- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:103.8-104.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯驳斥了为阿那克萨哥拉辩护的主张(即同质部分的缩小不必然意味着整体的缩小),指出只要遵循阿那克萨哥拉将整体等同于同质部分之汇聚的前提,二者的缩小就必然联动,且承认无限分割会导致在部分数量解释上的种种荒谬。
εἰ μὲν οὖν ἐπ’ ἄπειρον μειοῦνται, ἥξουσι πάντως εἴς τι μέγεθος, ἐν ᾧ ἀδύνατον εἶναι τὴν τοῦ ἀνθρώπου σάρκα, οἷον ἐν δακτυλιαίῳ ἢ ἐν κέγχρου μεγέθει· ὥστε εἰ ἀδύνατον τὸν ἄνθρωπον ἐπὶ τοσοῦτον μειωθῆναι, δῆλον ὅτι καὶ τὰς τῆς σαρκὸς ὁμοιομερείας, ὥστε πάλιν εἰς τὸ αὐτὸ περιάγεται ὁ λόγος. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλ’ αἱ μὲν ὁμοιομέρειαι πεφύκασιν ἐπ’ ἄπειρον μειοῦσθαι, τὸ δὲ σύνθετον οἷον ὁ ἄνθρωπος οὐ πέφυκε σῴζεσθαι ἐπὶ πολὺ μειουμένων τῶν ὁμοιομερειῶν· ἐπεὶ καὶ καθ’ ὑμᾶς τῆς σαρκὸς δηλονότι καὶ ἐν ἐλάττονι πολὺ μεγέθει δυναμένης συστῆναι, εἴπερ ἡ τοῦ ἀνθρώπου σὰρξ ἐστιν οἵα ἐστὶν ἥ τε τῶν παιδίων καὶ τῶν ἐμβρύων, ὅμως ἐν τῷ τελείῳ ζῴῳ οὐ φθάνει πολύ τι μειωθῆναι πρὶν φθαρῇ τὸ ζῷον.1 οὕτως εἰ καὶ ἐπ’ ἄπειρον αἱ ὁμοιομέρειαι τέμνονται, ἀλλ’ οὐ τὸ ὅλον ζῷον πέφυκεν ἐν τῇ ὁπωσοῦν ἐχούσῃ ὁμοιομερείᾳ συνίστασθαι’. ἀλλ’ οὗτος ὁ λόγος οὐ σῳζόντων ἐστὶ τὰς Ἀναξαγορείους ὑποθέσεις,2 ὃς ἔλεγεν οὐδὲν ἕτερον εἶναι τὸ σύνθετον καὶ τὸ ὅλον ἢ τὴν συνδρομὴν τῶν ὁμοιομερειῶν. ἡμῖν μὲν γὰρ τοῖς λέγουσιν ὅτι τῇ τοιᾷδε τῶν στοιχείων συνθέσει καὶ κράσει ἔξωθεν ἐπιγίνονται τὰ εἴδη ἕτερα ὄντα παρὰ τὰ ὑποκείμενα, εὐλόγως τοῦτο ἕπεται (οὐ γὰρ ὁπωσοῦν ἐχουσῶν τῶν ὁμοιομερειῶν πέφυκε τὸ εἶδος ἐπιγίνεσθαι), Ἀναξαγόρᾳ δὲ μηδὲν ἕτερον ἐπιγίνεσθαι ἔξωθεν λέγοντι παρὰ τὰ ὁμοιομερῆ, ἀλλὰ πάντως ἐν τοῖς ἁπλοῖς εἶναι τὰς ὁμοιομερείας (καὶ γὰρ καὶ ὀφθαλμοῦ, φέρε εἰπεῖν, τῶν διαφόρων χιτώνων καὶ τριχῶν καὶ αὐτὰ τὰ χρώματα καὶ πάσας τὰς ἐν τῷ συνθέτῳ ποιότητας ὑπάρχειν ἐν τοῖς ἁπλοῖς), εὔλογον τὸ ἕπεσθαι πάντως τῇ τῶν ὁμοιομερειῶν μειώσει καὶ τὸ ὅλον συμμειοῦσθαι.3 διὰ τί γὰρ 〈οὐχ〉 ὥσπερ πλείους ἢ μείζους ὁμοιομέρειαι ὀφθαλμοῦ συνελθοῦσαι ποιοῦσι τὸν μέγαν ὀφθαλμόν, οὕτω καὶ μικρόν; ὥστε ἀναγκαίως ἀληθὲς ἂν εἴη τὸ συνημμένον, ὅσον ἐπὶ ταῖς Ἀναξαγόρου ὑποθέσεσι. τί ποτε δέ ἐστιν ὅλως τὸ λέγειν τὴν ἀνθρώπου σάρκα ἐκ πλειόνων συνεστάναι σαρκίων; διὰ τί γὰρ καὶ τῶν πλειόνων τούτων σαρκίων ἕκαστον οὐκ ἐκ πλειόνων συνέστηκεν, εἴ γε ἐπ’ ἄπειρον τῶν ὁμοιομερειῶν ἡ τομή; ὥστε ἢ οὐδὲ ἔσται ὅλως μία τις ὁμοιομέρεια ἢ καὶ ἡ τοῦ ἀνθρώπου σὰρξ μία. συμβήσεται δὲ κἀκεῖνο γελοῖον ὄν, τὴν μὲν τοῦ ἐλέφαντος σάρκα ἐξ ἐλαττόνων σαρκίων συγκεῖσθαι, τὴν δὲ τοῦ κώνωπος ἐκ πλειόνων· οὐδὲν γὰρ ἔτι διοίσει τὸ ἐκ πλειόνων ἢ ἐλαττόνων λέγειν ἀορίστου τοῦ μεγέθους τῶν ἀρχῶν ὑπάρχοντος καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον.
