← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§114.27-116.16

近邻质料中源于缺乏与相反性的生成

斐洛波诺斯论证了生成并非出于单纯的否定,而是出于受限定的缺乏与相反性,并通过人在近邻质料(精液与经血)中受动性性质的变化对此加以阐明,进而指出在人工物以及音调和谐中,近邻质料特有的不谐亦遵循同样的类比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81#5

ἐπεὶ οὐδ’ ὅσα ἐκ στερήσεων καὶ οὐκ ἐξ ἐναντίου γίνονται,1 οὐδὲ ταῦτα ἁπλῶς ἐκ τῆς τυχούσης στερήσεως γίνεται. λέγοιτο δ’ ἂν καὶ τὸ ὕδωρ οὐκ οἰκία καὶ ὁ ἵππος οὐκ οἰκία, ἀλλ’ ὅμως οὐκ ἂν γένοιτο ἐκ τούτων οἰκία, διότι μηδὲ κυρίως ἐπὶ τούτων ἡ στέρησις, ἀλλὰ μόνον ἡ ἀπόφασις, στέρησις δὲ ἐπὶ τούτων ἐφ’ ὧν καὶ ἡ ἕξις πέφυκε γίνεσθαι. ἀλλ’ ἐφ’ ὧν μὲν ἡ γένεσις σχημάτων ἐστὶ μόνον καὶ μορφῶν, ἐπὶ τούτων οὐκ ἔστιν ἐπὶ τῆς στερήσεως εὑρεῖν ἐναντίωσιν, ἐφ’ ὧν δὲ καὶ ποιότητές εἰσι παθητικαί, ἐπὶ τούτων ἐξ ἀνάγκης καὶ ἡ ἐναντιότης. ἐπὶ γοῦν τῆς προσεχοῦς ὕλης ἐξ ἧς ὁ ἄνθρωπος, λέγω δὴ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου, εἰ καὶ καλεῖται ταῦτα οὐκ ἄνθρωπος ὡς ἔχοντα ἐν ἑαυτοῖς τὴν τοῦ ἀνθρώπου στέρησιν, ἣν ἀποβαλόντα εὐθὺς τὸ εἶδος δέχονται, ἀλλ’ οὖν ἀνάγκη εἶναί τινα ἐν τούτοις καὶ ἐναντίωσιν πρὸς τὸν ἄνθρωπον (ἄνθρωπον δὲ λέγω τὸν σύνθετον, λέγω δὴ τὸ ἡρμοσμένον σῶμα, ᾧ τὸ εἶδος τὸ ζωτικὸν ἐπιγίνεσθαι πέφυκεν)· εἰ γὰρ πάσχει τι καὶ μεταβάλλει οὐσιωδῶς, οὔτε δὲ τὸ ὅμοιον εἰς τὸ ὅμοιον μεταβάλλει, οὔτε ἁπλῶς εἰς ἕτερόν τι, ἀλλ’ εἰς τὸ ἐναντίον, ἀνάγκη πᾶσα εἶναί τινα ἐναντίωσιν ἐν τῷ σπέρματι, καθ’ ἣν πάσχον ποιεῖ τὸ σῶμα ἐξ ὑγροτέρου, φέρε εἰπεῖν, ξηρότερον γινόμενον, ἐκ κεχυμένου πεπηγός, ἐκ θερμοτέρου ψυχρότερον, καὶ οὕτω πάσχον μᾶλλον ἢ ἧττον κατὰ τὰς ἐναντίας ποιότητας τὰ διάφορα τοῦ ἀνθρώπου ἐπιτελεῖ μόρια ὀστοῦν σάρκα νεῦρον καὶ τὰ λοιπά. ὅπερ δὲ ἐπὶ τούτου εἶπον, τοῦτο καὶ ἐπὶ πάντων ἐμψύχων τε καὶ ἀψύχων φημί, λέγω δὴ μετάλλων· κἀκεῖ γὰρ ἡ αὐτὴ ἀναλογία. ὥστε εἰ ταῦτα οὕτως ἔχει, πρόδηλον ὅτι πᾶσα γένεσις ἐξ ἐναντίων καὶ εἰς ἐναντία. ὁμοίως δὲ καὶ ἡ φθορά. δέδεικται ἄρα καὶ ἐκ τοῦ λόγου ὡς ἀνάγκη τὰς εἰδοποιοὺς τῶν ὄντων ἀρχὰς ἐναντίας εἶναι. Μήποτε δὲ καὶ ἐπὶ τῶν τεχνητῶν πάντων ἔστι τὴν αὐτὴν ἀναλογίαν φυλάξαι·2 οὐ γὰρ ἐκ τῆς αὐτῆς ἀναρμοστίας καὶ ἀσυνθεσίας θρόνος τε ἂν γένοιτο καὶ ἀβάκιον. νῦν γὰρ περὶ ὕλης τῆς προσεχεστάτης ἡμῖν ὁ λόγος, ἥτις μόνου ἐστὶ προσεχῶς τοῦδέ τινος· διὰ τοῦτο γὰρ καὶ φαμεν μὴ πᾶν ἐκ παντὸς γίνεσθαι. εἰ γὰρ περὶ τῆς ἁπλῶς ὕλης ἦν ἡμῖν ὁ λόγος, δῆλον ὅτι κατὰ ταύτην πᾶν ἐκ παντὸς γίνεται ἀναλυομένου ἑκάστου εἰς τὴν ὕλην, καὶ οὕτως τῆς ἐκείνῳ ὑποκειμένης ὕλης πᾶσι τοῖς ἄλλοις ὑποκεῖσθαι δυναμένης, καὶ ἢ εὐθὺς καὶ ἀμέσως, ἢ διά τινων μέσων, λέγω δὴ πρώτων, εἰς ἄλλα καὶ ἄλλα μεταβαλλούσης· οἷον φθαρέντος τοῦ λίθου τὰ ὑποκείμενα αὐτῷ τέσσαρα στοιχεῖα μεταβάλλει εἰς καρπούς, κἀκεῖνο εἰς αἷμα, κἀκεῖνο εἰς σπέρμα, ὅπερ ἐστὶ προσεχῶς ὕλη ἀνθρώπου, ἀλλὰ καὶ ἀμέσως ὡς ὅτε ἵππῳ σηπομένῳ σφῆκες γίνονται ἢ σκώληκες. ἐπεὶ οὖν οὐ περὶ τῆς ἁπλῶς ὕλης καὶ κοινῆς ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ τῆς προσεχεστάτης, φημὶ ὅτι οὐ μόνον ἐπὶ τῶν φυσικῶν, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνητῶν οὐκ ἐκ τῆς τυχούσης ἀναρμοστίας καὶ ἀσυνθεσίας τὸ τυχὸν εἶδος· ὁ γὰρ τέκτων ἄλλως μὲν κατασκευάζει τὴν τοῦ ἀβακίου ὕλην, ἄλλως δὲ τὴν τοῦ θρόνου ἢ ἑτέρου τινός. εὐτρεπισθείσης οὖν τῆς ὕλης τοῦ τε ἀβακίου καὶ τοῦ θρόνου μήπω μέντοι συναρμοσθέντων τῶν ὑλικῶν, ἔστι τις καὶ ἐν τῇ ὕλῃ τοῦ ἀβακίου ἀναρμοστία καὶ ἀσυνθεσία, ἔστι δὲ καὶ ἐν τῇ τοῦ θρόνου, καὶ οὔτε τὸ ἀβάκιον γένοιτο ἂν ἐκ τῆς ἀναρμοστίας καὶ ἀσυνθεσίας τῆς ἐν τῇ ὕλῃ τοῦ θρόνου, οὔτε ὁ θρόνος ἐκ τῆς τοῦ ἀβακίου. ἰδίᾳ ἄρα ἀναρμοστία καὶ ἀσυνθεσία ἀντίκειται ἑκάστῳ, ἐν ᾗ ἴσως καὶ ἐναντιότης τις ἐνθεωρηθήσεται κατ’ αὐτὸ τοῦτο τὸ ἀνάρμοστον καὶ ἀσύνθετον. τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν. καὶ γὰρ ἐπὶ τῆς Λυδίου εἰ τύχοι ἁρμονίας ἔστι τις ἑκάστης χορδῆς τάσις, ᾗτινι γενομένῃ εὐθὺς ἐπιγίνεται τὸ τῆς ἁρμονίας εἶδος. τῇ οὖν εὐθὺς πρὸ αὐτῆς ἀναρμόστῳ τάσει ὑπάρχοι ἂν ἡ ἀναρμοστία αὐτῆς, ἤγουν κἂν ἑκάστη τῶν χορδῶν τὴν προσήκουσαν τάσιν λάβοι, πρὶν οἷον συντεθῶσιν αἱ χορδαὶ καὶ ὁ ἀπ’ αὐτῶν ἦχος συγκραθῇ, ἡ προσεχέστατά ἐστιν ἀντικειμένη ἀναρμοστία3 τῇ Λυδίῳ ἁρμονίᾳ καὶ οὐδεμιᾷ ἄλλῃ.

