← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§111.22-113.9

相反者的继起关系与实体的生成

斐洛庞努斯解释了相反者“彼此互生”并非出于动力因或质料因,而是指相继继起的关系;针对实体没有相反者这一难题,他通过元素形式的相反性以及复合实体中的秩序、复合与混合,阐明了亚里士多德关于一切生成均出于相反者的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81#3

ἄνω μὲν γὰρ ἐλέγομεν μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία, μήτε ὡς ἐκ ποιητικοῦ αἰτίου μήτε ὡς ἐξ ὑλικοῦ· οὔτε γὰρ παρακτικόν ἐστι τοῦ θερμοῦ τὸ ψυχρὸν καὶ δημιουργικόν, οὔτε τὸ θερμὸν τοῦ ψυχροῦ, οὔτε ἁπλῶς τὸ ἐναντίον τοῦ ἐναντίου, τοὐναντίον δὲ καὶ φθαρτικὰ ἀλλήλων εἰσὶ τὰ ἐναντία. ἀλλ’ οὐδὲ ὡς λέγομεν ἐκ χαλκοῦ γίνεσθαι τὸν ἀνδριάντα, οὕτως ἐξ ἀλλήλων τὰ ἐναντία· οὐ γὰρ ὑπομένει τὸ ἕτερον ἐπελθὸν τὸ λοιπόν,1 ὥσπερ ὁ χαλκὸς τὸ τοῦ ἀνδριάντος εἶδος, καὶ ἁπλῶς ἡ ὕλη τὸ εἶδος· ἅμα γὰρ ἦν οὕτω τὰ ἐναντία. οὕτω μὲν οὖν οὐκ ἐξ ἀλλήλων τὰ ἐναντία. ἐξ ἀλλήλων δὲ πάλιν λέγεται τῷ μετ’ ἄλληλα εἶναι,2 ὥσπερ ὁ Πλάτων ἐν τῷ Φαίδωνι κυριώτερον ὠνόμασε ‘μετ’ ἄλληλα’ αὐτὰ εἰρηκώς, διότι μετὰ τὸ λευκὸν τὸ μέλαν εὐθὺς γίνεσθαι πέφυκε, καὶ πάλιν φθαρέντος τοῦ μέλανος τὸ λευκόν, καὶ ἐπὶ πάντων ὁμοίως. οὕτως οὖν ἐξ ἀλλήλων τὰ ἐναντία, ὅτι οὐκ ἂν γένοιτό τι θερμὸν μὴ πρότερον ψυχρὸν ὄν, καὶ τὸ ὡς θερμὸν φθειρόμενον εἰς ψυχρὸν πάντως μεταβάλλει. πάντως οὖν καὶ ἡ γένεσις ἐξ ἐναντίου εἰς ἐναντίον καὶ ἡ φθορὰ ὡσαύτως, εἰ δὲ τοῦτο, ἀρχαὶ ἄν εἶεν πάντων τῶν φύσει γινομένων τὰ ἐναντία. ἐπὶ μὲν οὖν τῆς τῶν συμβεβηκότων γενέσεως καὶ φθορᾶς πρόδηλον τὸ τοιοῦτον, ἀλλ’ ἐπειδὴ κοινῶς πάντων τὰς ἀρχὰς ζητοῦμεν καὶ αὐτῶν τῶν οὐσιῶν, δεῖ δεῖξαι πῶς καὶ τῶν οὐσιῶν ἀρχαὶ ἂν εἶεν τὰ ἐναντία· δέδεικται γὰρ ὅτι τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον. ἡ μὲν οὖν κατὰ ἀλλοίωσιν γένεσις πρόδηλον ὅτι ἐξ ἐναντίων καὶ εἰς ἐναντία, καὶ οὐ μόνον αὐτή, ἀλλὰ καὶ ἡ τῶν ἁπλῶν σωμάτων εἰς ἄλληλα μεταβολή· εἰ γὰρ καὶ μὴ ἔστιν οὐσία οὐσίᾳ ἐναντία, ἀλλ’ οὖν κατ’ ἐναντίας ποιότητας ἡ εἰς ἄλληλα τῶν στοιχείων γίνεται μεταβολή. οὐκ ἔστι μὲν γὰρ τὸ πῦρ τῷ ὕδατι ὡς οὐσία οὐσίᾳ ἐναντίον (κοινὸν γὰρ ἔχουσι τὸ ὑποκείμενον), κατ’ εἴδη μέντοι