- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:96.1-96.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》第一卷第三章开头(405b31)对灵魂运动性之前人学说的考察,菲洛波庞解释了亚里士多德对柏拉图及原子论者“凡运动他物者自身必受运动”之前提的批判,指出《物理学》第八卷已通过证明第一推动者不动以及欲望对象的例子消解了这一必然性。
" Ἐπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεως· ἴσως γὰρ οὐ μόνον ψεῦδός ἐστι τὸ τὴν οὐσίαν αὐτῆς τοιαύτην εἶναι οἵαν φασὶν οἱ λέγοντες ψυχὴν εἶναι τὸ κινοῦν ἑαυτὸ ἢ δυνάμενον κινεῖν, ἀλλ’ ἕν τι τῶν ἀδυνάτων τὸ ὑπάρχειν αὐτῇ κίνησιν." Εἴρηται ὅτι οἱ εἰς τὸ κινητικὸν τῆς ψυχῆς ἀποβλέψαντες, ἐπειδὴ ἐνόμισαν τὸ κινοῦν δεῖν πάντως καὶ αὐτὸ κινεῖσθαι διὰ τὸ πᾶν τὸ σωματικῶς κινοῦν οὕτω κινεῖν, ἑώρων δὲ τὴν ψυχὴν πρῶτον κινοῦσαν τὸ σῶμα, αὐτοκίνητον εἶναι αὐτὴν ἀπεφήναντο. τοσοῦτον οὖν, φησίν, ἐγὼ ἀπέχω τοῦ αὐτοκίνητον λέγειν τὴν ψυχήν, ὅτι εἶναι τῶν ἀδυνάτων φημὶ τὸ ὅλως κινεῖσθαι αὐτήν.1 μάλιστα δὲ ὁ λόγος αὐτῷ πρὸς Πλάτωνα τείνει· διὸ εἰπὼν ὅτι οἱ λέγοντες ψυχὴν εἶναι τὸ κινοῦν ἑαυτό, προσέθηκεν ἢ δυνάμενον κινεῖν. φαίνεται γὰρ ὁ Πλάτων πῇ μὲν λέγων 〈ὅτι〉 πᾶσα ψυχὴ αὐτοκίνητος, ὡς ἐν τῷ Φαίδρῳ, καὶ πάλιν ἐν τῷ Ι τῶν Νόμων ὁρίζεται τὴν ψυχὴν οὕτως ‘ᾧ δὴ ἡ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχοιμεν ἂν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα, τὴν δυναμένην ἑαυτὴν κινεῖν;’ καὶ ὅτι οἱ περὶ Δημόκριτον καὶ οἱ ἁπλῶς σῶμα τὴν ψυχὴν τὸ κινητικώτατον λέγοντες, εἰ καὶ μὴ ἀεικίνητον ἔλεγον τὴν ψυχήν, ἀλλ’ οὖν τὴν τοῦ κινεῖν δύναμιν ἐν αὐτῇ ἀπετίθεντο, καὶ διὰ τούτους εἶπεν ἢ δυνάμενον κινεῖν. ὅτι μὲν οὖν καὶ Πλάτωνι δοκεῖ τῶν κινουμένων αἴτιον εἶναι τὸ αὐτοκίνητον, δῆλον· ἀρχὴν γάρ φησιν εἶναι τῶν κινουμένων τὸ αὐτοκίνητον· εἴρηται δ’ ὅτι καὶ οἱ ἄλλοι φυσικοὶ τοῦτο ἐνόμιζον. ἔνθεν οὖν ὅτι κινεῖται ἡ ψυχὴ κατεσκεύαζον, ἐπειδὴ ἑώρων αὐτὴν κινοῦσαν. ὅτι οὖν, φησί, τοῦτο οὐκ ἀναγκαῖον τὸ κινοῦν πάντως καὶ αὐτὸ κινεῖσθαι, ἀπεδείχθη ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς· δείκνυσι γὰρ ἐκεῖ ὅτι τὸ πρώτως κινοῦν ἐξ ἀνάγκης δεῖ ἀκίνητον εἶναι· εἰ γὰρ κἀκεῖνο κινοῖτο, οὐκέτι ἔσονται ἐν κινήσει τὰ κινούμενα συμμεταβληθέντα τῷ αἰτίῳ.2 ἄλλως τε εἰ πᾶν τὸ κινοῦν, καθὸ κινεῖ, καὶ αὐτὸ κινεῖται, ἔσται τὸ αὖξον αὐξόμενον καὶ τὸ διδάσκον μανθάνον καὶ τὸ λευκαῖνον λευκαινόμενον, ὅπερ ἄτοπον. ἄλλως τε τὰ ὀρεκτὰ κινοῦντα τὴν ὄρεξιν ἐν αὐτῷ τῷ κινεῖν ἀκίνητά ἐστι· κινεῖ γὰρ ὁ χόρτος τὸν ὄνον καὶ ἡ εἰκὼν τὸν ὁρῶντα καὶ ὅσα τοιαῦτα αὐτὰ ἀκίνητα μένοντα. καλῶς οὖν τέως τὴν ἀνάγκην τοῦ λόγου πρῶτον ἀνεῖλεν, ὅτι οὐκ ἐξ ἀνάγκης κινοῦσα ἡ ψυχὴ καὶ κινηθήσεται· διὰ δὲ τῶν ἐφεξῆς ἐνστήσεται πρὸς τὸ αὐτοκίνητον αὐτῆς, ὅτι καθάπαξ ἀδύνατον αὐτὴν ἑαυτὴν κινεῖν ἢ ὅλως κινεῖσθαι.
