- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:106.10-108.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了亚里士多德对阿那克萨哥拉学说的反驳(188a3–188a16),探讨了内属的无限诸物体在现实与空间上截然分离之荒谬性、心灵试图分离偶性(性质与状态)的不可能性,以及生成纯粹出于同种相似之物的错误前提。
" Κεχωρισμένα μέντοι ἀπ’ ἀλλήλων, οὐδὲν μέντοι ἧττον ὄντα, καὶ ἄπειρον ἕκαστον." Κεχωρισμένα εἶπεν ἀντὶ τοῦ κατ’ ἐνέργειαν καὶ τοῖς τόποις διακεκριμένα, οὐχ ὥσπερ ἐν τῇ ὕλῃ δυνάμει λέγομεν πάντα ἐνυπάρχειν (οὐ γὰρ οὕτως ἔλεγεν ὁ Ἀναξαγόρας πάντα ἐν ἀλλήλοις ὑπάρχειν, ὥσπερ λέγεται ἡ ὕλη πάντα εἶναι δυνάμει), ἀλλ’ ὥσπερ ἐν τῇ πανσπερμίᾳ πάντα ἐνυπάρχει κριθὴ καὶ σῖτος καὶ τὰ λοιπὰ τῶν σπερμάτων ἐνεργείᾳ ὄντα. καὶ ἐνυπάρχουσιν οὖν, φησίν, ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἄπειρα σώματα, καὶ οὐδὲν ἧττον ἕκαστον τῶν ἐνυπαρχόντων καὶ αὐτὸ ἄπειρόν ἐστιν· ἔστι γὰρ καὶ ἐν ἐκείνῳ ἄπειρα.
“然而它们彼此分离,却丝毫不减损其存在,且各自都是无限的。” 他说“分离”,是指现实上的且在空间位置上区分开来的,而不是像我们所说的一切事物都潜在地内属于质料之中那样(因为阿那克萨哥拉并不是像质料被说成潜在地是一切那样,说一切事物相互存在于彼此之中的);而是像在包罗万象的种子的混合物中,大麦、小麦以及其余的种子都是在现实中存在着,一切事物都内属于其中那样。他说,因此在每个同质部分中都内属着无限的诸物体,并且内属之物的每一个自身也同样是无限的;因为在那个物体中也存在着无限的事物。
"Τὸ δὲ μηδέποτε διακριθήσεσθαι." Ὅτι ἀνόητος ὁ κατὰ Ἀναξαγόραν νοῦς τοῖς ἀδυνάτοις ἐπιχειρῶν, εἴπερ θέλει μὲν αὐτὸς διακρῖναι πάντα, τοῦτο δὲ γενέσθαι ἀδύνατον. ἀλλὰ τὸ μηδέποτε διακριθήσεσθαι πάντα, εἰ καὶ ἀγνοῶν ἔλεγεν ὁ Ἀναξαγόρας, ἀλλ’ οὖν ὀρθῶς ἔλεγεν· αὐτὸς μὲν γὰρ τὰ σώματα ἔλεγε μηδέποτε ἀπ’ ἀλλήλων διακριθήσεσθαι, ἤτοι καὶ τὰ πάθη καὶ τὰς ἕξεις, οὐ διὰ τὸ μὴ φύσιν ἔχειν καθ’ αὑτὰς ὑποστῆναι, ἀλλὰ διὰ τὸ τὴν μῖξιν μὴ δύνασθαι εἰλικρινῶς χωρίσαι τὰ μιχθέντα, ὥσπερ εἴ τις καὶ τοῦ οἰνομέλιτος εἴποι μὴ ἐνδέχεσθαι τὸν οἶνον καὶ τὸ μέλι χωρισθῆναι. εἰ οὖν εἰσὶν ἐν τοῖς πᾶσι καὶ τὰ πάθη καὶ αἱ ἕξεις ἅπερ καθ’ αὑτὰ ὑποστῆναι οὐ πέφυκε, ζητεῖ δὲ καὶ ταῦτα χωρίσαι ὁ νοῦς, ἐπειδὴ πάντα βούλεται διακρῖναι, ἀνόητος ἂν εἴη τοῖς ἀδυνάτοις ἐπιχειρῶν.1
