- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:104.7-106.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解亚里士多德《物理学》187b15–188a2,审析整体所分割成的“内属之物”的含义(将其与质料和形式区分,指可独立持存的部分),进而依次阐发反驳阿那克萨哥拉同质部分无限分割的四个论证。
" Λέγω δὲ τῶν τοιούτων τι μορίων, εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὸ ὅλον.1" Διττῶς τὸ ἐνυπάρχον δυνατὸν ἐκλαβεῖν, ἢ ὡς πρὸς τὸ μέρος ἢ ὡς πρὸς τὸ ὅλον. πρὸς τὸ μέρος μὲν οὕτως· μόρια δέ, φησί, ταῦτα λέγω ἅτινα καὶ μετὰ τὴν ἐκ τοῦ ὅλου διαίρεσιν ὑφεστήκασι καὶ οὐ φθείρονται· ἀεὶ γὰρ ἀπόρροιαί τινες ἐκ τοῦ σώματος γίνονται. τὰ οὖν ἀπορρέοντα σώματα καὶ μετὰ τὴν ἐκ τοῦ ὅλου διαίρεσιν δύναται καὶ καθ’ ἑαυτὰ ὑποστῆναι. εἰ δὲ τὸ ἐνυπάρχον πρὸς τὸ ὅλον ἀκουσόμεθα· τούτου μόρια, φησί, λέγω ταῦτα ὧν καὶ διαιρεθέντων ἐκ τοῦ ὅλου οὐδὲν ἧττον σῴζεται τὸ ὅλον, τοιαῦτα δέ ἐστιν, ὡς εἶπον, τὰ ἀεὶ ἐξ ἡμῶν ἀπορρέοντα σώματα. ὁ μὲν οὖν νοῦς οὗτος, προσέθηκε δὲ τοῦτο, ἐπειδὴ εἶπεν “οὗ τὸ μόριον ἐνδέχεται ὁπηλικονοῦν εἶναι”, ἵνα μή τις ὑπολάβῃ μόρια αὐτὸν λέγειν τοῦ ὅλου τὴν ὕλην καὶ τὸ εἶδος. διὰ τοῦτό φησιν ὅτι ταῦτα λέγω τὰ μόρια ἅτινα καὶ μετὰ τὴν διαίρεσιν τὴν ἐκ τοῦ ὅλου καθ’ ἑαυτὰ ὑφέστηκεν, ἤγουν διαιρεθέντα οὐ φθείρει τὸ ὅλον, ὧν οὐδέτερον τῷ εἴδει καὶ τῇ ὕλῃ ὑπάρχει· χωρισθεῖσα γὰρ ἡ ὕλη καὶ τὸ εἶδος οὔτε τὸ ὅλον σῴζει ἔτι, οὔτε καθ’ ἑαυτὰ ὑποστῆναι δύναται. ταῦτα δὲ οὐδὲ μόριά ἐστι τοῦ συνθέτου, ἀλλὰ στοιχεῖα, διὸ οὐδὲ διαιρεῖσθαι ἂν λέγοιτο αὐτοῦ· διαίρεσις μὲν γὰρ ἐπὶ τῶν μορίων λέγεται, ἀνάλυσις δὲ ἐπὶ τῶν στοιχείων. σὰρξ δὲ καὶ τὰ τοιαῦτα μόρια ζῴου, καὶ οἱ καρποὶ τῶν φυτῶν. ὥσπερ γὰρ τὸ ζῷον ἀνομοιομερές ἐστιν, οὕτω δὴ καὶ τὰ φυτά· μόρια γὰρ τοῦ φυτοῦ πρέμνος φλοιὸς κλάδος φύλλα καρποὶ ἐντεριώνη καὶ εἴ τι τοιοῦτον, ἅπερ ἑτεροειδῆ ἐστι, πρὸς ἑαυτὸ δὲ ἕκαστον ὁμοιομερές.