“但首先必须就运动进行考察;因为灵魂的实质如那些声称灵魂是自身运动者或能运动者的人所说的那样,这或许不仅是错误的,而且运动属于灵魂甚至根本是不可能的事情之一。” 已经说过,那些着眼于灵魂的动力能力的人,由于认为运动者自身也必定在一切情况下都受运动(因为凡以身体方式运动者都如此运动),并且看见灵魂首先运动着身体,因而宣称灵魂是自身运动的。因此他说,“我非但不说灵魂是自身运动的,反而声称它受任何运动本身就是不可能的事情之一。”而他的论辩尤其是针对柏拉图的;因此在说了“那些声称灵魂是自身运动者的人”之后,他又补充了“或能运动者”。因为柏拉图似乎一方面如在《斐德罗篇》中那样说“一切灵魂皆是自身运动的”,另一方面又在《法律篇》第十卷中这样定义灵魂:“这冠以‘灵魂’之名的事物,其定义是什么?除了方才所说的‘能运动自身者’之外,我们还能有别的定义吗?”并且因为德谟克利特一派以及那些一般而言将灵魂说成最具动力的物体的人,即使没有说灵魂是永恒运动的,但终究将运动的能力归于灵魂,也因为这些人,他说了“或能运动者”。因此,动者之原因即是自身运动者,这一点对柏拉图而言也是显然成立的;因为他说动者的本原即是自身运动者;而且已经说过,其他自然哲学家也是这样认为的。于是,既然他们看见灵魂运动着〔身体〕,便由此证明灵魂受运动。因此他说,运动者自身必定在一切情况下都受运动,这并不是必然的,这一点已在《物理学》第八卷中得到了证明;因为他在那里表明,第一推动者必然是不受运动的;因为如果连它也受运动,动者随着原因一同变化,就将不再处于运动之中。此外,如果凡是运动者,就其运动而言自身也受运动,那么使之增加者就将增加,施教者就将学习,使之变白者就将变白,这是荒谬的。此外,欲求的对象在运动欲求时,在其运动动作本身中是不受运动的;因为草料运动了驴,雕像运动了观者,诸如此类的事物自身保持不动而运动〔他物〕。因此,目前他首先恰当地消解了该论证的必然性,表明灵魂即使运动〔身体〕,也绝非必然地自身也要受运动;而通过接下来的内容,他将反驳灵魂的自身运动性,表明灵魂自身运动或受任何运动是断然不可能的。
- 1.93τοσοῦτον οὖν, φησίν, ἐγὼ ἀπέχω τοῦ αὐτοκίνητον λέγειν τὴν ψυχήν, ὅτι εἶναι τῶν ἀδυνάτων φημὶ τὸ ὅλως κινεῖσθαι αὐτήν.
在 τοσοῦτον ἀπέχω τοῦ... 结构中,随后的 ὅτι 起到相当于结果连词 ὥστε 的作用(“我非但不……以至于声称……”)。主句第一人称代词 ἐγώ 是对亚里士多德立场的戏剧化直接引语式概括。
- 1.93εἰ γὰρ κἀκεῖνο κινοῖτο, οὐκέτι ἔσονται ἐν κινήσει τὰ κινούμενα συμμεταβληθέντα τῷ αἰτίῳ.
此句为混合条件句,条件从句采用希求法(εἰ... κινοῖτο),而结果从句采用直陈式将来时(οὐκέτι ἔσονται)。不定过去分词 συμμεταβληθέντα 表条件或伴随原因(“一旦随同原因发生改变”)。
