← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§108.12-110.3

早期自然哲学家以相反者为原理的共识

菲洛波诺斯阐明了亚里士多德在完成质料原理单一性的论证之前先转向形相原理(相反者)的论述次序与整体结构,并指出所有古人都把相反者设定为原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81#1

" Πάντες δὲ τὰ ἐναντία ἀρχὰς ποιοῦσιν." Ἀντειπὼν κατ’ ἀρχὰς πρὸς τὴν Παρμενίδου καὶ Μελίσσου δόξαν, καὶ δείξας ὅτι ἀδύνατον ἓν εἶναι τὸ ὄν (οὔτε γὰρ ἀρχὴ δύναται εἶναι, οὔτε ἀπὸ τῆς ἀρχῆς), μετῆλθεν ἐπὶ τὰς τῶν φυσικῶν δόξας καὶ εἶπεν ὅτι οἱ μὲν μίαν ὑποτίθενται τὴν ἀρχὴν οἱ δὲ πλείους, καὶ οἱ μὲν ἀπείρους οἱ δὲ πεπερασμένας, εἶτα ἤλεγξε τὴν Ἀναξαγόρου δόξαν ἀπείρους τὰς ἀρχὰς ὑποτιθεμένην. ἀκόλουθον ἦν ἐφεξῆς δεῖξαι1 ὅτι οὐδὲ πλείους ἐνδέχεται εἶναι καὶ πεπερασμένας· τούτου γὰρ δειχθέντος, κατελιμπάνετο τὸ ἀληθὲς ὅτι ἓν εἶναι τὸ στοιχεῖον τὸ ὑλικόν.2 περὶ γὰρ τούτου αὐτῷ καὶ προέκειτο δεῖξαι· καὶ γὰρ ὅτε τὴν τῶν ἀρχῶν διαίρεσιν ἐποιεῖτο, ὅτι ἀνάγκη τὰς ἀρχὰς ἢ μίαν εἶναι ἢ πλείους, περὶ τῶν ὑλικῶν ἀρχῶν ἔλεγεν. ὅτι μὲν οὖν ἔστι τις ἀρχὴ τῶν φυσικῶν πραγμάτων, ἔδειξεν ἐν ἀρχῇ, μᾶλλον δὲ ἔλαβεν ὡς ὡμολογημένον ὅτι τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, παρεθέμεθα δὲ ἡμεῖς καὶ τὸν Θεοφράστου λόγον, δι’ οὗ ἐδείκνυ ἀρχὰς εἶναι τῶν φυσικῶν πραγμάτων. ἔδειξε δὲ ὁ Ἀριστοτέλης αὐτὸ τοῦτο καὶ ἐν τοῖς πρὸς Παρμενίδην καὶ Μέλισσον λόγοις, πρῶτον μὲν τῷ ἀνελεῖν τὴν ὑπόθεσιν τὴν μάλιστα τὸ εἶναι ἀρχὰς τῶν φυσικῶν πραγμάτων ἀναιροῦσαν (αὕτη δέ ἐστιν ἡ λέγουσα ἓν εἶναι τὸ ὄν· ἑνὸς γὰρ ὄντος, ὡς ἤδη εἶπον, ἀναιρεῖται καὶ ἡ ἀρχὴ καὶ τὰ ἀπὸ τῆς ἀρχῆς), ἔπειτα εἰ πλείω τὰ ὄντα, αὐτόθεν εἰσάγει ὅτι3 καὶ ἀπό τινός εἰσιν ἀρχῆς. ἐπεὶ γὰρ ἔστι κοινωνία τις ἐν τοῖς πολλοῖς καὶ διαφορά, αὕτη δὲ μήτε ἀπὸ ταὐτομάτου αὐτοῖς ἐπεγένετο, μήτε ἐξ ἑνὸς τοῖς λοιποῖς (ἐκεῖνο γὰρ ἂν εἴη ἀρχή), λείπεται τὸ ἔκ τινος ἄλλου ἀρχοειδεστέρου τὴν κοινωνίαν αὐτοῖς ἐφήκειν. ὅτι μὲν οὖν ἔστιν ἀρχὴ τῶν φυσικῶν, δῆλον· ταύτην δὲ ἀνάγκη ἢ μίαν εἶναι ἢ πλείους· καὶ εἰ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους. ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἀπείρους εἶναι τὰς ἀρχάς, ἔδειξεν ἐν τοῖς πρὸς Ἀναξαγόραν λόγοις· καὶ εἰκότως ταύτην πρώτην ἤλεγξε τὴν ὑπόθεσιν, διότι μᾶλλον αὐτὴ τῇ ἀληθείᾳ μάχεται, λέγω δὴ τῇ λεγούσῃ μίαν εἶναι τὴν ὑλικὴν ἀρχήν. εἰ οὖν μία ἐστὶν ἡ ὑλικὴ ἀρχὴ καὶ οὐκ ἐνδέχεται πλείους εἶναι, πολλῷ μᾶλλον οὐδ’ ἀπείρους. ἀκόλουθον οὖν ἦν δεύτερον ἐλέγξαι ὅτι οὐδὲ πλείους καὶ πεπερασμένας ἐνδέχεται εἶναι, ἵνα οὕτως λοιπὸν τὸ ἀληθὲς καταλείπηται ὅτι μία ἐστὶν ἡ ὑλικὴ ἀρχή, ὁ δὲ τοῦτο μὲν οὐ ποιεῖ, μεταβαίνει δὲ πρότερον ἐπὶ τὰς εἰδικὰς ἀρχάς, εἶτα ὕστερον ἀνατρέχει ἐπὶ τὸ λεῖπον καὶ δείκνυσιν ὅτι οὐδὲ πλείους καὶ πεπερασμένας ἐνδέχεται τὰς ὑλικὰς ἀρχὰς εἶναι. δείξας γὰρ ὅτι τὰς εἰδικὰς ἀρχὰς δεῖ ἐναντίας εἶναι, ἵνα τῷ δρᾶν καὶ πάσχειν εἰς ἀλλήλας τὴν γένεσιν ποιῶσι καὶ τὴν φθοράν, διὰ τὸ μήτε τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖν μήτε τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχειν, ἀλλὰ τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου, ἐπαπορεῖ τῷ λόγῳ, καὶ δείξας ὅτι οὐχ οἷόν τε μόνα εἶναι τὰ ἐναντία ἀρχάς (οὐδὲ γὰρ ἐνδέχεσθαι αὐτὰ εἰς ἑαυτὰ ποιεῖν καὶ πάσχειν, εἴ γε μηδὲ συνεῖναι ὅλως αὐτὰ καθ’ αὑτὰ δύνανται, δεῖ δὲ τὸ ποιοῦν καὶ πάσχον συνελθεῖν εἰς ταὐτόν), ἀναγκαίως εἰσάγει τὸν περὶ τῆς ὕλης λόγον, ὅτι δεῖ ἄρα καὶ τρίτην τινὰ ἀρχὴν εἶναι ὑποκειμένην τοῖς ἐναντίοις, ἥτις ἀνὰ μέρος ὑπ’ αὐτῶν πάσχουσα ποιήσει τὴν γένεσιν καὶ τὴν φθοράν. εἶτα τοῦτο λαβὼν ἐλέγχει τὸ λοιπὸν τμῆμα τῆς διαιρέσεως τῶν ὑλικῶν ἀρχῶν, ὅτι οὐκ ἐνδέχεται πολλὰς εἶναι καὶ πεπερασμένας· εἰ γὰρ ἀρκεῖ ἡ μία τοῖς ἐναντίοις ὑποκειμένη εἰς γένεσιν τῶν ὄντων, περιττὴ ἂν εἴη ἡ ἑτέρα. Ταῦτα μὲν οὖν ἐν ἐκείνοις ἐξετάσομεν (τῆς γὰρ συνεχείας ἕνεκα τοῦ λόγου καὶ τῆς οἰκονομίας ταῦτα ἡμῖν εἴρηται), τὸ δ’ οὖν προκείμενόν ἐστι δεῖξαι ὅτι ἀνάγκη τὰς εἰδικὰς ἀρχὰς ἐναντίας εἶναι. ὅτι οὖν ἐναντίαι εἰσί, πιστοῦται ἔκ τε τῆς τῶν παλαιῶν μαρτυρίας καὶ ἐκ τοῦ λόγου· καὶ γὰρ πάντες, φησί, τὰς ἀρχὰς ἐναντίας ὑπέθεντο καὶ οἱ ἓν καὶ οἱ πλείω λέγοντες τὰ ὄντα. καὶ γὰρ αὐτὸς ὁ Παρμενίδης ἐν τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι λέγων τὸ ὄν, ἐν τοῖς πρὸς δόξαν τὰ ἐναντία ἀρχὰς ὑπετίθετο τὸ θερμὸν καὶ τὸ ψυχρόν· καλεῖ δὲ τὸ μὲν ψυχρὸν γῆν τὸ δὲ θερμὸν πῦρ.

