- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:110.3-111.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞审视了恩培多克勒、德谟克利特、柏拉图等古人皆以各自方式将相反者立为原理,表明相反者符合原初原理的三项标准,并通过论证说明生成与消灭不是发生在任意偶然事物之间,而是发生在相反者彼此之间。
τὸ δὲ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία. καὶ ὁ Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα λέγων ἀρχάς, τὸ μὲν πῦρ θερμὸν ἔλεγε, τὰ δὲ λοιπὰ ψυχρά. καὶ ὅσοι δὲ μανώσει ἢ πυκνώσει τοῦ κατ’ αὐτοὺς στοιχείου τὰ ἄλλα γεννῶσιν, οἷός ἐστιν ὁ Θαλῆς, τὰ ἐναντία ἀρχὰς ὑποτίθενται· μάνωσις γὰρ καὶ πύκνωσις ἐναντία. καὶ Δημόκριτος δὲ τὰς ἀτόμους καὶ τὸ κενὸν ὑποτιθέμενος, τὰς ἀτόμους πλῆρες ἐκάλει· τὸ πλῆρες γὰρ καὶ τὸ κενὸν ἀρχὰς εἶναι τῶν ὄντων ἔλεγε, τὸ δὲ πλῆρες καὶ τὸ κενὸν ἐναντία, ἅτινα ὂν καὶ οὐκ ὂν ἐκάλει, καὶ δὲν καὶ οὐδέν, δὲν μὲν τὸ πλῆρες τὸ δὲ κενὸν οὐδέν. σύγκρισίν τε καὶ διάκρισιν ὅ τε Δημόκριτος αἰτίας ἔλεγεν εἶναι γενέσεως καὶ φθορᾶς καὶ ὁ Ἀναξαγόρας, ὁ μὲν τῶν ὁμοιομερῶν ὁ δὲ τῶν ἀτόμων. ἀλλὰ καὶ ὁ Πλάτων τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὰς ὑπετίθετο. ταῦτα δὲ πάντα ἐναντία. ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι οὐ πάντες τὰ κατ’ αὐτοὺς ἐναντία εἰδικὰς ὑπετίθεντο ἀρχάς· ὅ τε γὰρ Πλάτων τὸ μέγα καὶ τὸ μικρὸν τὴν ὕλην ἔλεγε, καὶ ὁ Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. ὁμοίως καὶ ὁ Παρμενίδης τὸ πῦρ καὶ τὴν γῆν· οὐ γὰρ δήπου, ὡς ἄν τις ὑπολάβοι, τὸ μὲν πῦρ ποιητικὸν ἢ εἰδικὸν ἔλεγε, τὴν δὲ γῆν ὑλικόν. εἰ γὰρ ἐναντία ἐστὶ ταῦτα, ἀδύνατον τὸ ἕτερον τῷ ἑτέρῳ ὑποκεῖσθαι ὡς ὕλην· φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία, ἡ δὲ ὕλη σωστικὴ τοῦ εἴδους ἐστίν. ὥστε ταύτῃ μὲν οὐκ ἂν εἴη τὸ μὲν ὕλη τὸ δὲ εἶδος, ἀλλ’ οὐδὲ ποιητικὸν τὸ πῦρ· ἐναντία γὰρ αὐτὰ ὑπετίθετο, τὰ δὲ ἐναντία ἰσοσθενῆ εἰσι, καὶ οὐδὲν μᾶλλον τὸ ἕτερον εἰς τὸ ἕτερον δρᾷ ἢ τὸ ἕτερον. ἀλλ’ εἰ καί τινες τούτων τὰ ἐναντία ὡς ὕλην ὑπετίθεντο, ἀλλ’ οὐ τοῦτο ἁπλῶς νῦν πρόκειται δεῖξαι, τίνες μὲν ὡς ὕλην αὐτὰ ἐλάμβανον τίνες δὲ ὡς εἶδος, ἀλλ’ ὅτι ἁπλῶς ὑπ’ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως κινούμενοι ἐναντιότητα ἐν ταῖς ἀρχαῖς ὑπετίθεντο. