← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§100.4-101.24

灵魂运动的荒谬天球的处所与偶性运动

菲洛波庞转入讨论灵魂受运动所导致的荒谬后果,化解了关于天球是否在处所之中的疑难,论证德性与恶习的变化乃是生成与消灭而非蚀变,并分析了白与三肘长等偶性受运动的事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.96#2

τί οὖν ἐκ τούτου τὸ ἄτοπον ἐν τῷ κινεῖσθαι αὐτήν, 〈εἰ〉 δείκνυται ἐν τόπῳ οὖσα καὶ σῶμα; ἐπάγει οὖν τὸ τούτῳ ἑπόμενον ἄτοπον μετ’ ὀλίγα κοινῶς πρὸς πάντας ἁρμόζον. πῶς δέ φησιν ὅτι πᾶν κινούμενον ἐν τόπῳ ἐστί; καίτοι αὐτὸς δείκνυσι τὴν ἀπλανῆ οὐκ οὖσαν ἐν τόπῳ, εἴ γε τόπος μέν ἐστιν, ὡς αὐτῷ δοκεῖ, τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον, δείκνυσι δὲ ἔξω τῆς ἀπλανοῦς μηδὲν ὄν. ἢ οὖν ὅτι καὶ τὰ μέρη τῆς ἀπλανοῦς τρόπον τινὰ ἐν τόπῳ εἰσίν, ὡς καὶ αὐτός φησιν ἐν τῇ Φυσικῇ· περιέχεται γὰρ ἕκαστον ζῴδιον ὑπὸ τῶν παρ’ ἑκάτερα· ἢ ὅτι δεῖ προσυπακούειν ὅτι τῶν καθόλου κινουμένων αἱ κινήσεις ἐν τόπῳ εἰσί· περὶ γὰρ τῶν ἐνταῦθα κινουμένων ὁ λόγος, ἃ καθ’ ὅλα αὐτὰ κινεῖται, κἀκεῖνοι δὲ οἱ λέγοντες τὴν ψυχὴν τῷ κινεῖσθαι κινεῖν δῆλον ὅτι ὅλην δι’ ὅλης ἔλεγον μεταβαίνειν· τὰ δὲ οὕτω κινούμενα ἐξ ἀνάγκης ἐν τόπῳ ἐστί. φαίη δ’ ἄν τις ἴσως ‘τί οὖν; οὐ μεταβάλλει κατὰ τὸ ποιὸν ἡ ψυχή; οὐκ ἀλλοιοῦται μεταβάλλουσα ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνοίας εἰς γνῶσιν; εἰ δὲ ἀλλοιοῦται, ἡ δὲ ἀλλοίωσις κίνησις, κινεῖται ἄρα ἡ ψυχή.’ πρὸς τοῦτο προσφυῶς οἱ ἀπὸ τοῦ Περιπάτου ἐξηγηταί, ὧν ἐστι καὶ ὁ Ἀλέξανδρος, ἀπαντῶσιν ὅτι τοῦτο οὐκ ἔστιν ἀλλοίωσις· ἀλλοίωσις γάρ ἐστιν ἡ κατὰ τὰς παθητικὰς ποιότητας γινομένη μεταβολή, πᾶσαι δὲ αἱ παθητικαὶ ποιότητες αἰσθηταί, αἱ δὲ αἰσθηταὶ ποιότητες ἐν σώματι· οὐκοῦν τὸ ἀλλοιούμενον πᾶν σῶμά ἐστιν. ἀρετὴ δὲ καὶ κακία καὶ γνῶσις καὶ ἀγνωσία ἕξεις εἰσὶ καὶ στερήσεις, αἱ δὲ ἕξεις καὶ αἱ στερήσεις γενέσεις εἰσὶ καὶ φθοραί, οὐκ ἀλλοιώσεις. ὥσπερ οὖν ἡ τυφλότης μὲν φθορά ἐστι, γένεσις δὲ ἡ ὄψις, οὕτως ἀρετὴ καὶ κακία καὶ γνῶσις καὶ ἀγνωσία γενέσεις τρόπον τινά εἰσι καὶ φθοραί. ἕκαστον γὰρ γνωρίζεται μετὰ τῆς ἑαυτοῦ τελειότητος· ἂν δ’ ἐλλείπῃ τι τῷ πράγματι εἰς τελείωσιν, ἐπὶ φθορὰν νεύει τοῦτο· τελειότης δὲ ψυχῆς ἡ γνῶσίς ἐστι καὶ ἡ ἀρετή. ὥσπερ οὖν τὴν ὑγίανσιν οὐ λέγομεν ἀλλοίωσιν ἀλλὰ γένεσιν, ἐπειδὴ κατὰ φύσιν μὲν ἡ ὑγίεια, παρὰ φύσιν δὲ ἡ νόσος, οὕτως ἐπειδὴ κατὰ φύσιν μὲν τῇ ψυχῇ ἡ ἀρετή, παρὰ φύσιν δὲ ἡ κακία, τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν οὐκ ἀλλοίωσιν ἀλλὰ γένεσιν λέξομεν εἰκότως. ἡ γὰρ ἀλλοίωσις, ἅτε δὴ περὶ ποιότητα ἔχουσα, κατὰ συμβεβηκὸς ὑπάρχουσα ἐν τῷ σώματι οὔτε συντελεῖν τι εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου θέλει οὔτε λυμαίνεσθαι αὐτό· λευκαινόμενον γὰρ ἢ μελαινόμενον τὸ σῶμα εἰς τὸ σῶμα εἶναι οὐδὲν οὔτε βλάπτεται οὔτε ὠφελεῖται· ἡ μέντοι ὑγίεια καὶ ἡ νόσος καὶ ἡ κακία καὶ ἡ ἀρετὴ οὐ τοιαῦται, ἀλλ’ εἰς αὐτὴν τὴν τοῦ ὑποκειμένου οὐσίαν δρῶσιν. // οὕτω γοῦν ἐπελυόμεθα τὴν πολυθρύλητον ἀπορίαν τὴν ἐν Εἰσαγωγαῖς ἐν τῷ ὁρισμῷ τοῦ συμβεβηκότος φερομένην· ἐζητεῖτο γὰρ ὅτι πῶς τὸ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς; ὁ γὰρ πυρετὸς ὁ συμβεβηκὸς ὢν φθείρει. ἐλέγομεν οὖν ὅτι οὐ συμβεβηκὸς ὁ πυρετὸς οὐδὲ ἀλλοίωσις τοῦ ὑποκειμένου, ἀλλὰ ἔστι παρὰ φύσιν θερμότης διαλυτικὴ τῆς ἁρμονίας τοῦ ζῴου. εἴπομεν δὲ ἤδη τὰς ἕξεις τῆς ψυχῆς, πῶς λέγονται εἶναι γενέσεις καὶ φθοραί. // ὥσπερ τῷ λευκῷ ἢ τριπήχει.1 εἰ γάρ τις κινουμένου τοῦ ψιμυθίου εἴποι κινεῖσθαι τὸ λευκόν, δῆλον ὅτι κατὰ συμβεβηκὸς αὐτὸ λέγει κινεῖσθαι, ἐπεὶ μηδὲ πέφυκε καθ’ αὑτὸ κινεῖσθαι. προσέθηκε δὲ καὶ τῷ τριπήχει, [ἢ] τρίπηχυ λέγων οὐ τὸ σῶμα, ἀλλ’ ἁπλῶς τὴν διάστασιν αὐτὴν χωρὶς τοῦ σώματος, οἷον γραμμὴν ἢ ἐπιφάνειαν, δεῖξαι βουλόμενος ὅτι οὐδὲ ἄλλο διάστημα καθ’ αὑτὸ κινεῖται πλὴν τοῦ σώματος. κινοῦνται οὖν, φησί, ταῦτα κατὰ συμβεβηκός, διότι τὸ σῶμα, ᾧτινι ταῦτα ὑπάρχουσι καὶ ἐν ᾧ τὸ εἶναι ἔχουσι, τοῦτο κινεῖται. ὅτι δέ, φησίν, οὐκ ἔστι τούτων ἡ κίνησις ἀλλὰ τοῦ σώματος, δῆλον ἐξ ὧν καὶ ὁ τόπος εἰς ὃν ἐκινήθησαν οὐκ ἔστιν αὐτῶν2 ἀλλὰ τοῦ σώματος. εἰ γὰρ πᾶσα μὲν κίνησις πρός τι τέλος ὁρᾷ, ἔστι δὲ τῆς κατὰ τόπον κινήσεως τέλος ὁ τόπος, εἰς ὃν ἐκινήθη, ὁ δὲ τόπος οὗτος, ταὐτὸν δὲ εἰπεῖν τὸ τέλος πρὸς ὃ ὁρᾷ ἡ κίνησις, τοῦ σώματός ἐστι καὶ οὐ τοῦ λευκοῦ ἢ τοῦ τριπήχεος, καὶ ἡ κίνησις ἄρα τοῦ σώματος ἔσται. ὅτι δ’ ὁ τόπος τοῦ σώματος, δῆλον ἐντεῦθεν· εἰ γὰρ ἀφαιρεθῶσιν αἱ ποιότητες, οὐδὲν ἧττον ἐν τῷ τόπῳ τῷ ἰδίῳ τὸ σῶμά ἐστιν· ὁμοίως καὶ τὸ τρίπηχυ εἰ ὡς γραμμὴ ἀφαιροῖτο καὶ ὡς ἐπίπεδον.

