- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:102.11-103.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德《物理学》187b13的引文,斐洛庞诺斯展开了通过第二假言三段论证明同质部分的大小向大和向小均受限定的论证,并引入了各部分虽缩小但作为复合物的整体并不缩小的反驳意见加以检视。
" Ἔτι δὲ ἀνάγκη, οὗ τὸ μόριον ἐνδέχεται ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ σμικρότητα, καὶ αὐτὸ ἐνδέχεσθαι.1" Τὸ πρῶτον τῶν λημμάτων, ὅτι ὥρισται τῆς σαρκὸς καὶ τῶν λοιπῶν εἰδῶν τὸ μέγεθος ἐπί τε τὸ μεῖζον ἐπί τε τὸ ἔλαττον, καὶ οὔτε ἐπ’ ἄπειρον αὔξεται, οὔτε ἐπ’ ἄπειρον μειοῦται. κατασκευάζει δὲ τοῦτο ἐκ τῶν ὅλων, λέγω δὲ τῶν συνθέτων, ὧν μόριά ἐστι τὰ ὁμοιομερῆ, κατασκευάζει δὲ διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν. ἔστι δὲ ὁ συλλογισμὸς οὗτος· εἰ τὰ μόρια ἐνδέχεται ἐπ’ ἄπειρον αὔξεσθαι καὶ μειοῦσθαι, καὶ τὸ ὅλον ἂν ἐνδέχοιτο ἐπ’ ἄπειρον αὔξεσθαι καὶ μειοῦσθαι (ἐκ τῶν μερῶν γὰρ τὸ ὅλον σύγκειται· οὐδὲ γὰρ αὔξεσθαι ἢ μειοῦσθαι δυνατὸν τὸ ὅλον, τῶν μερῶν μὴ ηὐξημένων ἢ μειωθέντων), ἀλλὰ μὴν τὸ ὅλον ἀδύνατον ἐπ’ ἄπειρον αὔξεσθαι καὶ μειοῦσθαι, καὶ τὰ μόρια ἄρα. ὥστε στήσεται τὸ ποσὸν τῶν μορίων ἐπί τε τὸ μεῖζον ἐπί τε τὸ ἔλαττον. ἔστιν ἄρα τις ἐλαχίστη σὰρξ καὶ ὀστοῦν, ὥσπερ οὖν καὶ μεγίστη. ἀλλ’ ἴσως ἀντιλέγει τις τῷ συνημμένῳ2 τὸν ὑπὲρ Ἀναξαγόρου λόγον ποιούμενος, ὅτι οὐκ ἀνάγκη, εἰ ἐπ’ ἄπειρον ἡ τῶν ὁμοιομερῶν γίνεται μείωσις, ἤδη καὶ τὰ ζῷα καὶ τὰ φυτὰ ἐπ’ ἄπειρον μειοῦσθαι· εἰ μὲν γὰρ μία ἦν ἐν ἑκάστῳ ζῴῳ σαρκὸς ὁμοιομέρεια ἢ ὀστοῦ ἢ αἵματος, εὔλογον ἦν, ὡς ἂν ηὔξεν ἢ ἐμειοῦτο τὸ μόριον, οὕτως αὔξειν καὶ μειοῦσθαι καὶ τὸ ὅλον, νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ πλείους ὁμοιομέρειαι συνιοῦσαι σαρκὸς ἢ ὀστοῦ ἢ τῶν λοιπῶν, οὕτω ποιοῦσι τὴν τοῦ ζῴου σάρκα καὶ τὸ ὀστοῦν. οὐκ ἀνάγκη οὖν συμμειοῦσθαι ταῖς ὁμοιομερείαις τὸ ζῷον. δυνατὸν γὰρ πολλὰς ὁμοιομερείας, κἂν μικραὶ ὦσι, συνθεῖναι τὸ τοῦ ζῴου σῶμα, ὥσπερ φέρε εἰπεῖν τοὺς μὲν λίθους, ἐξ ὧν ἡ οἰκία, δυνατὸν ἐπ’ ἄπειρον μειοῦσθαι, οὐκέτι μέντοι καὶ τὴν οἰκίαν, διότι ἐκ πλειόνων καὶ οὐκ ἐξ ἑνὸς λίθου σύγκειται· συγκέοιτο γοῦν ἡ αὐτὴ ποτὲ μὲν ἐξ ἐλαττόνων, εἰ μείζονες εἶεν, ποτὲ δὲ ἐκ πλειόνων, εἰ ἐλάττονες εἶεν. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχει, πάντως ὥρισται τὸ ποσὸν τῶν ὁμοιομερειῶν ἐξ ὧν ἡ τοῦ ἀνθρώπου σὰρξ σύγκειται. ἔστωσαν οὖν πέντε τινὲς ὁμοιομέρειαι σαρκός. αὗται οὖν πότερον ἐπ’ ἄπειρον μειοῦνται ἢ οὔ;
“此外,若某物的部分在大小与微小上可为任意之量,则该物自身也必然能够如此。” 诸前提中的第一条是:肉及其他形式的大小在向大和向小两方面都是受限定的,既不会无限增大,也不会无限缩小。他是从整体出发,我指的是从同质部分作为其各部分的复合物出发来确立这一点的;并且他是通过假言[三段论]的第二式来确立的。该三段论如下:如果各部分能够无限增大和缩小,则整体也能够无限增大和缩小(因为整体是由各部分构成的;若各部分未曾增大或缩小,整体也绝不可能增大或缩小),但整体绝不可能无限增大和缩小;因此各部分也是如此。以至于各部分的量在向大和向小两方面都会止步。因此,存在着某种最小的肉和骨,正如也存在着最大的那样。然而,或许有人为阿那克萨哥拉辩护而反驳该假言前提,说即使同质部分的缩小是无限的,也绝不必然意味着动物和植物由此也就无限缩小;因为如果每个动物中只有单一的肉或骨或血的同质部分,那么部分如何增大或缩小,整体也如何增大和缩小便是合乎情理的;但现在事实并非如此,而是若干肉或骨或其余事物的同质部分聚集在一起,由此才构成了动物的肉和骨。因此,动物并不必然随着同质部分一同缩小。因为完全可能由许多即使微小的同质部分构成动物的身体,正如可以说,建造房屋所用的石块能够无限缩小,然而房屋却不再如此,因为它是由多块石头而非一块石头构成的;同一座房屋在石块较大时完全可以由较少的石块构成,而在石块较小时则由较多的石块构成。然而,即使情况确实如此,构成人的肉的同质部分的数量也必定是受限定的。假定肉有五个同质部分。那么,这些同质部分究竟是无限缩小,还是不如此呢?
- 1.69οὗ τὸ μόριον ἐνδέχεται ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ σμικρότητα, καὶ αὐτὸ ἐνδέχεσθαι
关系代词 οὗ 的先行词是随后主句的主语 αὐτό。句式结构为“ἀνάγκη [ἐκεῖνο], οὗ τὸ μόριον ἐνδέχεται..., καὶ αὐτὸ ἐνδέχεσθαι”,在宾格加不定式结构中构成相关呼应句。καὶ αὐτό 中的 καί 具有递加意义(“它自身也”)。
- 1.69ἀντιλέγει τις τῷ συνημμένῳ
τὸ συνημμένον 是古代逻辑学(逍遥学派和斯多亚派)中指称假言命题或条件命题(“若……则……”)的专业术语。与格 τῷ συνημμένῳ 作 ἀντιλέγει 的补足语,意为“反驳该条件命题(假言前提)”。