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ ταῖς πρωτίσταις ἀρχαῖς τρία ταῦτα ὑπάρχειν, τὸ μήτε ἐξ ἄλλων εἶναι (οὐ γὰρ ἂν ἦσαν πρῶται ἀρχαί), μήτε ἐξ ἀλλήλων (οὐ γὰρ ἂν εἶεν κυρίως ἀρχαὶ πρῶται· ἔσται γὰρ οὕτως ἕκαστον καὶ ἀρχὴ καὶ οὐκ ἀρχή), καὶ ἐξ αὐτῶν εἶναι τὰ ἄλλα1 (τοῦτο γὰρ μάλιστα ἴδιον τῶν ἀρχῶν), ταῦτα δὲ πάντα τοῖς ἐναντίοις ὑπάρχει τοῖς πρώτοις. πρῶτα δὲ ἐναντία λέγω τὰ γενικώτερα, ὑφ’ ἃ τὰ ἄλλα πάντα ἀνάγονται· οὐκ ἐξ ἄλλων μὲν γάρ, διότι πρώτως ὑπάρχουσι τῇ ὕλῃ, οὐκ ἐξ ἀλλήλων δέ, διότι οὐδέτερον τοῦ ἑτέρου ποιητικόν, ἐξ αὐτῶν δὲ τὰ ἄλλα, διότι κατὰ τὴν συμπλοκὴν τούτων πρὸς τὴν ὕλην τὰ ἄλλα γίνονται πάντα, καὶ ὅτι κατὰ μεταβολὴν ἡ γένεσις, ἡ δὲ μεταβολὴ ἐξ ἐναντίων καὶ εἰς ἐναντία, ὡς δειχθήσεται. Οὕτω μὲν οὖν ἐκ τῆς τῶν παλαιῶν δόξης δείκνυσιν ὅτι τὰ ἐναντία ἀρχαί, δείκνυσι δὲ καὶ ἐκ τοῦ λόγου αὐτὸ τοῦτο. λαμβάνει δὲ πρότερον δύο τινὰ ἀξιώματα ἐκ τῶν κοινῶν ἐννοιῶν ὁμολογούμενα, ἓν μὲν ὅτι οὐ τὸ τυχὸν πέφυκεν ὑπὸ τοῦ τυχόντος πάσχειν, οὐδὲ ποιεῖν τὸ τυχὸν εἰς τὸ τυχόν· οὐ γὰρ ἂν ποιήσειε γραμμὴ εἰς γλυκὺ οὐδὲ πείσεται ὑπ’ αὐτοῦ, οὐδὲ σίδηρος εἰς ἀδάμαντα δράσειεν ἄν. οὐ τοίνυν οὐδὲ γίνεται τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος (καὶ τοῦτο ἂν εἴη τῶν ἀξιωμάτων τὸ δεύτερον)· οὐ γὰρ ἂν γένοιτό τι ἐκ μουσικοῦ γλυκὺ ἢ ἐκ μέλανος μουσικόν, ἀλλὰ λευκὸν ἐκ μέλανος γίνεται καὶ θερμὸν ἐκ ψυχροῦ καὶ ἐξ ἀγαθοῦ κακὸν καὶ ἔμπαλιν. ὁμοίως δὲ καὶ τὸ φθειρόμενον οὐκ εἰς τὸ τυχὸν φθείρεται· οὐ γὰρ ἂν φθαρείη μουσικὸν εἰς μέλαν ἢ μέλαν εἰς γλυκύ, ἀλλὰ τὸ μὲν μουσικὸν εἰς ἄμουσον φθείρεται καὶ τὸ μέλαν εἰς τὸ λευκὸν καὶ τὸ γλυκὺ εἰς πικρόν. ὥστε γίνεται τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου, καὶ φθείρεται τὸ ἐναντίον εἰς τὸ ἐναντίον. καὶ οὐ δεῖ θαυμάζειν εἰ ἔναγχος μὲν ἐλέγομεν μὴ εἶναι ἐξ ἀλλήλων τὰ ἐναντία, νῦν δέ φαμεν2 (μᾶλλον δὲ ἐκ τῆς ἐναργείας εἰλήφαμεν) ὅτι οὔτε ἐκ τοῦ τυχόντος γίνεται τι οὔτε εἰς τὸ τυχὸν φθείρεται, ἀλλὰ γίνεται ἐξ ἐναντίου καὶ φθείρεται εἰς ἐναντίον.
