- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:117.23-119.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论述了第一原理所应具备的三项标准(不出自他物、不彼此由对方产生、其他事物出自它们)如何契合于相反者,随后通过论证指出一切生成都是从相反者到相反者,并消解了相反者是否由彼此产生的表面矛盾。
" Καὶ τοῦτο εἰκότως." Εἰκότως, φησί, τὰ ἐναντία ἀρχὰς ὑπέθεντο· τρία γὰρ ταῦτα ὑπάρχει ταῖς ἀρχαῖς ταῖς πρώταις κατὰ κοινὴν ἔννοιαν, τό τε μὴ εἶναι ἐξ ἄλλων (οὐκέτι γὰρ ἂν εἶεν πρῶται ἀρχαί), καὶ τὸ μὴ ἐξ ἀλλήλων εἶναι (εἴτε γὰρ εἴη ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, ἡ μὲν ἔσται ἀρχὴ ἡ δὲ οὐκ ἀρχή, εἴτε ἀμφότεραι ἐξ ἀλλήλων εἶεν, οὐδὲν μᾶλλον ἑκατέρα αὐτῶν ἀρχὴ ἔσται ἢ οὐκ ἀρχή), ὅτι δὲ καὶ ἐξ αὐτῶν τὰ ἄλλα δεῖ εἶναι, πρόδηλον. ἐπεὶ οὖν ταῦτα ὑπάρχειν δεῖ τοῖς πρώτοις ἐναντίοις·1 διότι μὲν γὰρ πρῶτά ἐστιν, οὐκ εἰσὶν ἐξ ἄλλων, διότι δὲ ἐναντία, ἀδύνατον ἐξ ἀλλήλων· οὔτε γὰρ ποιητικὰ ἀλλήλων τὰ ἐναντία (τοὐναντίον γὰρ φθαρτικά εἰσιν ἀλλήλων), οὔτε τὸ ἕτερον τῷ ἑτέρῳ ὑποκεῖσθαι δύναται· δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἀμετάβλητον εἶναι, ἀμετάβλητον δὲ ὂν εἰ ὑποκέοιτο τῷ ἐναντίῳ, τὰ ἐναντία ἔσονται ἐν τῷ αὐτῷ, ὅπερ ἀδύνατον. πῶς δὲ καὶ ἐκ τούτων τὰ ἄλλα; διότι κατὰ μεταβολὴν πᾶσα γένεσις, ὡς δειχθήσεται, μεταβολὴ δὲ πᾶσα ἐξ ἐναντίου καὶ εἰς ἐναντίον.
“而这是合乎情理的。” 他说,把相反者假定为原理是合乎情理的;因为依照共同概念,第一原理具有以下三点:一是不出自他物(因为那样它们就不再是第一原理了),二是不彼此由对方产生(因为无论是一方出自另一方,则一方将是原理而另一方不是原理;还是双方都彼此出自对方,则它们各自作为原理并不比不是原理更有理由),而其他事物必定出自它们则是显而易见的。因此,既然这些性质必定属于第一相反者——因为就其是第一的而言,它们不出自他物;而就其是相反者而言,它们不可能彼此由对方产生;因为相反者不能相互生成(相反,它们是彼此毁灭的),一方也不能作为底质承载另一方;因为第一原理必定是不变的,但若它是不可变的,却又作为底质承载其相反者,相反者就将存在于同一事物中,而这是不可能的。然而其他事物又如何出自它们呢?因为正如将要表明的,一切生成都是依据变化的,而一切变化都是从相反者向相反者进行的。
"Ληπτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων." Δείξας ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας ὅτι τὰ ἐναντία ἀρχαί, βούλεται καὶ ἐκ τοῦ λόγου τοῦτο δεῖξαι. πρότερον δὲ τίθησι τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τοῖς γινομένοις πᾶσι καὶ φθειρομένοις, ὅτι οὔτε ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεται, οὔτε μὴν φθείρεται εἰς τὸ τυχόν, ἀλλ’ ἐξ ἐναντίου εἰς ἐναντίον καὶ ἡ γένεσις καὶ ἡ φθορά. καὶ τοῦτο δῆλον ἐπὶ πάσης τῆς τῶν συμβεβηκότων γενέσεως· ἐκ ψυχροῦ γὰρ τὸ θερμόν, καὶ φθείρεται πάλιν εἰς τὸ ψυχρόν, καὶ τὸ ἄνω