← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§113.9-114.27

复合实体的生成与人工物和自然物的相反性

菲洛波诺斯论证复合实体也是从不谐与非复合等对立状态中生成的。他对比了人工物与自然生成:人工物的形式对立面只是不确定的缺乏,而自然的生成则必然出于实体性性质之间真正的相反性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81#4

εἰ τοίνυν κατὰ σύνθεσίν τινα καὶ ἁρμονίαν γίνεται λίθος καὶ ξύλον καὶ ἵππος καὶ ἄνθρωπος, δῆλον ὅτι καὶ ἐγένοντο ἐξ ἀναρμοστίας καὶ ἀσυνθεσίας. ὥσπερ ἡ οἰκία σύνθεσίς τίς ἐστι τοιάδε καὶ σχῆμα· τοιγαροῦν γίνεται ἐξ ἀσυνθεσίας καὶ ἀσχημοσύνης τῆς τοιᾶσδε. ὁμοίως δὲ καὶ [εἰ] ἡ ἁρμονία οἷον ἡ Λύδιος ἡ Φρύγιος ἡ Ἰάς,1 ἁρμονία τις οὖσα τῆς νεάτης πρὸς τὴν ὑπάτην τὸν ἡμιόλιον, φέρε εἰπεῖν, ἢ τὸν ἐπίτριτον ἢ τὸν διπλασίονα ἐχούσης λόγον· καὶ γὰρ δῆλον ὅτι ἐκ τοῦ μὴ διπλασίου ἢ μὴ ἡμιολίου ἢ μὴ ἐπιτρίτου, ὅπερ ἐστὶν ἀναρμοστία τῆς Λυδίου τυχὸν ἢ τῆς Φρυγίου ἢ τῆς Ἰάδος ἁρμονίας. καὶ φθείρεται δὲ πάλιν ἡ ἁρμονία καὶ σύνθεσις εἰς τὴν ἀσυνθεσίαν καὶ ἀναρμοστίαν. Ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως ἔχει καὶ ἐπὶ τῆς τῶν οὐσιῶν γενέσεως. ἐπεὶ γὰρ ὁ ἄνθρωπος τοιάδε τίς ἐστι σύνθεσις καὶ ἁρμονία τῶν ἁπλῶν, ᾗ ἐπιγίνεσθαι πέφυκε τὸ εἶδος, δῆλον ὅτι γέγονεν ἐξ ἀσυνθεσίας καὶ ἀναρμοστίας, καὶ ἁπλῶς πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε2 γίνεται, ἐξ οὐ τοιοῦδε δὲ οὐ παντός, ἀλλὰ τοῦ ἀντικειμένου. ἀλλ’ αἱ μὲν ἕξεις καὶ τὰ εἴδη ἰδίῳ ἑκάστη ὀνόματι κέκληται, αἱ μέντοι ἀντικείμεναι διαθέσεις τούτων οὐκ ἔχουσιν ἴδια ὀνόματα, ἀλλὰ τῷ κοινῷ τῆς στερήσεως ὀνόματι κέκληνται· ὅθεν οὐ δοκεῖ ἐκ τῶν ἐναντίων ταῦτα γίνεσθαι, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἐξ ὧν καὶ τοῖς ἁπλοῖς σώμασιν ἡ εἰς ἄλληλα μεταβολή. ὅθεν πρόδηλος καὶ ἐπὶ τούτων ἡ ἐναντιότης καθ’ ἣν γίνονται, ἐπὶ δὲ τῆς τῶν συνθέτων γενέσεως, διὰ τὸ μὴ ὠνομάσθαι τὰς ἀντικειμένας διαθέσεις, ἄδηλον δοκεῖ εἰ ἐκ τῶν ἐναντίων αὐτοῖς ἡ γένεσις, καὶ μὴ ἁπλῶς ἐκ τῆς στερήσεως ἥτις ἂν ᾖ, ὥσπερ καὶ ἐπὶ τῶν τεχνητῶν ἔχει. ἡ γὰρ Λύδιος ἁρμονία γίνεται ἐκ τῆς ἀναρμοστίας τῆς Λυδίου, ἀλλ’ ἡ Λύδιος ἀναρμοστία δύναται εἶναι Φρύγιος ἁρμονία ἢ ἑτέρα τις, δύναται δὲ καὶ ἁπλῶς ἀναρμοστία εἶναι τῶν χορδῶν ὁπωσοῦν ἐχουσῶν, καὶ τοῦτο ποικίλως ἄλλοτε ἄλλως ἐπιτεταμένων μᾶλλον ἢ ἀνειμένων. καὶ ἡ τῆς οἰκίας σύνθεσις ἐξ ἀσυνθεσίας γινομένη ἐξ ἀορίστου τῆς ἀσυνθεσίας ταύτης γίνεται· δύναται γὰρ ὁ οἰκοδόμος ἄλλοτε ἐξ ἄλλης ἀναρμοστίας καὶ ἀσυνθεσίας λίθων ποιῆσαι τὴν οἰκίαν συντιθεὶς τοὺς λίθους καὶ ἁρμόζων. ἐπὶ μὲν οὖν τῶν τεχνητῶν οὐχ ὥρισται τὸ ἀντικείμενον, διότι τοῖς πολλοῖς τῶν τεχνητῶν οὐδὲ ἐξ ἐναντίων ἡ γένεσις, ἀλλ’ ἐκ στερήσεων μόνον· τοῦτο δὲ διότι οὐδὲ τῷ σχήματι καὶ τῇ μορφῇ ἔστι τι ἐναντίον, εἰ μὴ οὕτως ὡς ἀσχημάτιστον ἐσχηματισμένῳ καὶ ἄμορφον μεμορφωμένῳ, τοῦτο δὲ στέρησίς ἐστι καὶ ἕξις, οὐκ ἐναντιότης. ὅσαι οὖν τῶν τεχνῶν σχῆμα μόνον ἢ μορφὴν τοῖς ἰδίοις ἔργοις ἐπιτιθέασιν, ἐπειδὴ τῇ μορφῇ καὶ τῷ σχήματι οὐδέν ἐστιν ἐναντίον, διὰ τοῦτο οὐδὲ ἐξ ἐναντίων ποιοῦσι τὰ ἴδια ἔργα, ἀλλ’ ἐκ στερήσεων μόνον, ὅσαι δὲ καὶ περὶ τὰ ἄλλα εἴδη τῆς ποιότητος ἐνεργοῦσιν, ἐν οἷς ἐστὶ τὸ ἐναντίον, αὗται πάντως ἐκ τῶν ἐναντίων ποιοῦσιν ἢ πάντως ἐκ τῶν μεταξύ· ἐκ λευκοῦ γὰρ οἱ βαφεῖς μέλαν ποιοῦσιν ἢ τῶν μεταξύ καὶ πεπηγὸς ἐκ κεχυμένου καὶ σκληρὸν ἐκ μαλακοῦ καὶ ἔμπαλιν, καὶ ἐπὶ πάντων ὁμοίως. αἱ μὲν οὖν τέχναι οὕτως, ἡ δὲ φύσις ἐπειδὴ μὴ σχῆμα μόνον τοῖς πράγμασιν ἐπιτίθησιν, ἀλλὰ καὶ τὰς λοιπὰς οὐσιώδεις ποιότητας, ἐν οἷς ἐστὶν ἡ ἐναντιότης,3 ἐξ ἀνάγκης δεῖ πάντως τὰ γινόμενα ὑπ’ αὐτῆς ἐξ ἐναντιώσεών τινων γίνεσθαι, εἰ καὶ μή εἰσιν ὠνομασμέναι αὗται αἱ ἐναντιώσεις· οὐ γὰρ ἁπλῶς ἐκ τῆς στερήσεως ποιεῖ τὸν ἄνθρωπον, λέγω δὴ τοῦ οὐκ ἀνθρώπου, ἐπειδὴ καὶ ὁ ἵππος οὐκ ἄνθρωπός ἐστι, καὶ ὁ λίθος οὐκ ἄνθρωπος, καὶ πάντα τὰ μετ’ αὐτόν. διὰ τί μὴ γίνεται προσεχῶς ἐκ λίθων ὁ ἄνθρωπος ἢ ἐξ ἵππου ἢ ἐξ ἄλλου τινὸς τῶν παρ’ αὐτόν, λέγω δὴ ὡς ὑλικοῦ αἰτίου, ἵνα τὸ σπέρμα τυχὸν τὸ ἵππειον καὶ τὸ ἀνάλογον τῷ γυναικείῳ καταμηνίῳ τὸ ἐν τῇ ἵππῳ ἀνθρώπου ὕλη γένηται; ὁμοίως διὰ τί μὴ προσεχῶς ὕλη ἀνθρώπου γίνεται λίθος ἤ τι τῶν λοιπῶν ἐμψύχων τε καὶ ἀψύχων;