“并且所有人都把相反者当作原理。” 他在开篇反驳了巴门尼德和梅利索斯的意见,并证明了存在者不可能是一(因为既不可能作为原理,也不可能是出于原理的)之后,转而讨论自然哲学家们的意见,并说有些人假定原理是一,另一些人假定原理是多,有些人假定是无限的,另一些人假定是有限的;接着他驳斥了阿那克萨哥拉假定原理是无限的意见。按照理路,接下去应当证明原理也不可能是既多且有限的;因为只要证明了这一点,质料元素是一这一真理就会被保留下来。因为证明这一点正是摆在他面前的课题;实际上,当他进行原理的划分,即原理必然或者是一或者是多的时候,他所谈论的就是质料原理。因此,自然事物存在着某种原理,他在开篇就证明了——或者更确切地说,他是把自然事物存在着原理、原因和元素当作已公认的前提接受下来的,而我们也曾引用过泰奥弗拉斯托斯证明自然事物存在原理的论证。亚里士多德在反驳巴门尼德和梅利索斯的论证中也表明了这同一件事情:首先是通过取消那条最极力取消自然事物存在原理的假说(这正是主张存在者是一的假说;因为如果存在者是一,正如我已经说过的,无论是原理还是从原理出发的事物就都被取消了),其次,如果存在者是多数,他就直接由此引出它们也是出于某种原理的。因为既然在多数事物中存在着某种共同性与差异,而这种共同性与差异既不是出于偶然发生在它们身上,也不是由于其中的某一个而发生在其余事物身上(因为那个事物本身就会成为原理),那么剩下的就是,这种共同性是从某种别的更为本原性的事物临到它们身上的。因此,自然事物存在原理是显而易见的;而这个原理必然或者是一或者是多;如果是多,则或者是有限的或者是无限的。因此,原理不可能是无限的,这一点他在反驳阿那克萨哥拉的论述中已经证明了;而且他理所当然地首先反驳了这一假说,因为它更有力地反对了真理,我指的是反对了那条主张质料原理是一的真理。因此,如果质料原理是一且不可能是多,那么就更不可能是无限的。因此,按照理路第二步本应当反驳原理也不可能是既多且有限的,以便这样一来剩下的真理就是质料原理是一;但他并没有这样做,而是先转向了形相原理,随后再回溯到遗留下的论点,并证明质料原理也不可能是既多且有限的。因为在证明了形相原理必须是相反者之后——为了通过相互作用与受动产生生成与消灭,因为不是任意偶然之物作用于任意偶然之物,也不是任意偶然之物承受任意偶然之物的作用,而是相反者从相反者产生——他对这一论证提出了疑难,并在证明了仅仅相反者自身不可能成为原理之后(因为如果它们自身根本不能自为地共存,它们甚至不可能相互作用和受动,而作用者与受动者必须汇聚在同一事物中),必然地引入了关于质料的论述,即必定还有作为相反者之基底的某种第三原理,它轮流承受相反者的作用,从而产生生成与消灭。随后,在确立了这一点之后,他反驳了质料原理划分的其余部分,即质料原理不可能是多数且有限的;因为如果作为相反者基底的单一[原理]对于存在者的生成已经足够,那么另一个就是多余的了。关于这些事情,我们在讨论那些段落时再去考察(因为我们讲这些是为了论述的连贯性与整体布局);无论如何,眼下的任务是证明形相原理必然是相反者。因此,它们是相反者,这一点既从古人的见证中也从论证中得到了确证;因为他说,无论是主张存在者是一的人还是主张存在者是多的人,所有人都假定了相反者是原理。因为确实连巴门尼德本人,在关于真理的篇章中虽然说存在者是一,但在关于意见的篇章中却把相反者即热与冷假定为原理;而且他把冷称为土,把热称为火。

语法注3 条
  1. 1.81ἀκόλουθον ἦν ἐφεξῆς δεῖξαι

    未完成过去时 ἦν 带有与事实相反的含义(“按理路接下去本应当证明……[然而实际上并没有这样做]”),用以标示菲洛波诺斯对亚里士多德论证次序与布局的剖析。

  2. 1.81κατελιμπάνετο τὸ ἀληθὲς ὅτι ἓν εἶναι τὸ στοιχεῖον τὸ ὑλικόν

    连词 ὅτι 之后接不定词 εἶναι 的混合句式。在功能上充当 τὸ ἀληθές 的同位从句,意为“质料元素是一这一真理”。

  3. 1.81αὐτόθεν εἰσάγει ὅτι

    副词 αὐτόθεν 意为“直接由此”或“从该事实本身”,表明从“存在者是多”的前提直接引出结论,无需中介。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:108.12-110.3