因为即便那些从缺乏而非从相反者中生成的事物,也绝非单纯地从偶然碰上的缺乏中生成的。水也可以被称为“非房屋”,马也可以被称为“非房屋”,但房屋无论如何不可能从这些事物中生成,因为在它们身上甚至根本谈不上严格意义上的缺乏,而仅仅是否定,缺乏乃是存在于那些状态天然地生成于其中的事物之上的。然而,在那些生成仅关乎形状与形态的事物上,固然不可能在缺乏中发现相反性,但凡是也存在着受动性性质的事物,在它们身上就必然也存在着相反性。无论如何,就人从中生成的近邻质料而言——我指的是精液和经血——即便它们也被称为“非人”,因为它们自身带有人的缺乏,一旦舍弃这缺乏便立即接受形相,但无论如何,在它们之中必然也存在着某种相对于人的相反性(而我所说的人乃是指复合之人,我指的是那调谐完好的身体,生命形相天然地依附其上而生);因为如果有某种事物受动并且发生实体性变化,而同类既不变化为同类,亦非单纯地变化为任何其他事物,而是变化为相反者,那么在精液中就完全必然存在着某种相反性,依照它受动,便塑造出身体——比方说从较湿变为较干,从融化之物变为凝结之物,从较热变为较冷,如此依照相反性质或多或少地受动,便构成了人的各个不同部分:骨、肉、筋以及其余部分。而我在这一情形中所说的,对于一切有魂与无魂之物——我指的是矿物——我也是如此主张的;因为在那里也是同样的类比。因此,如果这些情况属实,那么显而易见,一切生成都是出于相反者并归于相反者,消灭亦是同样。由此可见,即便从论证出发,也已证明诸存在的塑形相原理必然是相反的。 然而,难道在一切人工物的情形中不也可以保持同样的类比吗?因为宝座与小几绝不可能从同一种不谐与非复合中生成。因为我们现在的论述所关涉的是最邻近的质料,它邻近地仅属于这一个特定之物;正是由于这个缘故,我们才说并非一切都从一切中生成。因为如果我们的论述关涉的是单纯的质料,那么显而易见,依照这种质料,随着每一事物被还原为质料,一切就都可以从一切中生成,从而那作为基底承载该事物的质料能够承载所有其余事物,或者立刻且直接地,或者通过某些中介者——我指的是最初之物——变化为不同事物;例如,石头消灭后,作为其基底承载它的四元素变化为农作物,农作物变化为血液,血液变化为精液,而这精液便是人的直接质料;但也直接地变化,例如在马腐烂时生成马蜂或蛆虫。因此,既然我们的论述不是关涉单纯且普遍的质料,而是关涉最邻近的质料,那么我断言,不仅在自然物上,而且在人工物上,偶然的形相绝非从偶然的不谐与非复合中生成;因为木匠是以一种方式制备小几的质料,而以另一种方式制备宝座或某种其他物品的质料。因此,当小几与宝座的质料皆已备妥、然而质料的各部分尚未拼接之时,在小几的质料中存在着某种不谐与非复合,在宝座的质料中也存在着,并且小几不可能从宝座质料中的不谐与非复合中生成,宝座也不可能从小几质料的不谐与非复合中生成。因此,有各自特有的不谐与非复合与每一事物相对立,在这之中,或许依凭这不调谐与非复合的自身,某种相反性也会被察知。其余事物亦是如此。因为比方说在吕底亚调的和谐中,也存在着每根琴弦的某种张力状态,一旦这状态生成,和谐的形相便立即依附其上而生。因此,就在其紧邻在先的未调谐张力状态中,便存在着它的不谐;也就是说,哪怕每根琴弦都获得了应有的张力,在琴弦如同被组合起来并且从它们发出的声音融为一体之前,这正是最邻近地与吕底亚调和谐相对立的不谐,而绝非与其他任何调相对立。