“至于它们决不会被分离开。” 这是说,阿那克萨哥拉所主张的心灵去企图做不可能的事情是愚蠢的,如果它自身想要分离开一切事物,而这件事情发生却是不可能的。然而,至于说一切事物决不会被分离开,即使阿那克萨哥拉是在不知真情的情况下说的,但无论如何他说得是正确的;因为他自己所说的诸物体——或者说诸受动与诸状态——决不会彼此分离开,并不是因为它们不具有独立存立的本性,而是因为混合无法将混合之物纯粹地分离开,正如有人谈到蜂蜜酒时说酒和蜜是不可能被分离开的一样。因此,如果在一切事物中也有那些按其本性不能独立存立的诸受动和诸状态,而心灵又试图将这些也分离开,因为它想分离开一切事物,那么它企图做不可能的事就是愚蠢的。
"Ἐὰν διακριθῶσιν, ἔσται τι λευκὸν καὶ ὑγιεινὸν οὐχ ἕτερόν τι ὂν οὐδὲ καθ’ ὑποκειμένου." Οὐ γάρ ἐστιν αὐτὸ καθ’ αὑτὸ λευκόν τι, ἀλλὰ δεῖ πρότερον ἕτερόν τι εἶναι, εἶτα λευκὸν εἶναι ἢ μέλαν ἤ τι τοιοῦτον· τὸ γὰρ λευκὸν ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ ψιμύθιον ἤ τι ἄλλο. ἐὰν οὖν χωρισθῶσι τὰ πάθη, ἔσται τι λευκὸν ὃ οὔτε ἄνθρωπός ἐστιν οὔτε ἕτερόν τι, οὐδ’ ὅλως ἐν ὑποκειμένῳ τινὶ τὸ εἶναι ἔχον, ὅπερ ἀδύνατον. τὸ δὲ καθ’ ὑποκειμένου ἀντὶ τοῦ ἐν ὑποκειμένῳ εἶπε·2 τοῦτο δὲ πολλαχῶς εἶπεν.
“如果它们被分离开,就会存在某种既非任何他物、也不是关于载体的白或健康的东西。” 因为没有任何东西其自身就是自为的白,而是必须先是某种他物,然后才是白的或黑的或某种此类东西;因为白的东西要么是人,要么是马,要么是铅白,要么是某种别的东西。因此,如果诸受动被分离开,就会存在某种既不是人也不是任何别的东西、且根本不在任何载体中具有其存在的白,而这是不可能的。他说“关于载体”,是代替“在载体中”而言的;他在许多地方都这样说过。
"Οὐκ ὀρθῶς δὲ οὐδὲ τὴν γένεσιν λαμβάνει τῶν ὁμοειδῶν." Ὅτι κακῶς λαμβάνει ἐκ τῶν ὁμοίων γίνεσθαι τὰ γινόμενα. γίνεται μὲν γὰρ ἄνθρωπος ἐξ ἀνθρώπων καὶ ἵππος ἐξ ἵππων, γίνεται δὲ καὶ ἐξ ἀνομοειδῶν· ἐξ ἵππων γὰρ σφῆκες σηπομένων, καὶ ἐκ ταύρων μέλισσαι, καὶ ἐξ ὕδατος ἀήρ, καὶ ἐκ τούτου πῦρ. κακῶς οὖν ἐλάμβανεν ὅτι ἐξ ὁμοειδῶν πάντως ἡ γένεσις, ἐλάμβανε δὲ τοῦτο διὰ τὸ μηδὲν οἴεσθαι ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἔκ τινος δὲ γινόμενα μὴ ἄνευ τοῦ ἐναντίου γενέσθαι. οὐ καλῶς δὲ οὐδὲ τὸ ἐκ τοῦ μὴ ὄντος μὴ γενέσθαι τι ἐλάμβανεν· ἐκ 〈γὰρ〉 τοῦ μηδαμῇ μηδαμῶς μὴ ὄντος ὡς ἐξ ὕλης οὐκ ἂν γένοιτό τι, ἐκ τοῦ τὶ δὲ μὴ ὄντος ἀνάγκη τὴν γένεσιν εἶναι.3 καὶ γὰρ κατὰ τὸ ὑλικὸν αἴτιον ἐκ τὶ μὴ ὄντος γίνεται (τὸ γὰρ σπέρμα τὶ μὴ ὄν· οὐκ ἄνθρωπος γάρ), καὶ κατὰ τὸ ποιητικόν· τὸ γὰρ αἴτιον ἐξ ἀνάγκης δεῖ διαφέρειν τοῦ αἰτιατοῦ, εἰ καὶ κατ’ οὐδὲν ἄλλο, ἀλλ’ οὖν πάντως κατ’ αὐτὸ τὸ αἴτιον καὶ αἰτιατόν. ὥστε ἔστι τὶ μὴ ὂν τὸ αἴτιον· οὐκ ἔστι γὰρ ὅπερ τὸ αἰτιατόν.