那么,如果它们无限缩小,就必定会达到某种人的肉不可能在其中存在的大小,例如指头的大小或粟粒的大小;以至于如果人不可能缩小到如此程度,显然肉的同质部分也[不可能缩小到如此程度],从而论证又绕回到了同一点。但如果有人说:“同质部分本性上固然可以无限缩小,然而复合物(例如人)在同质部分大幅缩小后却并不具有保全自身的本性;因为在你们看来,肉显然也能在小得多的大小中构成,只要人的肉就如幼童和胚胎的肉那样,然而在完备的动物中,肉尚未大幅缩小,动物便已败坏。因此,即使同质部分被无限分割,整个动物也并非本性上能够在任意状态的同质部分中构成”,然而这种论调并不属于维护阿那克萨哥拉假说的人,因为他曾说复合物即整体无非是同质部分的汇聚。因为对于我们这些认为在诸元素的如此组合与混合之上、与底层之物不同的形式从外部附加而生的人来说,这一结论合乎情理地随之而来(因为无论同质部分处于何种状态,形式都并非本性上就能附加而生),但对于阿那克萨哥拉这样认为除了同质部分之外没有别物从外部附加而生、反而完全是在单纯之物中存在着同质部分的人来说(因为可以说,甚至眼睛的各种膜和睫毛的颜色本身,乃至复合物中的一切性质,都存在于单纯之物中),在同质部分缩小时整个事物完全必然一同缩小,这才是合乎情理的随之而来的结论。因为难道不正是犹如眼睛的较多或较大的同质部分聚集在一起构成大眼那样,同样也构成小眼吗?因此,只要依据阿那克萨哥拉的假说,该条件命题便必然为真。而且,说人的肉是由若干小块肉构成的,这究竟是什么意思呢?因为如果同质部分的分割确实是无限的,为什么这若干小块肉中的每一块不同样是由若干部分构成的呢?以至于要么根本就不存在任何单一的同质部分,要么人的肉也是单一的。并且还会导致那个荒谬的后果:大象的肉由较少的小块肉构成,而蚊子的肉却由较多的小块肉构成;因为在始基的大小向大和向小两方面都是不定的情况下,说由较多还是较少构成将不再有任何差别。
- 1.69οὐ φθάνει πολύ τι μειωθῆναι πρὶν φθαρῇ τὸ ζῷον
动词 φθάνω + 不定词 + πρίν 从句的惯用结构,意为“在……之前并未先行……”或“尚未……就已……”。μειωθῆναι 的逻辑主语是上下文省略的“肉”(τὴν σάρκα),表示肉尚未发生大幅缩小,动物就已经毁灭了。
- 1.69οὐ σῳζόντων ἐστὶ τὰς Ἀναξαγορείους ὑποθέσεις
表特征或归属的述语属格结构。分词 σῳζόντων 为属格复数,用作名词,指“维护/坚守……的人们”。全句意为“这一论调并不属于维护阿那克萨哥拉假说的人”。
- 1.69εὔλογον τὸ ἕπεσθαι πάντως τῇ τῶν ὁμοιομερειῶν μειώσει καὶ τὸ ὅλον συμμειοῦσθαι
述语形容词 εὔλογον 后省略系词 ἐστί,以带冠词的不定词 τὸ ἕπεσθαι 作主语的结构。接续的“对格+不定词”短语 καὶ τὸ ὅλον συμμειοῦσθαι(“整个事物也一同缩小”)依附于 ἕπεσθαι,用以说明合乎情理地随之而来的具体结论。
