← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§119.5-120.18

从中间者与复合实体的相反者生成

菲洛波诺斯阐明了由中间者而来的生成也是由于分有了相反者而依然属于出自相反者的生成,并指出复合实体的生成同样出自特定的相反者,只是其对立状态缺乏专有的名称而已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.86

" Ἢ τῶν μεταξύ." Οἷον ἐκ τοῦ φαιοῦ γίνεται τι λευκὸν ἢ μέλαν, μεταξὺ δὲ τοῦ λευκοῦ καὶ τοῦ μέλανος τὸ φαιόν. κἂν γὰρ γίνηταί τι ἐκ τοῦ μεταξύ, οὐχ ᾗ μεταξύ ἐστι γίνεται ἐξ αὐτοῦ, ἀλλ’ ᾗ τοῦ ἐναντίου μετέχει· γίνεται γὰρ ἐκ τοῦ φαιοῦ τὸ μέλαν οὐχ ᾗ μῖγμά ἐστι τὸ φαιὸν τοῦ λευκοῦ καὶ τοῦ μέλανος, ἀλλ’ ᾗ μετέχει τοῦ λευκοῦ. ὥστε καὶ ταῦτα ἐκ τῶν ἐναντίων γίνεται.

“或者出自中间者。” 例如,从灰色生成出某件白的东西或黑的东西,而灰色处于白与黑之间。因为即使某物出自中间者,它也不是就其是中间者而言出自它,而是就其分有相反者而言;因为黑出自灰色,并非就灰色是白与黑的混合而言,而是就其分有白而言。因此这些事物也是出自相反者的。

§1.87

"Ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον." Οὐχ ὡς ἐξειλήφασί τινες τὰ μὲν ἐπάνω περὶ τῶν κατὰ συμβεβηκὸς μεταβαλλόντων εἴρηται, ταῦτα δὲ ἐπὶ τῶν κατ’ οὐσίαν, ἵνα σύνθετον τὴν οὐσίαν ἀκούσωμεν·1 εἰ γὰρ σύνθετον εἶπε τὴν οὐσίαν διὰ τὸ ἐξ ὑποκειμένου εἶναι καὶ εἴδους, ὥς φασιν, οὐδὲ τὰ ἐν ὑποστάσει ποιὰ ἄνευ τοῦ ὑποκειμένου θεωροῦνται. καὶ ἄλλως εἰ περὶ πάσης οὐσίας ἔλεγε τὸ ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα, πῶς φησι μὴ ὠνομάσθαι τὰς ἀντικειμένας διαθέσεις τῶν οὐσιῶν καθ’ ἃς γίνεται; ἐπὶ γοῦν τῶν ἁπλῶν πρόδηλοι αἱ ἀντικείμεναι διαθέσεις ἐξ ὧν μεταβάλλουσι, λέγω δὴ ἐπὶ τῶν στοιχείων· ἐκ θερμοῦ γὰρ εἰς ψυχρὸν καὶ ἐκ ξηροῦ εἰς ὑγρὸν καὶ ἔμπαλιν. τί οὖν ἐγώ φημι; ὅτι προθέμενος περὶ τῆς πάντων μεταβολῆς εἰπεῖν, καὶ εἰπὼν πῶς τε τὰ κατὰ συμβεβηκὸς μεταβάλλοντα μεταβάλλει καὶ πῶς τὰ ἁπλᾶ σώματα, ὅτι προφανῶς ἐξ ἐναντίων, ἐπεὶ δοκοῦσιν αἱ σύνθετοι οὐσίαι μὴ ἐξ ἐναντίων ἴσχειν τὰς μεταβολάς, διὰ τοῦτο καὶ ἐπὶ τούτων γυμνάζει τὸν λόγον. φησὶν οὖν ὅτι καὶ ἐπὶ τῶν συνθέτων οὐσιῶν πάντως ἐξ ἐναντίων εἰσὶν αἱ γενέσεις, ἀλλὰ διὰ τὸ μὴ τὰς ἐναντίας διαθέσεις ὠνομάσθαι, οὐκ ἔστιν οὕτω τοῦτο δῆλον· ἐπ’ ἐνίων μὲν γὰρ αἱ στερήσεις αὐτῶν κοινῶς ὀνομάζονται, ἐπ’ ἐνίων δὲ οὐδὲ αἱ στερήσεις, ἀλλ’ αἱ ἀποφάσεις μόναι· τὴν μὲν γὰρ τῶν ὑποκειμένων σύνθεσιν καὶ ἁρμονίαν, ἐξ ὧν αἱ γενέσεις, καὶ τὴν τῶν αὐτῶν πάλιν ἀναρμοστίαν καὶ ἀσυνθεσίαν κοινοῖς ὀνόμασι καλεῖν ἔχομεν, αὐτὸ τοῦτο ἁρμονίαν καὶ ἀναρμοστίαν καλοῦντες καὶ σύνθεσιν καὶ ἀσυνθεσίαν, τὴν μέντοι ἰδίαν ἑκάστου ἁρμονίαν ἢ τὴν ἀντικειμένην ταύτῃ ἀναρμοστίαν οὐκέτι ἔχομεν ἰδικοῖς καλέσαι ὀνόμασι, καὶ τὰ μὲν ὑποκείμενα οὕτως ὀνομάζομεν καὶ τὰ τούτοις ἀντικείμενα ἐξ ὧν γίνονται καὶ εἰς ἃ φθείρονται, τῶν μέντοι εἰδῶν αὐτῶν οὐκέτι δυνάμεθα τὸ ἀντικείμενον στερητικῶς ὀνομάσαι, ἀλλ’ ἀποφατικῶς αὐτὸ καλοῦμεν οὐκ ἄνθρωπος καὶ οὐχ ἵππος, καίτοι τῶν εἰδῶν ὡρισμένοις ὀνόμασιν ὠνομασμένων, οἷον ἀνθρώπου ἵππου. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀλλ’ εἰ καὶ τὸ οὐκ ἄνθρωπος φέροιτο, φησί, καὶ ἐπὶ λίθου καὶ ἵππου καὶ πάντων τῶν μετὰ τὸν ἄνθρωπον, δῆλον δήπου ὅτι οὐκ ἐκ τοῦ τυχόντος οὐκ ἀνθρώπου γίνεται ὁ ἄνθρωπος (οὐ γὰρ ἐξ ἵππου ἢ ἐκ λίθου), ἀλλ’ ἔστι τι ὡρισμένως τῷ ἀνθρώπῳ ἀντικείμενον, ἐξ οὗ ἢ μεθ’ ὃ γίνεται· ὅπερ διὰ τὸ μὴ ὠνομάσθαι ἰδίῳ ὀνόματι πλάνην ἐμποιεῖ μήποτε οὐκ ἐξ ἐναντίου ἡ γένεσις.2 ὃ δὲ ἐπὶ ἀνθρώπου, τοῦτο καὶ ἐπὶ πάντων, καὶ ὅπερ ἐπὶ γενέσεως, τοῦτο καὶ ἐπὶ φθορᾶς.

