- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:97.1-98.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯针对406a4–10解释道,运动被区分为“由于自身”与“由于他物(偶性)”的运动,表明亚里士多德所否定的仅是灵魂的由于自身之运动而非偶性运动,并阐明灵魂因无形体而在实质上是不受运动的。
" Διχῶς δὲ κινουμένου παντός· ἢ γὰρ καθ’ ἕτερον ἢ καθ’ αὑτό." Μέλλων δεῖξαι ὅτι ἡ ψυχὴ οὐ κινεῖται εἰκότως πρῶτον τὰ διάφορα τῆς κινήσεως σημαινόμενα ἀπαριθμεῖται, ἵν’ εἰδείημεν κατὰ ποῖον σημαινόμενον τῆς κινήσεως λέγει μὴ κινεῖσθαι τὴν ψυχήν. τῶν οὖν κινουμένων, φησί, τὰ μὲν καθ’ αὑτὸ κινεῖται, τουτέστι κατ’ οὐσίαν ἔχει τὴν κίνησιν, τὰ δὲ καθ’ ἕτερον, τουτέστι κατὰ συμβεβηκός· τοῦτο γὰρ αὐτῷ βούλεται ἐνταῦθα τὸ καθ’ ἕτερον, ὡς ἐκ τῶν ὑποδειγμάτων ἐδήλωσε. τῶν δὲ κατὰ συμβεβηκὸς κινουμένων τὰ μὲν οὕτω κινεῖται ὡς ἔχοντα καὶ αὐτὰ ἰδίαν κίνησιν, ὥσπερ ὁ πλωτήρ (κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῇ νηὶ κινουμένῃ, δυνάμενος μέντοι καὶ αὐτὸς καθ’ αὑτὸν κινεῖσθαι), τὰ δὲ ὡς καθ’ αὑτὰ ἀκίνητα ὄντα, ὡς τὸ λευκὸν ἐν τῷ σώματι· κινεῖται γὰρ τοῦ σώματος κινουμένου κατὰ συμβεβηκὸς τὸ λευκόν, αὐτὸ μέντοι κατὰ τὴν ἰδίαν φύσιν ἀκίνητόν ἐστι. καθ’ ὃ σημαινόμενον συγχωρεῖ καὶ ὁ Ἀριστοτέλης κινεῖσθαι τὴν ψυχήν· τῷ γὰρ κινεῖν τὸ σῶμα, εἶναι δὲ καὶ αὐτὴν ἐν τῷ κινουμένῳ κατὰ συμβεβηκὸς ἑαυτὴν κινεῖ, ὥσπερ εἰ δύναμιν κινητικὴν εἰλήφει ἡ λευκότης, ἐλέγετο ἂν κατὰ συμβεβηκὸς ἑαυτὴν κινεῖν, διότι συμμετέχει τῷ κινουμένῳ. ἀλλὰ καὶ οἱ ἐρέται κινοῦντες τὸ σκάφος συγκινοῦνται αὐτῷ κατὰ συμβεβηκός, ὥστε αὐτοὶ ἑαυτοὺς κατὰ συμβεβηκὸς κινοῦσιν. ᾧ τρόπῳ καὶ ἡ ψυχὴ κινοῦσα τὸ σῶμα αὐτὴ ἑαυτὴν κατὰ συμβεβηκὸς κινεῖ· εἰ γὰρ μὴ ἀπολιμπάνει τὸ σῶμα κινουμένου αὐτοῦ, ἐν αὐτῷ δ’ ἐνεργεῖ, δῆλον ὡς συγκινεῖται αὐτῷ κατὰ συμβεβηκός, διότι συμμετέχει τῷ κινουμένῳ· αὐτὴ μέντοι καθ’ αὑτὴν ἀκίνητός ἐστι, διότι καὶ ἀσώματος, εἰ δὲ τοῦτο, οὐκ ἐν τόπῳ· πῶς οὖν τὸ ὅλως μὴ πεφυκὸς ἐν τόπῳ εἶναι κινεῖσθαι λέγοιτο; τὸ γὰρ κινούμενον τόπον ἐκ τόπου ἀμείβει· πᾶν δὲ τὸ ἐν τόπῳ σῶμα. ἀσώματον