- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:116.17-117.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了巴门尼德、泰勒斯与德谟克利特等前苏格拉底哲学家如何将相反者确立为存在的原理,并注解亚里士多德之所以补充“以某种方式”,是因为形状与位置的对立并非严格意义上的相反者,而应归为状态与缺乏。
" Οἵ τε λέγοντες ἓν τὸ πᾶν καὶ μὴ κινούμενον." Ὁ γὰρ Παρμενίδης, καίτοι ἓν λέγων τὸ πᾶν, ὅμως ἐν τοῖς πρὸς δόξαν θερμὸν καὶ ψυχρὸν ἀρχὰς τίθεται τῶν ὄντων. καὶ οἱ μανὸν καὶ πυκνόν, ὧν ἐστι Θαλῆς· τὸν γὰρ ἀέρα ὡς ὕλην ὑποτιθεὶς μανότητι καὶ πυκνότητι ἐξ αὐτοῦ εἰδοποιεῖ τὰ λοιπά. καὶ Δημόκριτος πλῆρες καὶ κενόν· πλῆρες γὰρ τὰς ἀτόμους ἐκάλει, κενῷ δὲ ταύτας διείργεσθαι. ἐκ τῆς συμπλοκῆς οὖν τοῦ κενοῦ καὶ τοῦ πλήρους εἰδοποιεῖσθαι πάντα. ἀλλ’ ἐπειδὴ πολλὴ διαφορὰ ἐν τοῖς οὖσιν, ἑτέρας ὑποτιθέμενος ἐναντιώσεις, οὕτως ἀπεδίδου τῆς διαφορᾶς τῶν ὄντων τοὺς λόγους· ὅσον γὰρ ἐπὶ τῷ κενῷ καὶ τῷ πλήρει, ἐπειδὴ πάντα ἐκ τούτων, οὐδὲν ἂν ἔμελλον ἀλλήλων διοίσειν.1 διὰ τοῦτο οὖν ἕτερα τρία γένη ἐναντίων ὑποτίθεται, ὧν πρὸς τὰς διαφορὰς διάφορα εἶναι καὶ τὰ ἀποτελούμενα. εἶναι μὲν γὰρ ἐναντίας ἀλλήλαις τοῖς σχήμασι τὰς ἀτόμους2 τῷ τὰς μὲν εἶναι γεγωνιωμένας, τὰς δὲ ἀγωνίους· ἐναντίον γὰρ εἶναι τὸ γεγωνιωμένον τῷ ἀγωνίῳ. διαφέρειν οὖν τὰ σύνθετα κατά τε ταύτην τὴν ἐναντίωσιν τῷ τὰ μὲν ἐκ γεγωνιωμένων ἐναντίων εἶναι τὰ δὲ ἐξ ἀγωνίων, ἔτι δὲ καὶ κατὰ τὴν τάξιν τῶν ἀτόμων· οἷον ἐν τούτῳ πρώτας μὲν εἶναι τὰς σφαιρικὰς εἰ τύχοι, τὰς δὲ πυραμοειδεῖς ὑστέρας (οἷον ἐν τῷ ἀνθρώπῳ τυχὸν αἱ μὲν σφαιρικαὶ ἄνω, ὅθεν σφαιροειδὴς ἡ κεφαλή, αἱ δὲ πυραμοειδεῖς περὶ τὴν γένυν), ἐν ἑτέρῳ δὲ ἔμπαλιν, ἐναντίον δὲ τὸ πρῶτον τῷ ὑστέρῳ. ἔτι διαφέρουσι καὶ κατὰ τὴν θέσιν τῶν ἀτόμων, οἷον εἰ αἱ πυραμίδες ἐν τούτῳ μὲν τὰς κορυφὰς κάτω ἔχουσι, τὰς δὲ βάσεις ἄνω (οἷον ἐν τῇ γένυϊ κάτω μὲν αἱ κορυφαὶ ἄνω δὲ αἱ βάσεις, ἐν ἑτέρῳ δὲ ἄνω μὲν αἱ κορυφαὶ κάτω δὲ αἱ βάσεις), ἐναντιότητες δὲ κατὰ τὴν θέσιν τὸ ἄνω τῷ κάτω, τὸ δεξιὸν τῷ ἀριστερῷ, τὸ ἔμπροσθεν τῷ ὄπισθεν. ὥστε καὶ οὗτος ἀρχὰς τῶν ὄντων τὰ ἐναντία ὑποτίθεται, ἐκάλει δὲ τὸ σχῆμα τὴν θέσιν τὴν τάξιν Ἀβδηρικαῖς φωναῖς ‘ῥυσμὸν τροπὴν διαθιγήν’, ῥυσμὸν μὲν τὸ σχῆμα, τροπὴν τὴν θέσιν, διαθιγὴν τὴν τάξιν.