“因为在存在者之中那些并非单纯而是复合的事物,也遵循着同样的道理。” 并非如某些人所理解的那样,以为上面谈论的是依偶性变化的事物,而这里谈论的是依实体变化的事物,以至于我们应当将实体理解为复合的;因为正如他们所说,如果他是因为实体由底质与形式构成而称实体为复合的,那么就连现实存在中的性质在没有底质的情况下也是无法被考察的。此外,如果他说“因为在存在者之中那些并非单纯而是复合的事物”是指一切实体,他又怎能说实体据以生成的那些对立状态并未被命名呢?无论如何在单纯事物上,它们由之变化的那些对立状态是显然的,我指的是在元素上;因为是从热到冷,从干到湿,反之亦然。那么我自己是如何主张的呢?他立意要探讨一切事物的变化,在说明了依偶性变化的事物如何变化以及单纯物体如何变化——即显然是出自相反者——之后,因为复合实体似乎并非从相反者获得其变化,正因如此,他也在这些事物上展开其论辩。因此他说,在复合实体上,生成也毫无例外地出自相反者,但由于那些相反状态并未被命名,这一点才不是那么显而易见;因为在某些事物上,它们的缺乏态被概括地命名,而在另一些事物上,连缺乏态也没有被命名,而只有否定词;因为对于底质的结合与协调(生成由之而来),以及同一底质的不协调与不结合,我们能够用共通的名称来称呼,把这本身称为协调与不协调、结合与不结合,然而我们却无法再用特定的名称来称呼每一种事物特有的协调或与之对立的不协调;尽管我们如此命名了底质以及由之生成和消灭入其中的对立物,但对于形式本身的对立物,我们却不再能够以缺乏态来命名,而是用否定词称其为“非人”与“非马”,尽管形式本身已经由确定的名称所命名,例如“人”与“马”。在其余事物上也同样如此。他说,然而即使“非人”既适用于石头,也适用于马,以及人之后的一切事物,但显而易见,人决不是出自任何随意的非人(因为并非出自马或出自石头),而是存在着某种特定地与人对立的东西,人出自它或紧接着它而生成;正是由于它没有被专有名称所命名,才产生了一种迷惑,以为生成或许并不是出自相反者的。在人身上成立的事情在一切事物上也成立,在生成上成立的事情在消灭上也同样成立。

语法注2 条
  1. 1.87Οὐχ ὡς ἐξειλήφασί τινες τὰ μὲν ἐπάνω περὶ τῶν κατὰ συμβεβηκὸς μεταβαλλόντων εἴρηται, ταῦτα δὲ ἐπὶ τῶν κατ’ οὐσίαν, ἵνα σύνθετον τὴν οὐσίαν ἀκούσωμεν

    句首的 Οὐχ ὡς 引出对某些人解释的否定(“并非如某些人所理解的那样……”)。ἵνα 从句依附于被否定的观点(承接 εἴρηται),表示那些解释者预设的理解目的或结果(“以至于我们应当将实体理解为复合的”)。作者本人的肯定论点随后通过 τί οὖν ἐγώ φημι; ὅτι... 构成对应呈现。

  2. 1.87ὅπερ διὰ τὸ μὴ ὠνομάσθαι ἰδίῳ ὀνόματι πλάνην ἐμποιεῖ μήποτε οὐκ ἐξ ἐναντίου ἡ γένεσις.

    中性关系代词 ὅπερ 作为主语,指代前述整个先行情况,即具体与人对立的事物。在 πλάνην ἐμποιεῖ(“产生迷惑”)之后,μήποτε 引导表示疑虑的从句,与否定词 οὐκ 连用,意为“生成或许并非出自相反者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:119.5-120.18