而热与冷是相反者。恩培多克勒在主张四元素为原理时,也把火称为热,其余的称为冷。凡是依据他们各自设定的元素通过稀薄化或浓缩化而生成其余事物的人,例如泰勒斯之流,也把相反者假定为原理;因为稀薄化与浓缩化是相反者。德谟克利特假定原子和虚空,也把原子称为实;因为他说实和虚空是存在者的原理,而实和虚空是相反者,他把它们称为“是者”与“非是者”,以及“有者(den)”与“无者(ouden)”,实是“有者”,而虚空是“无者”。德谟克利特和阿那克萨哥拉都说结合与分离是生成与消灭的原因,后者指的是同质部分的[结合与分离],前者指的是原子的[结合与分离]。此外柏拉图也把大和小假定为原理。而所有这些全都是相反者。 但是也许有人会说,并非所有人都把他们所设定的相反者假定为形相原理;因为柏拉图把大和小称为质料,恩培多克勒把四元素称为[质料]。同样巴门尼德也把火和土称为[质料];因为绝不像有人可能设想的那样,他把火称为能动的或形相的,而把土称为质料的。因为如果这些是相反者,一者就不可能作为质料成为另一者的基底;因为相反者是彼此毁灭的,而质料则是保存形相的。因此依此而言,一者不可能为质料而另一者为形相,火也不可能是能动的;因为他把它们假定为相反者,而相反者具有相等的力量,一者作用于另一者绝不比另一者[作用于一者]更强。 然而,即使他们中的某些人把相反者假定为质料,但现在的任务根本不在于指出谁把它们当作质料而谁当作形相,而是在于指出,他们单纯地是被事物自身的本性所推动,才在原理中假定了相反性。这也是理所当然的;因为最原初的诸原理必然具备这三点:既不来自其他事物(因为那样它们就不是最原初的原理了),也不彼此互生(因为那样它们就不是严格意义上的原初原理;因为这样一来每一者就既是原理又不是原理了),而且其他事物是出于它们(因为这最是原理所特有的);而这一切全属于最原初的相反者。我所谓最原初的相反者,是指那些更为属类的、其余一切事物都被归于其下的相反者:它们不来自其他事物,是因为它们最原初地属于质料;它们不彼此互生,是因为二者都不是另一者的能动因;其他事物出于它们,是因为依照它们与质料的交织,其余一切事物才得以生成,并且生成是依据变化,而变化是从相反者出发并向相反者进行,正如将被证明的那样。 因此,他就是这样从古人的意见中证明相反者是原理的,但他也是从论证中表明这同一件事的。他首先从共通概念中采纳了两条公认的公理:一条是不是任意偶然之物本性上承受任意偶然之物的作用,也不是任意偶然之物作用于任意偶然之物;因为线绝不会作用于甜,也不会承受甜的作用,铁也绝不会作用于金刚石。因此任意偶然之物也不会从任意偶然之物中生成(这便是公理中的第二条);因为甜绝不会从懂音律的生成,懂音律的也不会从黑生成,而是白从黑生成,热从冷生成,坏从好生成,反之亦然。同样地,被消灭之物也不会消灭成任意偶然之物;因为懂音律的绝不会消灭成黑,黑也不会消灭成甜,而是懂音律的消灭成不懂音律的,黑消灭成白,甜消灭成苦。所以,相反者从相反者中生成,并且相反者消灭成相反者。如果方才我们还说相反者不是彼此互生的,而现在我们却说(或者毋宁说是从显明的事实中采纳了这一结论):既没有任何事物从任意偶然之物生成,也没有任何事物消灭成任意偶然之物,而是从相反者生成并消灭成相反者,对此人们绝不必感到奇怪。
- 1.81δεῖ γὰρ ταῖς πρωτίσταις ἀρχαῖς τρία ταῦτα ὑπάρχειν, τὸ μήτε ἐξ ἄλλων εἶναι (οὐ γὰρ ἂν ἦσαν πρῶται ἀρχαί), μήτε ἐξ ἀλλήλων (οὐ γὰρ ἂν εἶεν κυρίως ἀρχαὶ πρῶται· ἔσται γὰρ οὕτως ἕκαστον καὶ ἀρχὴ καὶ οὐκ ἀρχή), καὶ ἐξ αὐτῶν εἶναι τὰ ἄλλα
三个带冠词的不定式短语(τὸ μήτε ἐξ ἄλλων εἶναι、[τὸ] μήτε ἐξ ἀλλήλων [εἶναι] 以及 [τὸ] ἐξ αὐτῶν εἶναι τὰ ἄλλα)作为同位语修饰中性复数主语 τρία ταῦτα;在第二和第三个不定式短语中,冠词 τό 承前省略。
- 1.81καὶ οὐ δεῖ θαυμάζειν εἰ ἔναγχος μὲν ἐλέγομεν μὴ εἶναι ἐξ ἀλλήλων τὰ ἐναντία, νῦν δέ φαμεν
在表达情感或惊异的动词(θαυμάζειν)之后,由 εἰ 引导的从句用于表达既成事实,在功能上等同于 ὅτι(“即……/……这一点”),意为“对于……不必感到惊异”。
