούτου εἶπον, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν.
“谈论协调、秩序或结合,并无任何分别。” 由于他是以协调为例展开论辩的,因此他说,即使生成不是像在里拉琴上那样按照协调,而是按照结合,或像在兵营中那样按照秩序发生,也毫无分别;因为房屋的结合出自非结合,兵营的秩序出自无秩序,同样,被赋予形状者(例如雕像)也出自无形状者,并且并非出自任何随意的缺乏协调、非结合、无秩序或无形状,而是出自直接与每一种结合、协调或其余某种事物相对立者。因为相对于房屋的结合而言,船只的〔结合〕或雕像的〔结合〕将会是非结合;但房屋不可能出自它;因此,必然存在着某种确定的非结合,房屋由之生成,哪怕它不是作为一个不可分割的单一点,而是具有一定的幅度;不过在这里也并非随随便便出自任何随意的缺乏态,而是存在着某种特有的缺乏态即某种相反者,事物由之生成并消灭入其中。关于这一点我所说的话,在其余事物上也同样成立。
"Καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν." Ἡ μὲν οἰκία σύνθεσίς τις, ὁ δὲ ἀνδριὰς τάξις μᾶλλον τῶν μορίων· σύνθεσις γὰρ μᾶλλον ἐπὶ τῶν ἀνομογενῶν κυριώτερον λέγεται, οἷον ξύλων καὶ λίθων καὶ πλίνθων ἐξ ὧν ἡ οἰκία. μᾶλλον δὲ καὶ ἐπὶ οἰκίας ἡ τάξις καὶ ἐπὶ ἀνδριάντος ἡ σύνθεσις· ἔστι γάρ τι πρῶτον ἐν τῇ οἰκίᾳ, οἷον θεμέλιοι, εἶτα δεύτερον οἱ τοῖχοι, εἶτα ἡ ὀροφή, καὶ ἄλλως ἀδύνατον. ἔστι δὲ καὶ ἐπὶ τοῦ ἀνδριάντος οὐ μόνον τάξις μορίων, ἀλλὰ καὶ σύνθεσις.
“而这些事物之中的每一件,有些是秩序,有些则是某种结合。” 房屋是某种结合,而雕像更主要是部分的秩序;因为“结合”毋宁说更严格地是在异质事物上说的,例如木料、石头和砖块,房屋便由之构成。然而毋宁说,房屋中亦有秩序,雕像中亦有结合;因为在房屋中存在着第一位的东西,例如地基,其次第二位是墙壁,然后是屋顶,除此之外绝不可能。在雕像上同样不仅有部分的秩序,而且也有结合。
"Τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλανος." Μεταξὺ γὰρ τὸ φαιὸν τὸ ὠχρὸν τὸ ἐρυθρὸν καὶ πάντα τὰ παρὰ τὸ λευκὸν καὶ τὸ μέλαν, ἅπερ ἐκ τῆς μίξεώς ἐστι τοῦ λευκοῦ καὶ τοῦ μέλανος. ὥστε εἴ τι γίνεται ἐκ τῶν μεταξύ, πάλιν ἐξ ἐναντίου γίνεται· καθὸ γὰρ μετέχει τοῦ ἐναντίου τὸ μεταξύ, οὕτως ἐξ αὐτοῦ γίνεται τὰ γινόμενα. ὥστε εἰ ταῦτα οὕτως ἔχει, ἀνάγκη πᾶσαν γένεσιν καὶ φθορὰν ἐξ ἐναντίων εἶναι καὶ εἰς ἐναντία, εἰ δὲ τοῦτο, ἀρχαὶ ἂν εἶεν εἰδοποιοὶ τῶν ὄντων τὰ ἐναντία. τὸ δὲ “ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία” ἐξ ἐναντίων μὲν ἡ γένεσις, εἰς ἐναντία δὲ ἡ φθορά.2 δῆλον δὲ ὅτι καὶ τὸ λοιπὸν ἐπὶ ἑκατέρου· καὶ γὰρ ἐπὶ τῆς γενέσεως τὸ εἰς ἐναντία καὶ ἐπὶ τῆς φθορᾶς τὸ ἐξ ἐναντίων, ἀλλὰ κυριώτερον ἐπὶ μὲν τῆς γενέσεως τὸ ἐξ, ἐπὶ δὲ τῆς φθορᾶς τὸ εἰς, ὡς αὐτὸς ἐν τοῖς τελευταίοις δείκνυσι.
“而中间者出自相反者,例如诸颜色出自白与黑。” 因为灰色、土黄色、红色以及除了白与黑之外的一切颜色都是中间者,它们出自白与黑的混合。因此,如果有任何事物出自中间者,它便又是出自相反者;因为中间者在何种程度上分有相反者,所生成的事物便在何种程度上出自它。所以,如果这些情况属实,那么一切生成与消灭必然是出自相反者并走向相反者;如果真是这样,相反者便将是存在者的赋形本原。至于“或者出自相反者,或者走向相反者”这句话,生成是出自相反者,而消灭则是走向相反者。但显而易见,另一侧面也同样属于二者各自;因为在生成上也有走向相反者,在消灭上也有出自相反者,但在更严格的意义上,“出自”属于生成,而“走向”属于消灭,正如他自己在末尾部分所展示的那样。
- 1.88εἴη γὰρ ἂν ἀσυνθεσία ὡς πρὸς τὴν σύνθεσιν τῆς οἰκίας ἡ τῆς νεὼς ἢ ἡ τοῦ ἀνδριάντος
文本中的“ἢ τῆς νεὼς”系“ἡ τῆς νεὼς”之误植;承前“τὴν σύνθεσιν”省略名词“σύνθεσις”的“ἡ τῆς νεὼς ἢ ἡ τοῦ ἀνδριάντος”(“船只的〔结合〕或雕像的〔结合〕”)作“εἴη ἄν”的主语,“ἀσυνθεσία”作表语(“相对于房屋的结合而言,船只的〔结合〕或雕像的〔结合〕将会是非结合”)。随后分句中的“ταύτης”即回指这一内容。
- 1.90τὸ δὲ “ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία” ἐξ ἐναντίων μὲν ἡ γένεσις, εἰς ἐναντία δὲ ἡ φθορά.
引用语用作主语(或提示话题的绝对应格/关系对格),后续分句通过“μέν...δέ”在省略系动词“ἐστί”的情况下进行了分配性阐释:生成对应于“出自相反者”,消灭对应于“走向相反者”。
