- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:98.19-100.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛庞诺斯依据《物理学》中的变化划分阐明亚里士多德列举四种运动(位移、蚀变、衰减、增长)的缘由,并指出若灵魂依自身受运动,则必在处所中且可分,从而必然是身体,这对于主张灵魂无形体的柏拉图而言构成了充分的反驳。
" Τεσσάρων δὲ κινήσεων οὐσῶν, φορᾶς, ἀλλοιώσεως, φθίσεως, αὐξήσεως, ἢ μίαν τούτων κινοῖτ’ ἂν ἢ πλείους ἢ πάσας." Ἔδειξεν ἐν τῷ πέμπτῳ λόγῳ τῆς Φυσικῆς ὅτι ἡ μεταβολὴ κατὰ τέσσαρας γίνεται κατηγορίας· ἢ γὰρ ἐν τῇ οὐσίᾳ ὡς γένεσις καὶ φθορά, ἢ ἐν τῷ ποσῷ ὡς αὔξησις καὶ μείωσις, ἢ ἐν τῷ ποιῷ ὡς ἡ ἀλλοίωσις, οἷον λεύκανσις μέλανσις, ἢ ἐν τῇ ποῦ κατηγορίᾳ, οἷον ἄνω κάτω, ἐν Λυκείῳ, ἐν ἀγορᾷ. τούτων οὖν τῶν μεταβολῶν τὰς μὲν ἐν ταῖς τρισὶ κατηγορίαις γινομένας, τῷ ποσῷ, τῷ ποιῷ, τῷ ποῦ, κινήσεις εἶναι, τὴν δὲ ἐν τῇ οὐσίᾳ οὐκέτι κίνησιν, ἀλλ’ ἁπλῶς μεταβολήν·1 ἐπὶ πλέον γὰρ ἡ μεταβολὴ τῆς κινήσεως. τὸ γὰρ κινούμενον, φησί, δεῖ εἶναι, ἵνα καὶ κινῆται, τὸ δὲ γινόμενον ἢ φθειρόμενον οὐ μένει ὅπερ ἦν· καὶ ὅτι τὸ κινούμενον περὶ τὸ αὐτὸ ὑποκείμενον ἴσχει τὴν μεταβολήν, μηδὲν τῆς κινήσεως εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου συντελούσης, τὸ μέντοι γινόμενον καὶ φθειρόμενον οὐκ ἐν ὑποκειμένῳ γίνεται, ἀλλ’ οἷον ἐξ ὕλης εἰς εἶδος μεταβάλλει τὸ γινόμενον, καὶ τὸ φθειρόμενον ἔμπαλιν. τῆς οὖν κινήσεως περὶ τὰς τρεῖς κατηγορίας θεωρουμένης, πῶς οὖν ἐνταῦθα τέσσαρα εἴδη κινήσεως ἀπηριθμήσατο; λέγω οὖν ὅτι ἐπὶ μὲν τῆς τοῦ ποῦ κατηγορίας καὶ τῆς τοῦ ποιοῦ εὐπόρησεν ὀνομάτων κοινῶν, δι’ ὧν πάντα τὰ εἴδη τῶν ὑπὸ τὴν κατηγορίαν κινήσεων σημαίνει, τῆς τε φορᾶς καὶ τῆς ἀλλοιώσεως (καὶ γὰρ πᾶσά τε ἡ κατὰ τόπον κίνησις φορὰ λέγεται καὶ ἡ κατὰ ποιότητα ἀλλοίωσις· ἀλλοιοῦται γὰρ καὶ ὁ λευκαινόμενος καὶ ὁ μελαινόμενος), ἐπὶ μέντοι τοῦ ποσοῦ οὐκ εὐπόρησε κοινοῦ ὀνόματος σημαίνοντος τὴν αὔξησιν καὶ τὴν μείωσιν· εἰ γάρ τις εἴποι ὅτι ἡ κατὰ τὸ ποσὸν μεταβολή, λόγον εἶπε καὶ οὐκ ὄνομα. διὰ τοῦτο οὖν διεῖλε τὴν ἐν τῷ ποσῷ κίνησιν εἰς δύο, εἴς τε τὴν αὔξησιν καὶ τὴν φθίσιν. ὡς δεδειγμένου οὖν τούτου ὅτι ἡ κατ’ οὐσίαν μεταβολὴ οὐκ ἔστι κίνησις, ἔλαβεν ὡμολογημένον ἐνταῦθα ὅτι πᾶσα κίνησις κατὰ τὰς τρεῖς ταύτας γίνεται κατηγορίας. εἰ δὲ κινεῖται ἡ ψυχὴ μὴ κατὰ συμβεβηκός, φύσει ὑπάρχει κίνησις αὐτῇ· εἰ δὲ τοῦτο, καὶ τόπος· πᾶσαι γὰρ αἱ λεχθεῖσαι κινήσεις ἐν τόπῳ. τουτέστιν ἐπεὶ οὐ κατὰ συμβεβηκὸς λέγουσιν ὑπάρχειν τῇ ψυχῇ τὴν κίνησιν (λέγουσι γὰρ τὴν οὐσίαν αὐτῆς τὸ αὐτοκίνητον εἶναι), ἐξ ἀνάγκης αὐτῇ κατὰ φύσιν ὑπάρχει, μᾶλλον δ’ αὐτοφύσις ἐστίν. ἐδείχθη δὲ πᾶσα κίνησις ὑπὸ μίαν τῶν κατηγοριῶν τούτων τελοῦσα· οὐκοῦν μίαν τῶν εἰρημένων κινήσεων κινηθήσεται. εἰ δὲ τοῦτο, ἐδείχθη δὲ πάλιν ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι πάντα τὰ κινούμενα μίαν τούτων τῶν κινήσεων ἐν τόπῳ εἰσί, καὶ ἡ ψυχὴ ἄρα ἐν τόπῳ ἔσται, ταὐτὸν δὲ εἰπεῖν σῶμα ἔσται. καὶ ὅτι μὲν ἡ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποῦ κίνησις ἐν τόπῳ, πρόδηλον· ὅτι δὲ καὶ ἡ κατὰ ἀλλοίωσιν μεταβολὴ ἐν τόπῳ, ἔδειξε σαφῶς ἐν τῇ Φυσικῇ· δείκνυσι γὰρ ὅτι τὸ καθ’ αὑτὸ κινούμενον μεριστὸν εἶναι δεῖ· τὸ δὲ μεριστὸν καθ’ αὑτὸ καὶ ἐν τόπῳ ἐστίν, ἐπεὶ καὶ σῶμά ἐστι. τὸ γὰρ καθόλου κινούμενον ἐξ οὗ ἐστι μεθίσταται εἰς τὸ ἐν ᾧ ἔσται· ἔκ τινος γὰρ εἴς τι πᾶσα μεταβολή. τὸ δ’ ἔκ τινος εἴς τι μεταβάλλον, οὔτε ἐξ οὗ μεταβάλλει ἐν ἐκείνῳ ὅλον ἐστὶν (οὐδέπω γὰρ ἂν μεταβάλλοι) οὔτε εἰς ὃ μεταβάλλει ἐν ἐκείνῳ ὅλον ἐστί· ἤδη γὰρ μεταβεβληκὸς ἂν εἴη καὶ οὐκέτι μεταβάλλον. ἀνάγκη οὖν τὸ μεταβάλλον καθ’ ἡντιναοῦν μεταβολὴν καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς κατὰ μέν τι ἑαυτοῦ εἶναι ἐν τούτῳ ἐξ οὗ μεταβάλλει, κατὰ δέ τι ἐν τούτῳ εἰς ὃ ἡ μεταβολὴ αὐτοῦ γίνεται· ὅλον γὰρ ἐν ἑκατέρῳ ἀδύνατον εἶναι· ἔσται γὰρ ἅμα ἐν τοῖς ἀντικειμένοις, τῷ τε ἐξ οὗ καὶ τῷ εἰς ὅ, καὶ ἅμα δ’ ἐν πλείοσι τὸ αὐτὸ κατὰ τὸ αὐτό, ὅπερ ἀδύνατον· ὥστε λείπεται τὸ μὲν αὐτοῦ εἶναι ἐξ οὗ, τὸ δὲ εἰς ὅ.2 μεριστὸν ἄρα καὶ διὰ τοῦτο σῶμα· μόνον γὰρ καθ’ αὑτὸ μεριστὸν τὸ σῶμά ἐστιν. εἰ γὰρ καὶ ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον καθ’ αὑτὸ μεριστὸν λέγεται, ἀλλὰ τῷ λόγῳ, τῇ μέντοι ὑποστάσει καὶ τῇ οὐσίᾳ μόνον τὸ σῶμα μεριστόν ἐστιν. ὥστε εἰ κινεῖται ἡ ψυχὴ καθ’ αὑτό, μεριστὸν ἔσται καὶ σῶμα. καὶ τέως μὲν πρὸς Πλάτωνα ἱκανὸν καὶ τοῦτο, ἀσώματον εἶναι λέγοντα τὴν ψυχήν· εἰ γὰρ τῇ ὑποθέσει τῇ λεγούσῃ ὅτι κινεῖται ἀκολουθεῖ τὸ εἶναι αὐτὴν σῶμα, τοῦτο δὲ ψεῦδος, οὐ κινεῖται ἄρα· ἀλλ’ οὔπω ἐκ τούτου ἐληλεγμένοι εἰσὶν οἱ σῶμα αὐτὴν λέγοντες ὅτι οὐ κινεῖται.