“以及那些主张万物为一且不动的人。” 因为巴门尼德尽管主张万物为一,然而在关涉意见的事务中,他仍将热与冷确立为诸存在的原理。那些主张稀薄与浓密的人也是如此,泰勒斯就是其中之一;因为他假定气为质料,并通过稀薄与浓密由它塑成其余事物。德谟克利特则确立充实与虚空;因为他将原子称为充实,并主张它们由虚空隔开。因此,一切事物都是由虚空与充实的交织而塑造成形的。然而,由于诸存在之间存在着巨大的差异,他通过假定其他的相反性,以这种方式给出了诸存在差异的根据;因为仅就虚空与充实而言,既然一切事物都出自它们,它们本不可能彼此有任何差异。因此正因如此,他假定了另外三种相反者的属,依照它们的差异,所生成的事物也各不相同。因为他认为,原子在形状上彼此相反,在于有的具有棱角,有的则无棱角;因为具有棱角者与无棱角者是相反的。因此复合事物不仅依照这一相反性而有差别——即一部分由具有棱角的相反原子构成,另一部分则由无棱角原子构成——而且还依照原子的次序而有差别;比方说,如果碰巧的话,在此物中球形原子在先,角锥形原子在后(例如在人身上,碰巧球形原子在上,故而头是球形的,而角锥形原子则在下颌附近),在彼物中则相反,而在先与在后是相反的。此外,它们还依照原子的位置而有差别,例如角锥在此物中顶点朝下而底面朝上(例如在下颌处顶点朝下而底面朝上,在彼物中则顶点朝上而底面朝下),依照位置的相反性则是上与下、右与左、前与后。因此,他也将相反者假定为诸存在的原理,并用阿布德拉方言将形状、位置和次序称为“构型、转位、触合”,以构型指形状,以转位指位置,以触合指次序。
"Ὅτι μὲν οὖν τὰ ἐναντία πως πάντες ποιοῦσιν ἀρχάς,〈δῆλον〉." Τό πως προσέθηκε διότι οὐ κυρίως ἐναντία ἐστὶ τὸ γεγωνιωμένον τῷ ἀγωνίῳ ἢ τὸ εὐθὺ τῷ περιφερεῖ, ἀλλ’ εἴ γε ἄρα ὡς ἕξις καὶ στέρησις,3 ἕξις μὲν τὸ εὐθύ, στέρησις δὲ τὸ καμπύλον (τὸ μὲν γὰρ εὐθὺ ὥρισται, τὸ δὲ καμπύλον ἀόριστον), ὁμοίως δὲ καὶ τὸ ἀγώνιον καὶ τὸ γεγωνιωμένον, τοιαῦται δὲ αἱ ἕξεις καὶ αἱ στερήσεις. ὥστε ἢ οὐδ’ ὅλως ἀντίκειται ταῦτα ἀλλήλοις, ἀλλὰ μόνον ἕτερά ἐστιν, ἢ εἴ τις καὶ βούλοιτο ἀντικεῖσθαι, οὐκ ἄλλως δυνατὸν ἢ ὡς ἕξιν καὶ στέρησιν.
“因此,所有人都以某种方式将相反者作为原理,这是显然的。” 他加上了“以某种方式”,是因为具有棱角者与无棱角者,或者直线与圆周线,在严格意义上并非相反者,而即使可以说是相反者,也只是作为状态与缺乏:直线是状态,曲线是缺乏(因为直线是有规定的,曲线则是无规定的),无棱角者与具有棱角者同样如此,而状态与缺乏正是这般的。因此,这些事物要么根本互不对立,而仅仅是不同的,要么即便有人想把它们视为对立的,也唯有作为状态与缺乏才是可能的。
- 1.82ὅσον γὰρ ἐπὶ τῷ κενῷ καὶ τῷ πλήρει, ἐπειδὴ πάντα ἐκ τούτων, οὐδὲν ἂν ἔμελλον ἀλλήλων διοίσειν
短语 ὅσον ἐπί 加与格(“就……而言”)构成限定性条件句,穿过 ἐπειδή 引导的因果从句,连接主句 οὐδὲν ἂν ἔμελλον ἀλλήλων διοίσειν(“它们本不可能彼此有任何差异”)。ἔμελλον 支配不定词并伴随 ἄν,表达过去与事实相反的虚拟语气(若仅有这两者,则本无法产生任何差异)。
- 1.82εἶναι μὲν γὰρ ἐναντίας ἀλλήλαις τοῖς σχήμασι τὰς ἀτόμους
这是间接引语中的“宾格与不定词”结构,承接前文 ὑποτίθεται(“他假定”)的主语,用以陈述德谟克利特的学说。后文的 διαφέρειν οὖν τὰ σύνθετα 亦是处于同一间接引语统治下的不定词。与格 τοῖς σχήμασι 为表方面的与格(“在形状上”)。
- 1.83ἀλλ’ εἴ γε ἄρα ὡς ἕξις καὶ στέρησις
在条件从句 εἴ γε ἄρα 中省略了述谓动词(ἐναντία ἐστί),需补充理解为“但即便真的算作[相反者],也只是作为状态与缺乏[而相反]”。随后的并列从句 ἕξις μὲν τὸ εὐθύ, στέρησις δὲ τὸ καμπύλον 同样省略了系动词 ἐστί。