ἐναντία· εἰδοπεποίηται γὰρ ἕκαστον αὐτῶν, τὸ μὲν κατὰ τὸ θερμὸν καὶ ξηρόν, τὸ δὲ κατὰ τὸ ὑγρὸν καὶ ψυχρόν. λέγεται δὲ οὐσία οὐσίᾳ μὴ εἶναι ἐναντία οὐχ ἁπλῶς πᾶσα, ἀλλ’ ἡ σύνθετος, τὰ μέντοι ἁπλᾶ εἴδη κατ’ ἐναντίωσιν χαρακτηρίζεται, τὸ ξηρὸν λέγω καὶ τὸ ὑγρὸν καὶ ψυχρὸν καὶ θερμόν· ἐν δὲ τοῖς συνθέτοις οὐδέν ἐστι καθάπαξ ἠναντιωμένον πρὸς τὸ ἕτερον· πάντων γὰρ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν. Τὰ μὲν οὖν ἁπλᾶ ὅτι ἐξ ἐναντίων γίνεται καὶ εἰς ἐναντία φθείρεται, εἴτε κατ’ οὐσίαν εἴη ἡ μεταβολή, ὡς ἐπὶ τῶν στοιχείων, εἴτε κατὰ συμβεβηκός, πρόδηλον, ἐπὶ δὲ τῶν συνθέτων οὐσιῶν οὐκέτι προφανὲς τὸ ἐξ ἐναντίων ἔχειν αὐτὰς τὴν γένεσιν3 καὶ εἰς ἐναντία φθείρεσθαι· τοῦτο δέ, φησί, συμβαίνει διὰ τὸ μὴ ὠνομάσθαι τὰς ἀντικειμένας ταῖς γενέσεσι διαθέσεις. ἵνα οὖν δείξῃ ὅτι καὶ αἱ τῶν συνθέτων γενέσεις ἐξ ἐναντίων εἰσίν, εὑρίσκει μέθοδον κατὰ τὴν ἀγχίνοιαν τὴν ἑαυτοῦ, δι’ ἧς ἔδειξεν ὅτι πάντως καὶ αἱ σύνθετοι οὐσίαι ἐξ ἐναντίων γίνονται. φησὶν οὖν ὅτι αἱ κατὰ σύνθεσιν τῶν ἁπλῶν γενόμεναι οὐσίαι ἔχουσι δηλονότι τῆς συνθέσεως τῶν ἁπλῶν τινα λόγον καὶ ἁρμονίαν, καθ’ ἣν ἐγένοντο (ἡ γὰρ τοιάδε τῶν ἁπλῶν σύνθεσις καὶ κρᾶσις τὰ σύνθετα ποιεῖ), καὶ καθόλου τὰ σύνθετα τῶν πραγμάτων ἢ τάξιν ἔχουσι μόνην καθ’ ἣν ἐγένοντο ἢ σύνθεσιν μόνην ἢ ἀμφότερα· οἷον ἀνδριὰς μὲν οὖν μόνην τάξιν ἔχει, διότι ἕκαστον τῶν μορίων τὴν οἰκείαν δεῖ ἔχειν χώραν, ὁ σωρὸς δὲ τῶν καρπῶν μόνην σύνθεσιν (οὐδὲ γὰρ τάξεως δεῖ τοῖς κόκκοις, ἀλλὰ μόνον σωρείας), ἡ δὲ οἰκία καὶ τάξιν καὶ σύνθεσιν. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τῶν φυσικῶν ἔστιν ἰδεῖν· σύνθεσις μὲν γὰρ μόνη ἐπὶ τῶν ὁμοιομερῶν, οἷον λίθων ἢ σαρκῶν αἵματος καὶ τῶν τοιούτων, σύνθεσις δὲ καὶ τάξις ἐπὶ τῶν ἀνομοιομερῶν ζῴων καὶ φυτῶν καὶ τῶν τοιούτων, τάξιν δὲ μόνην ἐπὶ τῶν φυσικῶν οὐκ ἐστιν εὑρεῖν. δῆλον δὲ ὅτι διαφέρει ἡ τῶν φυσικῶν σύνθεσις τῶν τεχνητῶν, διότι ἐπὶ μὲν τῶν τεχνητῶν σωρεία μόνον ἐστὶ καὶ παράθεσις τῶν συντιθεμένων, ἐπὶ δὲ τῶν φυσικῶν καὶ συμπάθειά τις γίνεται πρὸς ἄλληλα τῶν συντιθεμένων, ἣν καλοῦμεν κρᾶσιν.