δὲ τὴν ψυχὴν οὖσαν γραμμικαῖς ἀνάγκαις ἀποδείκνυσιν.1 ὥστε ἀνάγκη πάντως καὶ ἀκίνητον εἶναι τὰς φυσικὰς κινήσεις.2 εἰπὼν δὲ τῶν κινουμένων τὰ μὲν καθ’ αὑτό, τὰ δὲ καθ’ ἕτερον κινεῖσθαι, τούτων ὑπόδειγμα παρέθηκε τὸν πλωτῆρα. ἡ γὰρ ἐν τῷ πλοίῳ κίνησις τοῦ πλωτῆρος οὐκ ἔστι καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ κινεῖσθαι τὸ πλοῖον ἐν ᾧ ἐστι λέγεται καὶ αὐτὸς κινεῖσθαι. ὅτι γὰρ οὐκ ἔστιν αὐτοῦ οἰκεία ἡ τοιαύτη κίνησις, δῆλόν φησιν ἐκ τοῦ τὰ μόρια, δι’ ὧν κινεῖται καθ’ αὑτὸν κινούμενος ὁ πλωτήρ, ἀκίνητα εἶναι· ταῦτα δέ εἰσιν οἱ πόδες· ὁπηνίκα γὰρ καθ’ αὑτὸν κινεῖται, διὰ τῶν ποδῶν κινεῖται. ὥστε ἅμα καὶ τῆς καθ’ αὑτὸ κινήσεως ἔδειξε τὸ ὑπόδειγμα, λέγω δὲ τὴν διὰ τῶν ποδῶν βάδισιν· καὶ ἐπίτηδες τοιούτῳ ἐχρήσατο ὑποδείγματι, ἵνα μὴ νομίσωμεν ὅτι ἡ διὰ μορίων γινομένη κίνησις τοῦ ὅλου σώματος κατὰ συμβεβηκός ἐστι. κἂν γὰρ διὰ μορίων κινῆται τὸ ὅλον σῶμα, καθ’ αὑτὸ λέγεται κινεῖσθαι, διότι οὐδὲ οἱ πόδες ἄνευ τῆς συμπνοίας καὶ ἁρμονίας τοῦ ὅλου σώματος κινηθήσονται.
“凡受运动者皆以两种方式受运动;因为或者是由于他物,或者是由于自身。” 既然他将要证明灵魂不受运动,理所当然首先列举运动的不同涵义,以便我们知晓他是就运动的何种涵义而言声称灵魂不受运动的。因此他说,在受运动的事物中,有些是由于自身受运动的,即按照实质具有运动;而另一些是由于他物,即偶性地受运动的;因为这里的“由于他物”在他看来即意指此点,正如他由其举例所表明的那样。而在偶性地受运动的事物中,有些是作为自身也具有本己运动者而这样受运动的,正如水手那样(因为他在受运动的船上是偶性地受运动的,然而他自身也能由于自身而运动);而另一些受运动则本身是自身不动的,正如身体中的白色;因为当身体受运动时,白色是偶性地受运动的,但就其本己的本性而言,它自身是不动的。亚里士多德也正是在这种涵义上承认灵魂受运动;因为由于灵魂运动着身体,并且自身也在受运动者之中,它偶性地运动了自身,正如若白性具有了动力能力,便会被说成偶性地运动自身,因为它分享了受运动者。而且桨手们在运动小船时,也偶性地随船一同受运动,以至于他们是偶性地运动了自身。灵魂在运动身体时,也是以这种方式偶性地运动自身;因为如果在身体受运动时它不离开身体,而是在其内部活动,显然它偶性地随身体一同受运动,因为它分享了受运动者;然而它在自身上是不动的,因为它也是无形体的,若是如此,便不在处所之中;那么,按本性根本不在处所之中的事物,又怎能被说成受运动呢?因为受运动者乃是由一处变至另一处;但在处所中的一切皆是形体。并且他以几何学的必然性证明了灵魂是无形体的。因此,在自然运动方面它断然也是不动的,这是必然的。在说了受运动者有些是由于自身、有些是由于他物受运动之后,他提出了水手作为这些情况的例证。因为水手在船中的运动不是由于自身的,而是偶性的;因为凭借他所处于其中的船受运动,他自身也被说成受运动。因为他说,这样一种运动并非他所本有的,这一点从水手由于自身受运动时赖以运动的部分保持不动而显明;这些部分即是双脚;因为每当他由于自身受运动时,都是通过双脚受运动的。因此,他也同时展示了由于自身之运动的例证,我指的是通过双脚的行走;并且他特意使用了这样的例证,以免我们认为通过部分发生的整个身体的运动是偶性的。因为即使整个身体是通过部分受运动的,它也被说成是由于自身受运动的,因为若没有整个身体的协同与和谐,连双脚也不会受运动。