“而我指的是此类部分中的某一种,即整体所分割成的作为内属之物的那种部分。” “内属的”可以有两种理解方式:要么相对于部分,要么相对于整体。相对于部分是这样:他说,我所谓的这些部分,是指那些即使从整体分割出来之后也依然持存且不败坏的部分;因为身体总是有某些流出物产生。因此,流出的诸物体即使在从整体分割出来之后,也能够独立存立。而如果我们相对于整体来理解“内属的”:他说,我所谓此物的诸部分,是指那些即使从整体中分割出来,整体也同样得以保全的部分;正如我所说的,我们身上不断流出的诸物体就是此类东西。这便是其含义,而他之所以补充了这一点,是因为他说过“其部分可以是任意大小的”,以此避免有人以为他所谓的整体之部分是指质料和形式。因此他说,我所谓的部分是指那些从整体分割之后依然独立持存的部分,也就是说,它们被分割出来并不破坏整体;而这两点对形式和质料都不成立。因为质料和形式一旦被分离,就既不再保全整体,也不能独立存立。而它们甚至不是复合物的部分,而是元素,因此它们甚至不能被称为从中“分割”出来;因为“分割”用于部分,而“分析(还原)”用于元素。肉和诸如此类的东西是动物的部分,果实则是植物的[部分]。因为正如动物是非同质部分构成的那样,植物亦然;植物的部分是树干、树皮、树枝、树叶、果实、髓以及任何此类东西,它们在形式上各异,但各自相对于自身则是同质部分。
"Ἔτι εἰ πάντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἐν ἀλλήλοις." Τὸ πρῶτον τῶν ἐπιχειρημάτων βούλεται ἐκθέσθαι, εἶτα εἰπὼν τὴν Ἀναξαγόρου ὑπόθεσιν, πρὶν συναγάγῃ τὸ ἑπόμενον τίθησι τὸ δεύτερον ἀξίωμα, ἐπειδὴ δι’ ἀμφοτέρων τὸ πρῶτον συμπεραίνει ἐπιχείρημα. ἅπαν δὲ σῶμα, φησί, πεπερασμένον ἀναιρεῖται ὑπὸ σώματος πεπερασμένου. τὸ δὲ ἀναιρεῖται ἀντὶ τοῦ καταμετρεῖται· τὸ γὰρ μετρούμενον ἴσα ἀεὶ τῷ μέτρῳ ἀφαιρούμενον ἐπιλείπει καὶ καταδαπανᾶται.
“此外,如果所有此类事物都相互内属于彼此之中。” 他意图陈述诸论证中的第一个,于是在叙述了阿那克萨哥拉的假说之后,在得出后承之前,先提出了第二条公理,因为他是通过这两者来得出第一条论证的结论的。他说,凡有限的物体都被有限的物体所消除。而“被消除”是代替“被量尽”而言的;因为被量度之物若总是被减去等于度量单位的量,就会耗尽并消耗殆尽。
"Εἰ καὶ ἀεὶ εἴη ἐλάττων ἡ ἐκκρινομένη, ἀλλ’ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι.2" Ἵνα μή τις εἴποι ὅτι οὐκ ἀνάγκη ἀεὶ ἀφαιρουμένων σαρκίων ἐκλείπειν τὴν ἐν τῷ ὕδατι σάρκα (εἰ μὲν γὰρ ἴσα ἀεὶ ἀφῃρεῖτο, τῷ ὄντι ἀναγκαῖον ἦν ὑπολιπεῖν διὰ τὸ μετρεῖσθαι τὸ πεπερασμένον ὑπὸ τοῦ πεπερασμένου, νῦν δὲ τὰ ἀφαιρούμενα ἀεὶ ἐλάττονά ἐστιν· ὥστε οὐκ ἀνάγκη ἐπιλείπειν, διότι τὸ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν), διὰ τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης, ὅτι εἰ καὶ ἀεὶ ἐλάττονα ἀφαιροῖτο, ἀλλ’ οὖν πάντως τινὸς μεγέθους οὐχ ὑπερέξει τὰ ἐκκρινόμενα κατὰ σμικρότητα. ἐπεὶ οὖν ὥρισται τὸ ποσὸν τῆς σαρκός, οὐχ ὑπερέξει δηλονότι κατὰ τὸ ἔλαττον τῆς ἐλαχίστης σαρκὸς τὰ ἐκκρινόμενα, ἀλλὰ στήσεται ἡ τομὴ ἐν τῇ ἐλαχίστῃ σαρκί. πᾶσα οὖν ἀνάγκη τοιούτων ἀεί, λέγω δὴ τῶν ἐλαχίστων σαρκίων, ἐκκρινομένων καταδαπανηθῆναι τὸ ὅλον, ἐπειδὴ τὸ πεπερασμένον ἀναιρεῖται ὑπὸ τοῦ πεπερασμένου, εἰ δὲ μὴ τοῦτο, ἴσα πεπερασμένα ἄπειρα τὸν ἀριθμὸν ἐνέσονται ἐν τῷ πεπερασμένῳ, ὅπερ ἀδύνατον. τὸ οὖν οὐχ ὑπερέξει μέγεθός τι τῇ σμικρότητι ἀντὶ τοῦ οὐ παντὸς μεγέθους ἔλαττον τὸ ἐκκρινόμενον δυνατὸν ἐκκρίνεσθαι, κἂν ἀεὶ ἔλαττον ἐκκρίνηται· ἔστι γάρ τι τὸ τῆς ἐλαχίστης σαρκὸς μέγεθος, οὗ ἔλαττον ἀδύνατον ἐκκριθῆναι.