γινόμενον ἐκ τῶν κάτω μεταβάλλει καὶ τὸ κάτω πάλιν ἐκ τῶν ἄνωθεν, καὶ ἐπὶ πάντων ὁμοίως. εἰ μή τις λαμβάνει κατὰ συμβεβηκός.2 ἀδύνατον, φησί, μὴ ἐξ ἐναντίου εἰς ἐναντίον εἶναι τὴν γένεσιν, εἰ μή τι κατὰ συμβεβηκός· οἷον εἰ γίνεταί τι λευκὸν ἐκ μέλανος, συμβέβηκε δὲ τὸ μέλαν εἶναι καὶ θερμόν, λέγοιτο ἂν κατὰ συμβεβηκὸς ἐκ θερμοῦ τὸ λευκὸν γεγονέναι, διότι ἐξ οὗ γέγονε τοῦ μέλανος συνέβη θερμὸν εἶναι. ὁμοίως καὶ ὁ μουσικὸς εἰ θερμαίνοιτο, κατὰ συμβεβηκὸς ἐκ μουσικοῦ θερμὸν λέγεται γεγονέναι, διότι τὸ ψυχρὸν ἐξ οὗ γέγονε τὸ θερμὸν συνέβη καὶ μουσικὸν εἶναι. δόξει δὲ [τὰ] ἐναντία ἑαυτῷ λέγειν, ἄνω μὲν λέγων μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία, ἐνταῦθα δὲ μὴ ἂν ἄλλως γενέσθαι τὸ ἐναντίον ἢ ἐκ τοῦ ἐναντίου. πῶς μὲν οὖν ἐκεῖ λέγει μὴ γίνεσθαι ἐξ ἀλλήλων, ἱκανῶς ἐδείξαμεν, ἐνταῦθα δὲ τὸ ἐξ ἀλλήλων τὸ μετ’ ἄλληλά φησιν,3 ὥσπερ καὶ ὁ Πλάτων κυριώτερον αὐτὰ ἐκάλεσε· μετ’ ἄλληλα γὰρ ἂν κυριώτερον λεχθείη ἢ ἐξ ἀλλήλων, διότι ἀνάγκη πᾶσα μὴ ἄλλως γενέσθαι μέλαν τι μὴ λευκὸν πρότερον ὑπάρχον, μηδὲ θερμὸν ὃ μὴ πρότερον ψυχρὸν ἦν. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
“首先应当把握,在一切存在者之中。” 在通过古人的见证表明相反者是原理之后,他也试图通过论理来证明这一点。但他在此之前先确立了依照共同概念属于一切生成和消灭之物的事实,即:既不是随意的偶成之物出自随意的偶成之物,也不是消灭入随意的偶成之物,相反,生成与消灭都是从相反者向相反者进行的。这在一切偶性的生成上都是显而易见的:因为热出自冷,并再次消灭入冷,而成为在上者的是从在下者变化而来的,在下者又从在上者变化而来,在一切事物上都同样如此。除非有人依偶性来理解。他说,除非在某种偶性的方式下,否则生成不可能不是从相反者向相反者进行的;例如,假如有某物从黑变成白,而黑恰好也是热的,那么白就可被说成是依偶性出自热的,因为生成出白的那原本的黑碰巧是热的。同样,如果一个有教养的人变热,热被说成是依偶性出自有教养者的,因为热由之生成的那原本的冷碰巧也是有教养的。但他似乎在自相矛盾,在上面他说相反者不彼此由对方产生,而在这里却说相反者不可能不是从相反者产生的。那么,关于他在那里如何说它们不彼此由对方产生,我们已经作了充分的说明;而在这里,他所说的“彼此由对方产生”是指“彼此相继”,正如柏拉图也更恰当地称呼它们的那样;因为说它们是“彼此相继”比说“彼此由对方产生”更为恰当,因为完全必然的是:任何东西若非先前是白的,就决不可能变成黑的,若非先前是冷的,也决不可能变成热的。在其他事物上同样如此。
- 1.84ἐπεὶ οὖν ταῦτα ὑπάρχειν δεῖ τοῖς πρώτοις ἐναντίοις·
这是由连词 ἐπεὶ 引导的原因从句,但后文并未直接出现与之呼应的主句限定动词,而是直接转向了对理由的展开说明(διότι μὲν... διότι δὲ...),构成破格句(anacoluthon)。此处省略了主句内容“[他们将相反者假定为原理是合理的]”。
- 1.85εἰ μή τις λαμβάνει κατὰ συμβεβηκός.
这是对亚里士多德原文(188a35–b1)限定句的直接引述或概括,作为独立的省略条件句出现。紧随其后的句子(ἀδύνατον... εἰ μή τι κατὰ συμβεβηκός)是注解者对该句句法含义的具体阐释与重述。
- 1.85ἐνταῦθα δὲ τὸ ἐξ ἀλλήλων τὸ μετ’ ἄλληλά φησιν
这是一个双重宾格结构,其中介词短语经由中性单数定冠词名词化:τὸ ἐξ ἀλλήλων 作直接宾语,τὸ μετ’ ἄλληλα 作补足语宾格(意即“在这里他所说的‘彼此由对方产生’是指‘彼此相继’”)。