因此,如果石头、木头、马和人是依照某种复合与和谐而生成的,那么显而易见,它们也是从不谐与非复合中生成的。正如房屋是如此这般的某种复合与形状;因此它是从如此这般的非复合与无形中生成的。同样地,如果某种和谐——例如吕底亚调、弗里吉亚调或伊奥尼亚调——乃是最高音对最低音具有(比方说)一又二分之一倍比[五度]、一又三分之一倍比[四度]或两倍比[八度]的某种和谐;因为显而易见,它是从非两倍比、或非一又二分之一倍比、或非一又三分之一倍比中生成的,而这正是比方说吕底亚调、或弗里吉亚调、或伊奥尼亚调和谐的不谐。并且反过来,和谐与复合又消灭为非复合与不谐。 因此,正如在这些情形中那样,在实体的生成中亦是如此。因为既然人乃是简单事物的如此这般的某种复合与和谐,形相天然地依附其上而生,那么显而易见,人也是从非复合与不谐中生成的;端而言之,一切生成之物都是从并非如此这般之物中生成的,然而并不是从一切并非如此这般之物中生成,而是从与其相对立者中生成。但是,状态与形相各自都有专有名称来称呼,而与它们相对立的诸状态却没有专有名称,而是用“缺乏”这一共同名称来称呼;因此这些事物并不看似是从相反者中生成的,不像热与冷或干与湿那样,简单物体彼此之间的变化也是从它们生成的。因此在简单物体的情形中,它们依其生成的相反性是极其显然的;而在复合事物的生成中,由于相对立的诸状态未被命名,它们的生成究竟是从相反者而来,还是仅仅端赖于不论何种缺乏而来,就显得不清楚了,正如在人工物的情形中那样。 因为吕底亚调的和谐固然是从吕底亚调的不谐中生成的,但吕底亚调的不谐既可以是弗里吉亚调的和谐或某种其他和谐,也可以端赖于琴弦处于无论何种状态下的不谐,而且这种情况是多样的,时而拉得更紧,时而调得更松。并且房屋的复合从非复合中生成,也是从这种不确定的非复合中生成的;因为建筑师可以在不同时候从石头的不同不谐与非复合中,通过将石头复合与调和起来而建造房屋。因此在人工物的情形中,相对立者是不确定的,因为对于多数人工物而言,生成甚至根本不是出于相反者,而仅仅是出于缺乏;这是因为对于形状和形态而言并没有任何相反者,除非正如无形状之于具有形状者、无形态之于被赋予形态者那样,而这是缺乏与状态,并非相反性。 因此,各门技艺中凡是仅将形状或形态赋予其自身作品的,既然没有任何东西与形态和形状相反,由于这个缘故,它们制作自身的作品就不是出于相反者,而仅仅是出于缺乏;而凡是还在性质的其他种类上发挥作用的(在这些种类中存在着相反性),这些技艺就完全是从相反者、或者完全是从中间者中进行制作的;因为染色匠从白或从中间者中制出黑,把凝结之物从融化之物中制出,把硬物从软物中制出,反之亦然,在所有事物上均是如此。技艺固然是这样,但既然自然赋予事物的不仅是形状,而且还赋予其余那些存在着相反性的实体性性质,那么由自然所生成的事物就必然完全是从某些相反性中生成的,即便这些相反性没有被命名;因为自然制作人绝非端赖于缺乏,我指的是绝非端赖于“非人”,因为马也是非人,石头也是非人,人之后的一切事物亦是如此。人为何不直接从石头、从马、或从人以外的其他任何事物中生成呢——我指的是作为质料因,以致比方说马的精液与母马体内相当于女性经血的成分变成了人的质料?同样,石头或其余有魂与无魂之物中的任何一种,为何不能直接成为人的质料呢?