“即使被分离出的东西总是较小,但它在微小性上仍旧不会超过某种大小。” 这是为了防止有人说,即使小块肉不断被取走,水中的肉也并不必然耗尽(因为如果每次取走的量总是相等的,由于有限被有限所度量,确实必然会耗尽,但现在被取走的量总是越来越小;因此并不必然耗尽,因为连续体是可以无限分割的)。正是为了这个缘故,亚里士多德说,即使取走的量总是越来越小,但被分离出的东西在微小性上绝不会超过某种大小。因此,既然肉的量是有限定的,显然被分离出的东西在小上就不会超过极小的肉,而是分割将终止于极小的肉。因此,当此类东西、即极小的小块肉不断被分离出来时,由于有限之物被有限之物所消除,整个事物就完全必然消耗殆尽;否则,在有限之物中就会内属于数目无限的有限等量之物,而这是不可能的。因此,“在微小性上不会超过某种大小”是代替说:被分离出的东西不可能比任何大小都小地被分离出来,即使它被分离得越来越小;因为存在着极小的肉的某种大小,比它更小是不可能被分离出来的。
"Πρὸς δὲ τούτοις, εἰ ἅπαν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον ἀνάγκη γίνεσθαι." Ἕτερον ἐπιχείρημα τὸ τρίτον ἀπὸ τῆς ἀρχῆς, ὅτι εἰ ὥρισται τῆς σαρκὸς τὸ ποσόν, ἀδύνατον ἐκ τῆς ἐλαχίστης ἐκκριθῆναί τι· εἰ γὰρ ἐκκριθείη τι ἐξ αὐτῆς, γενήσεται ἐλάττων τῆς ἐλαχίστης σαρκός, ὅπερ ἀδύνατον, τοῦτο δὲ διότι ἅπαν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον γίνεται, τοῦτο δὲ διότι πᾶν πεπερασμένον καταμετρεῖται ὑπὸ παντὸς πεπερασμένου.
“除这些之外,如果任何物体在某物被取走之后必然变小。” 这是从开头算起的第三个论证:如果肉的量是有限定的,就不可能从极小的肉中分离出任何东西;因为若从中分离出任何东西,它就会变得比极小的肉还要小,而这是不可能的;这是因为任何物体在某物被取走之后都会变小,而这又是因为凡有限之物都被凡有限之物所量尽。
"Ἔτι δὲ ἐν τοῖς ἀπείροις σώμασιν ἐνυπάρχοι ἂν ἤδη σὰρξ ἄπειρος." Τέταρτον τοῦτο, ὅτι συμβήσεται ἐν ἑκάστῃ ὁμοιομερείᾳ ἀπείρων ὄντων, καὶ πάλιν ἐν ἑκάστῃ τῶν ἀπείρων ἄλλων ἀπείρων ἐνυπαρχουσῶν, καὶ τοῦτο ἐπ’ ἄπειρον, ἀπειράκις τὸ ἄπειρον εἶναι.3
“此外,在无限的诸物体中,就会已经内属于无限的肉。” 这是第四个论证:因为在每个同质部分中的东西都是无限的,并且在无限之物的每一个之中又内属于其他的无限之物,且这一过程进行至无限,所以其后果将是:无限存在无限次。
- 1.70εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὸ ὅλον
关于分词 ἐνυπάρχον 的语法归属有两种可能:(1) 作中性宾格,与指代部分的关系代词 ὃ 构成同位语,解作“整体分割进入作为内属之物的那种部分”;(2) 与主语 τὸ ὅλον 保持一致,解作“整体以内属于其中的状态被分割”。斐洛庞奴斯在后文中紧接着指出这两种理解方式(“相对于部分”或“相对于整体”)。译文以(1)为基本句构,完整保留了注解者所阐述的歧义空间。
- 1.72οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ σμικρότητι
动词 ὑπερβαλεῖ(超过、越过)的宾语是宾格 μέγεθός τι(某种大小),而 τῇ σμικρότητι 是表示方面的与格(“在微小性上”)。全句意为“在微小的程度上不会超过某种大小(即不会无底线地更小,存在极小值)”,正如斐洛庞奴斯随后所解释的那样。
- 1.74ἀπειράκις τὸ ἄπειρον εἶναι
此处是不定式从句作为非人称动词 συμβήσεται 的补足语:τὸ ἄπειρον 为不定式 εἶναι 的宾格主语,由副词 ἀπειράκις(无限次地)修饰,表达归谬的结果:“无限存在无限次(即无限的无限倍)”。