“并且他也没有正确地理解同种之物的生成。” 这是说,他错误地假定了生成之物是从相似之物生成的。因为人确实从人生成,马从马生成,但也从不同种之物生成;因为从腐烂的马中生出胡蜂,从牡牛中生出蜜蜂,从水生成空气,从空气生成火。因此他错误地假定了生成必定是从同种之物而来的;他之所以做此假定,是因为认为没有任何东西是从非存在生成的,且从某物生成的事物若没有其相反者就不能生成。然而,他关于没有任何东西从非存在生成的看法也是不妥当的;因为从完全在任何意义上都是非存在的东西作为质料出发,不可能生成任何东西,但生成必然是从并非某个具体之物的非存在而来的。因为不仅按照质料因,事物是从并非某个具体之物的非存在生成的(因为种子是并非某个具体之物的非存在;因为它不是人),而且按照动力因亦然;因为原因必然不同于结果,即使在其他方面没有差异,也无论如何必定在原因和结果本身上有差异。因此原因是并非某个具体之物的非存在;因为它并不是结果所是的东西。
"Καὶ οὐχ ὁ αὐτὸς τρόπος ὡς πλίνθοι ἐξ οἰκίας καὶ οἰκία ἐκ πλίνθων." Οὐχ ὅνπερ τρόπον, φησίν, ἐκ πλίνθων ἡ οἰκία, τοῦτον τὸν τρόπον ἐκ τῶν πηλῶν ὁ πηλός· ἡ μὲν γὰρ οἰκία ἐξ ἀνομοειδῶν τῶν πλίνθων, ὁ δὲ πηλὸς ἐξ ὁμοειδῶν τῶν πηλῶν. εἶπον δὲ ὅτι οὐ κυρίως γίνεσθαι λέγεται ὁ πηλὸς ἐκ πηλῶν· οὐδὲ γὰρ γένεσις τοῦτό ἐστιν ἀλλὰ πρόσθεσις, εἰ μὴ γίνεσθαι ἁπλῶς εἴποι τις τοσόνδε πηλόν.
“并且这并不是以砖之于房屋以及房屋之于砖的同一种方式。” 他说,泥土从泥块中生成,并非以房屋从砖石中生成的完全相同的方式;因为房屋是从不同种的砖石生成的,而泥土则是从同种的诸泥块生成的。而且我说过,严格说来泥土并不是被称为从泥块生成的;因为这不是生成而是添加,除非有人单单说是生成了如此多的泥土。
"Οὕτω δὲ καὶ ὕδωρ καὶ ἀὴρ ἐξ ἀλλήλων καὶ εἰσὶ καὶ γίνονται." Τουτέστιν ἐξ ἀνομοειδῶν, ὥσπερ καὶ ἡ οἰκία ἐκ πλίνθων. βέλτιόν τε ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς. εἰ γὰρ δυνατὸν τὰ αὐτὰ γεννᾶν ἐκ τῶν πεπερασμένων ἅπερ καὶ ἐκ τῶν ἀπείρων, κάλλιον τὸ ἐκ τῶν πεπερασμένων· τὰ γὰρ ἄπειρα ἄγνωστα. ὅθεν ταύτῃ μᾶλλον ὁ Ἐμπεδοκλῆς κατορθοῖ, τῷ πεπερασμένας ὑποτίθεσθαι τὰς ἀρχάς.
“水和空气相互之间也是如此存在并生成的。” 也就是说,是从不同种之物生成的,正如房屋是从砖石生成的一样。并且像恩培多克勒所做的那样,设定较少的和有限的事物更为优越。因为如果从有限的事物中能够产生出与从无限的事物中产生出来的相同的东西,那么从有限的事物中产生就更为优越;因为无限的事物是不可知的。因此在这个方面恩培多克勒更为成功,因为他假定了诸原理是有限的。
- 1.76ἀνόητος ἂν εἴη τοῖς ἀδυνάτοις ἐπιχειρῶν
潜能祈愿语气(ἄν 搭配祈愿语气 εἴη),分词短语 τοῖς ἀδυνάτοις ἐπιχειρῶν 在句中充当条件或原因从句的功能(“企图做不可能之事的话/由于企图做不可能之事”)。
- 1.77τὸ δὲ καθ’ ὑποκειμένου ἀντὶ τοῦ ἐν ὑποκειμένῳ εἶπε
语法及用词注释:介词短语 καθ’ ὑποκειμένου(关于载体[述说])在此被用来代替《范畴篇》严格术语中的 ἐν ὑποκειμένῳ(在载体中),表示偶性对载体的内属关系。
- 1.78ἐκ τοῦ τὶ δὲ μὴ ὄντος ἀνάγκη τὴν γένεσιν εἶναι
不定代词 τὶ(“某个特定的事物”)与否定词 μή 及分词 ὄντος 结合(“并非某个特定事物的非存在”),用来表示相对限定的否定,与前面的绝对非存在(τοῦ μηδαμῇ μηδαμῶς μὴ ὄντος)形成对照。