"Δισσῶς δὲ λεγομένου τοῦ κινεῖσθαι, νῦν ἐπισκοποῦμεν περὶ τῆς ψυχῆς εἰ καθ’ ἑαυτὴν κινεῖται." Εἰκότως προείληφε τὰ διάφορα τῆς κινήσεως σημαινόμενα· ζητοῦμεν γάρ, φησί, εἰ καθ’ ἑαυτὴν κινεῖται, τουτέστιν εἰ κατ’ οὐσίαν ἔχει τὴν κίνησιν· τὸ γὰρ κατὰ συμβεβηκὸς κινεῖσθαι κἂν αὐτὸς δοίη. διὰ τί δὲ εἰπὼν εἰ καθ’ αὑτὴν κινεῖται προσέθηκε καὶ μετέχει κινήσεως;3 διότι τῶν καθ’ αὑτὰ κινουμένων τὰ μὲν συνουσιωμένην ἔχει τὴν κίνησιν καὶ διὰ τοῦτο συμπληρωτικὴν τῆς οὐσίας, ὡς τὰ οὐράνια, τὰ δὲ συνουσιωμένην μὲν αὐτὴν οὐκ ἔχει οὐδὲ συμπληρωτικὴν τῆς οὐσίας, τὴν μέντοι δύναμιν τοῦ κινεῖσθαι ἐν τῇ φύσει ἔχουσιν, ὥστε δύνασθαι μετέχειν τῆς κινήσεως, ὅταν ᾖ τὸ κινοῦν, ὡς ἡ βῶλος· μεθεκτικὴ γάρ ἐστι κινήσεως, οὐκ αὐτὴ ἐν κινήσει οὐσίωται. ζητοῦμεν οὖν περὶ ψυχῆς, εἴτε συνουσιωμένην ἔχει τὴν κίνησιν, ὡς οἱ αὐτοκίνητον αὐτὴν λέγοντες, εἴτε συνουσιωμένην μὲν οὔ, μετασχεῖν μέντοι κατ’ οὐσίαν αὐτῆς δύναται. καὶ δείξει ὅτι καθάπαξ κίνησιν ἐπὶ ψυχῆς ἀδύνατον εἶναι.
“由于受运动是在两种意义上被言说的,我们现在就灵魂考察它是否由于自身受运动。” 理所当然他预先探讨了运动的不同涵义;因为他说,我们探究的是它是否由于自身受运动,即是否按照实质具有运动;因为至于偶性地受运动,连他自己也会承认。但他为什么在说了“是否由于自身受运动”之后,又添加了“并分享运动”呢?这是因为在由于自身受运动的事物中,有些具有与其同质的运动,并因此补足其实质,如天体;而另一些则既不具有与其同质的运动,也不补足其实质,但在本性中具有受运动的能力,以至于当存在推动者时便能够分享运动,如土块;因为它是能够分享运动的,但自身并非在运动中被赋予其实质。因此我们探究灵魂,是如那些称其为自身运动者的人所说的那样同质地具有运动,还是虽然并非同质地具有,却能够按照其实质分享运动。而他将表明,在灵魂上存在运动是断然不可能的。
- 1.94ἀσώματον δὲ τὴν ψυχὴν οὖσαν γραμμικαῖς ἀνάγκαις ἀποδείκνυσιν
γραμμικαῖς ἀνάγκαις 是方式或手段与格,系一种惯用表达,意指如同以线条作图的几何证明一般严格而不可反驳的必然性。ἀποδείκνυσιν 的省略主语根据上下文指亚里士多德(或一般意义上的自然哲学证明者)。
- 1.94ὥστε ἀνάγκη πάντως καὶ ἀκίνητον εἶναι τὰς φυσικὰς κινήσεις
宾格短语 τὰς φυσικὰς κινήσεις 用作关涉宾格(即限定宾格),表示“在自然运动方面(灵魂是)不动的”。述词 ἀκίνητον εἶναι 的主语(灵魂)已由前句承前省略。
- 1.95προσέθηκε καὶ μετέχει κινήσεως
虽然未引在406a10的简短注标引文中,但注解者此处针对亚里士多德原文紧随其后的短语(καὶ μετέχει κινήσεως)设问(“为什么他补充了……”)。该被引短语在句法上直接充当 προσέθηκε 的宾语。