因为前文我们曾说相反者不是彼此互生的,既不是作为出于能动因,也不是作为出于质料因;因为冷既不是热的产生者也不是其制造者,热也不是冷的产生者,单纯而言,相反者绝不是相反者的产生者,相反,相反者甚至是彼此毁灭的。但相反者彼此互生,也不像我们所说的铜像由青铜生成那样;因为一者并不承受另一者的临在而持存,如同青铜承受铜像的形相、以及质料单纯承受形相那样;因为这样一来相反者就会同时并存了。因此,依此而言,相反者并非彼此互生。 但另一方面,说它们彼此互生,乃是因其相继存在,正如柏拉图在《斐多篇》中更为恰当地命名它们、称它们为“彼此之后”那样,因为在白之后,黑天然地立即生成,而在黑消灭之后白又再次生成,在所有事物上都是如此。因此,依此而言相反者彼此互生,因为若非预先是冷的,任何事物都不会变成热的,而作为热消灭之物必然完全转变为冷。因此,生成全然是从相反者到相反者,消灭亦同样如此;如果真是这样,相反者就应当是所有依自然生成之物的原理。 对于偶性的生成与消灭,这种情况固然是极其显然的;但既然我们共同寻求一切事物的原理,甚至寻求实体本身的原理,就必须指明相反者何以也会是实体的原理;因为已经证明,没有任何东西与实体相反。依照变质的生成是从相反者出发并向相反者进行,这固然是极其显然的,不仅如此,简单物体彼此之间的变化也是如此;因为纵然实体与实体并不相反,但元素彼此之间的变化仍是依照相反的性质进行的。因为火并非作为实体对实体而与水相反(因为它们拥有共同的基底),但在形式上却是相反的;因为它们各自都被赋予了形式,一者是依照热和干,另一者是依照湿和冷。而且说实体不与实体相反,并非泛指一切实体,而是指复合实体;然而简单形相则是依照相反性来表征的——我指的是干、湿、冷、热;但在复合事物中,没有任何东西全然与另一者相反;因为所有事物的基底都是同一个。 因此,简单事物从相反者生成并消灭成相反者,无论变化是依照实体的(如在元素的情形中),还是依照偶性的,都是极其显然的;但在复合实体的情形中,它们从相反者拥有生成并消灭成相反者,就不再是显而易见的了;他说,这种情况的发生,是因为与生成相对立的那些状态没有被命名。因此,为了证明复合事物的生成也是出于相反者,他依其敏锐的洞察力找到了一种方法,通过这种方法他证明了复合实体也完全是从相反者生成的。所以他说,依据简单事物的复合而生成的实体,显然具有简单事物复合的某种比例与和谐,并且是依照这种比例与和谐而生成的(因为简单事物的这种复合与混合造就了复合事物);一般而言,事物中的复合者要么仅具有它们依之而生成的秩序,要么仅具有复合,要么二者兼有:例如,铜像仅具有秩序,因为它的每个部分都必须占据其特有的位置;而果实堆仅具有复合(因为颗粒不需要秩序,只需要堆积);房屋则兼有秩序与复合。在自然物中也可以看到这些同样的情况:因为在同质部分的事物中仅有复合,例如石头、肉、血等等;在非同质部分的事物中则有复合与秩序,如动物、植物等等;但在自然物中不可能找到仅有秩序的情况。显而易见,自然物的复合不同于人工物的复合,因为在人工物中仅有被复合之物的堆积与并置,但在自然物中,被复合之物彼此之间还会产生某种感应,这就是我们所说的混合。

语法注3 条
  1. 1.81οὐ γὰρ ὑπομένει τὸ ἕτερον ἐπελθὸν τὸ λοιπόν

    动词 ὑπομένει 的主语是 τὸ ἕτερον,宾语是分词短语 ἐπελθὸν τὸ λοιπόν(后至的另一方)。这与下文 ὥσπερ ὁ χαλκὸς τὸ τοῦ ἀνδριάντος εἶδος(如同青铜承受铜像的形相那样)相对照,表明一者不可能作为基底在承受另一者临在的同时继续持存。

  2. 1.81τῷ μετ’ ἄλληλα εἶναι

    定冠词带不定词的与格(表示方式或原因),解释了相反者被说成“彼此互生(ἐξ ἀλλήλων)”的真正含义,即仅仅意味着时间上的“相继(μετ’ ἄλληλα)”,而非质料因或动力因。

  3. 1.81ἐπὶ δὲ τῶν συνθέτων οὐσιῶν οὐκέτι προφανὲς τὸ ἐξ ἐναντίων ἔχειν αὐτὰς τὴν γένεσιν

    带冠词的不定词从句 τὸ ... ἔχειν 充当述语形容词 προφανές 的真正主语,αὐτάς 则是不定词 ἔχειν 的意义上的主语(宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:111.22-113.9