那么,〈如果〉灵魂被表明在处所之中并且是身体,那么由它的受运动而由此产生的荒谬之处又是什么呢?因此,他在不久之后引入了随此而来的、对所有人普遍适用的荒谬结论。但他怎么说凡受运动者皆在处所之中呢?尽管他自己表明恒星天球不在处所之中,如果处所正如他所认为的那样,乃是包容者在包容被包容者的范围内的极限,并且他表明在恒星天球之外没有任何东西。那么,这是否因为恒星天球的各个部分在某种方式下亦在处所之中,正如他自己在《物理学》中所言(因为每一个星座都被其两旁的事物所包容);抑或是因为必须补充理解:作为一个整体而受运动者的运动才在处所之中?因为这里的讨论乃是关于在此岸受运动的、依其自身作为整体而受运动的事物,而那些声称灵魂因自身受运动而推动他物的人,显然也是说它作为一个整体通过整体而发生移行;而按此方式受运动者必然在处所之中。 也许有人会说:“那么怎样呢?灵魂难道不按照质而变化吗?它从恶习变向美德、从无知变向知识,难道不是在受蚀变吗?而如果它在受蚀变,且蚀变是一种运动,那么灵魂不就受运动了吗?”对此,逍遥学派的阐释者们(亚历山大亦在其中)妥帖地回应说,这并不是蚀变;因为蚀变乃是按照受动性质发生的变化,而所有受动性质皆是可感觉的,可感觉性质又在身体之中;因此凡受蚀变者皆是身体。然而美德与恶习、知识与无知乃是状态与缺乏,而状态与缺乏乃是生成与消灭,而非蚀变。正如失明是消灭,而视觉是生成一样,美德与恶习、知识与无知在某种意义上亦是生成与消灭。因为每一事物皆是连同其自身的完全性而被认识的;若某事物在走向完全时有所欠缺,这便倾向于消灭;而灵魂的完全性乃是知识与美德。正如我们不说恢复健康是蚀变而是生成(因为健康是顺乎本性的,而疾病是反乎本性的),同样,由于对灵魂而言美德是顺乎本性的,恶习是反乎本性的,我们自然亦将从恶习向美德的变化称为生成而非蚀变。因为蚀变既然关乎性质,偶性地存在于身体之中,它既不欲对底层基质的实质有所贡献,亦不欲毁坏它;因为身体变白或变黑,就其作为身体的存在而言,既未受损亦未受益;然而健康与疾病、恶习与美德却非如此,而是作用于底层基质自身的实质。 // 无论如何,我们以前就是这样解决在《导论》中关于偶性定义的那个流传甚广的疑难的;因为当时有人问:偶性如何在底层基质不遭消灭的情况下发生和离去?因为发热既然作为偶性,却会导致消灭。因此我们当时说,发热既非偶性,亦非底层基质的蚀变,而是瓦解活物和谐的反常热度。而关于灵魂的状态如何被称为生成与消灭,我们已经阐明过了。 // “正如白或三肘长那样”。因为如果有人在铅白受运动时说白在受运动,显然他是说它偶性地受运动,因为按其本性它根本不能依自身受运动。并且他还补充了“三肘长”,他说“三肘长”指的不是身体,而单单是脱离身体的延伸自身,如线或面,意在表明除身体之外,没有任何其他间距能依自身受运动。因此他说,这些事物乃是偶性地受运动,因为这些事物所属并在其中拥有其存在的身体在受运动。他又说,运动不属于这些事物而是属于身体,这一点从它们所移入的处所不属于它们自身而属于身体也可明白看出。因为如果一切运动皆指向某种目的,而处所运动的目的乃是它所移入的处所,而这个处所(换言之即运动所指向的目的)属于身体而不属于白或三肘长,那么运动因此亦将属于身体。而处所属于身体,从以下这点来看亦是清楚的:因为即便性质被剥离,身体也丝毫不差地处于其固有的处所之中;同样,若三肘长作为线和作为平面被剥离,[身体亦在处所之中]。

语法注2 条
  1. 1.96ὥσπερ τῷ λευκῷ ἢ τριπήχει

    引自亚里士多德原文(406a15–16)。该与格依赖于前文省略的动词(如 ὑπάρχει 或 συμβέβηκε),意为“[正如运动属于]白或三肘长那样”,注解者以此作为分析偶性受运动之例的起点。

  2. 1.96ἐξ ὧν καὶ ὁ τόπος εἰς ὃν ἐκινήθησαν οὐκ ἔστιν αὐτῶν

    短语 ἐξ ὧν 是省略了先行指示代词的关系代词从句(相当于 ἐκ τούτων ὅτι,“从……事实来看”),与主句的 δῆλον 连用,引导表明推论依据的从属结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:100.4-101.24