“既然运动有四种,即位移、蚀变、衰减、增长,那么[灵魂]受运动,或是按照其中之一,或是按照更多,或是按照全部。” 他在《物理学》第五卷中表明,变化是按照四个范畴发生的;因为或者是在实质中,如生成与消灭;或者是在量中,如增长与减少;或者是在质中,如蚀变,例如变白与变黑;或者是在“何处”的范畴中,例如向上、向下、在吕克昂、在市场上。[他表明,]因此在这些变化中,发生于三个范畴(量、质、“何处”)中的是运动,而发生于实质中的则不再是运动,而单单是变化;因为变化的外延广于运动。因为他说,受运动者为了受运动,必须存在,但正在生成或消灭者并不保持其曾经所是;而且受运动者乃是就同一底层基质承受变化,运动对底层基质的实质毫无贡献,然而生成与消灭者却并非在底层基质中发生,毋宁说生成者是由质料变向形式,消灭者则相反。那么,既然运动是在三个范畴方面被考察的,为什么他在这里列举了四种运动呢?因此我说,在“何处”的范畴和“质”的范畴上,他备有共同的名称,借此表明属于该范畴的所有运动的种类,即位移与蚀变(因为凡就处所而言的运动皆被称为位移,凡就性质而言的运动皆被称为蚀变;因为变白者与变黑者皆在受蚀变);然而在量上,他却没有备有表明增长与减少的共同名称;因为若有人说“按照量的变化”,他所说的是定义而非名称。因此,为了这个缘故,他把量中的运动分作两部分,即增长与衰减。因此,既然这一点已得到证明,即就实质而言的变化不是运动,他在这里便把一切运动皆按照这三个范畴发生当作公认的前提而接受下来。如果灵魂不是偶性地受运动,运动便按本性属于它;若是如此,处所亦属于它;因为所有上述运动皆在处所之中。这就是说,既然他们声称运动并非偶性地属于灵魂(因为他们声称它的实质即是自身运动),运动便必然按本性属于它,或者更确切地说,运动即是它自身的本性。而一切运动都被表明归属于这些范畴之一;因此它将按照上述运动之一受运动。若是如此,并且在《物理学听友讲义》中再次表明,凡按照这些运动之一受运动者皆在处所之中,那么灵魂也将在处所之中,这等于说它将是身体。而按照量和按照“何处”的运动在处所之中是显而易见的;按照蚀变的变化也在处所之中,他在《物理学》中已清楚表明;因为他表明依自身受运动者必是可分的;而依自身可分者亦在处所之中,因为这也是身体。因为一般而言受运动者乃是由其所是之处移入其将是之处;因为一切变化皆是从某物到某物。然而从某物变向某物者,既非整体在变化所由之处(因为那样它就尚未在变化),亦非整体在变化所向之处(因为那样它就已然变化完毕而不再在变化)。因此,凡依自身而非偶性地按照任何变化而变化者,必然在其自身某一部分上是在变化所由之处,在其某一部分上是在其变化所向之处;因为整体在二者之中是不可能的;因为那样它将同时处于相反者之中,即同时在所由与所向之中,并且同一事物将同时就同一方面在多数[处所]之中,而这是不可能的;因此,剩下的就是其一部分在所由之中,另一部分在所向之中。因此它是可分的,并因此是身体;因为唯有身体依自身是可分的。因为即使线和面也被说成依自身是可分的,但这乃是在定义上而言,而在实存与实质上,唯有身体是可分的。因此,如果灵魂依自身受运动,它就将是可分的并且是身体。就目前而言,这对于主张灵魂无形体的柏拉图来说也是充分的;因为如果从声称它受运动的前提出发,归结出它是身体,而这是虚假的,那么它便不受运动;但那些声称它是身体的人,尚未由此受到“灵魂不受运动”的论驳。
- 1.96τούτων οὖν τῶν μεταβολῶν τὰς μὲν ἐν ταῖς τρισὶ κατηγορίαις γινομένας, τῷ ποσῷ, τῷ ποιῷ, τῷ ποῦ, κινήσεις εἶναι, τὴν δὲ ἐν τῇ οὐσίᾳ οὐκέτι κίνησιν, ἀλλ’ ἁπλῶς μεταβολήν
承接前句主要动词 ἔδειξεν(表明)所统辖的带不定式宾格结构(间接引语)。宾格成分 τὰς μὲν ... γινομένας 与 τὴν δὲ [ἐν τῇ οὐσίᾳ γινομένην] 分别作不定式 εἶναι 的逻辑主语;在后一分句中不定式 εἶναι 被承前省略。
- 1.96ὥστε λείπεται τὸ μὲν αὐτοῦ εἶναι ἐξ οὗ, τὸ δὲ εἰς ὅ
带不定式 εἶναι 的结构用作非人称动词 λείπεται(剩下)的主语。其逻辑主语是带部分属格 αὐτοῦ 的并列代词 τὸ μὲν ... τὸ δέ(“其一部分……另一部分……”)。ἐξ οὗ 与 εἰς ὅ 是省略了先行词短语(即 ἐν τούτῳ ἐξ οὗ / εἰς ὅ)的介词从句,在此充当表语。