语法注3 条
  1. 1.81ὁμοίως δὲ καὶ [εἰ] ἡ ἁρμονία οἷον ἡ Λύδιος ἡ Φρύγιος ἡ Ἰάς

    句法结构取决于底本中放在方括号内的连词 εἰ 是否保留。若保留 εἰ,该分句作为与前文平行的条件从句开始,并在主句处构成与 καὶ γὰρ δῆλον ὅτι... 相连的破格句(anacoluthon);若省略 εἰ,则 ὁμοίως δὲ καὶ ἡ ἁρμονία 可作为省略句独立理解(“同样,调和也是如此[从……中生成]”)。无论采取何种处理,逻辑核心皆在于以乐调生成自缺乏特定数学比率的不谐作为论证例证。

  2. 1.81ἐξ οὐ τοιοῦδε

    代词 τοιοῦδε 与否定词 οὐ 结合,整体作为介词 ἐκ 的宾语,充当具有名词性质的短语(“从并非如此这般之物中”)。紧接着的 ἐξ οὐ τοιοῦδε δὲ οὐ παντός, ἀλλὰ τοῦ ἀντικειμένου(“然而并不是从一切并非如此这般之物中生成,而是从与其相对立者中生成”)对这一生成来源作出了限定。

  3. 1.81ἐν οἷς ἐστὶν ἡ ἐναντιότης

    关系代词 ἐν οἷς 为中性复数,而其先行词是阴性复数名词短语 τὰς λοιπὰς οὐσιώδεις ποιότητας(“其余那些实体性性质”)。此处采用了意义一致(constructio ad sensum),以中性复数代词指代作为事物类别的一般性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:113.9-114.27