语法注3 条
  1. 1.81ἐπεὶ οὐδ’ ὅσα ἐκ στερήσεων καὶ οὐκ ἐξ ἐναντίου γίνονται

    句首的 ἐπεί 引出对前一段末尾所提反问(人为何不直接从石头等生成)的解释与理由。οὐδέ 与主句中的 οὐδὲ ταῦτα 相应,构成强调性的否定结构:“甚至连那些……的事物,也绝非……”。

  2. 1.81Μήποτε δὲ καὶ ἐπὶ τῶν τεχνητῶν πάντων ἔστι τὴν αὐτὴν ἀναλογίαν φυλάξαι

    μήποτε 与直陈式现在时 ἔστι 连用,委婉地提出一种审慎的推测或新论点(“或许在一切人工物上也能保持同样的类比吧”),避免了绝对断言。

  3. 1.81ἤγουν κἂν ἑκάστη τῶν χορδῶν τὴν προσήκουσαν τάσιν λάβοι, πρὶν οἷον συντεθῶσιν αἱ χορδαὶ καὶ ὁ ἀπ’ αὐτῶν ἦχος συγκραθῇ, ἡ προσεχέστατά ἐστιν ἀντικειμένη ἀναρμοστία

    ἤγουν 引进对前一句的解释性重述。在插入了让步条件从句 κἂν ... λάβοι 与时间从句 πρὶν ... συγκραθῇ 之后,冠词 ἡ 统摄整个名词短语 προσεχέστατα ... ἀντικειμένη ἀναρμοστία,附读动词 ἐστιν 则以超置语序插入该短语内部。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:114.27-116.16