- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:94.28-95.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞根据亚里士多德自身关于从未完全走向完全以及时间性的前提,推导出灵魂亦受运动,并指出主张灵魂运动的柏拉图与否认灵魂运动的亚里士多德之间的对立纯属语词之争,二人实质上并无冲突。
εἰ μὲν οὐ κινεῖται, οὐ προκόπτει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον, οὐ κινεῖται ἀπὸ ἀγνοίας εἰς γνῶσιν οὐδὲ ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα. εἰ δὲ ταῦτα ἐπὶ ψυχῆς ὁρῶνται καὶ ἀθρόαν οὐκ ἔχει τὴν ἐνέργειαν, οὐδὲ ἔστιν ἄνευ δυνάμεως ἐνέργεια, κινεῖται ἄρα· τοῦτο γὰρ καὶ αὐτὸς ὡρίσατο, κίνησιν εἶναι τὴν ὁδὸν τὴν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον. καὶ ἄλλως αὐτός φησιν ὅτι ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, ἐν τούτοις πάντως καὶ χρόνος (ἐκ τοῦ χρόνου γὰρ ἐφήκει τὸ πρότερον καὶ τὸ ὕστερον, οἷς ἂν ἐφήκῃ)1 ἐν οἷς δὲ χρόνος, ἐν τούτοις πάντως καὶ κίνησις· καὶ γὰρ ἐπαλλάττουσι ταῦτα, καὶ ἐν οἷς κίνησις, ἐν τούτοις πάντως καὶ χρόνος, καὶ ἔμπαλιν ἐν οἷς χρόνος, ἐν τούτοις πάντως καὶ κίνησις. ἔστι δ’ ἐν ψυχῇ τὸ πρότερον καὶ τὸ ὕστερον· καὶ κίνησις ἄρα. ὅτι δέ ἐστιν ἐν ψυχῇ τὸ πρότερον καὶ τὸ ὕστερον, προφανές· μέτεισι γοῦν ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, καὶ οὐ πάντα ἅμα γινώσκει, ἀλλὰ ἄλλο πρὸ ἄλλου, οὐδὲ πάντων ἅμα ὧν οἶδε τὴν προχείρησιν ποιεῖται, ἀλλὰ τοῦ μὲν πρότερον τοῦ δὲ ὕστερον, καὶ καθόλου μέτεισιν ἀπὸ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν. ταῦτα μὲν οὖν πρὸς τὸ δεῖξαι ὅτι καὶ κατ’ αὐτὸν τὸν Ἀριστοτέλην κινεῖται ἡ ψυχή, καὶ οὐ κακῶς ὁ Πλάτων τὸ αὐτοκίνητον αὐτῇ ἀπένειμεν. εὐγνώμονι δὲ διαιτητῇ τῶν λόγων τούτων2 οὐδεμία εὑρεθήσεται μάχη ἐν αὐτοῖς, πλὴν ἐν μόναις ταῖς φωναῖς. ὥσπερ γὰρ πολλαχοῦ εἴωθε ποιεῖν τὸ φαινόμενον ἐλέγχων, οὕτω κἀνταῦθα. ἐπειδὴ γὰρ αἱ ὄντως κινήσεις αἱ καὶ συνεγνωσμέναι ἡμῖν εἰσι μόναι αἱ φυσικαί, τούτων δὲ οὐδεμίαν ἡ ψυχὴ κινεῖται (οὔτε γὰρ αὔξεται ἢ μειοῦται ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον μεταβάλλει), ἵνα μή τις τοῦ Πλάτωνος ἀεικίνητον λέγοντος τὴν ψυχὴν νομίσειεν αὐτὸν μίαν τῶν φυσικῶν καὶ συνεγνωσμένων ἡμῖν κινήσεων λέγειν αὐτὴν κινεῖσθαι, διὰ τοῦτο δείκνυσιν αὐτὸς παντελῶς ἀκίνητον οὖσαν ταύτας τὰς κινήσεις.3 καὶ ἔστιν ἀληθὴς ὁ λόγος καὶ Πλάτωνι δοκῶν, εἴ γε ἀσώματον αὐτὴν καὶ ὁ Πλάτων οἴεται εἶναι, κινοῖτο δ’ ἂν κατὰ Πλάτωνα ἄλλας τινὰς κινήσεις τὰς νοητικὰς καὶ μάλιστα τὰς ζωτικάς, καθ’ ἃς καὶ μάλιστα ἀεικίνητον αὐτήν φησιν εἶναι ὁ Πλάτων· ζωοποιεῖ γὰρ ἀεί, καὶ ἐν κάροις ὄντος τοῦ ζῴου καὶ ὑπνοῦντος, ὅτε κατὰ τὰς νοητικὰς οὐκ ἐνεργεῖ. τοῦ οὖν Πλάτωνος πᾶσαν ἁπλῶς ἐνέργειαν κίνησιν εἶναι λέγοντος, τοῦ δὲ Ἀριστοτέλους μόνας τὰς φυσικὰς κινήσεις εἶναι λέγοντος, ἀληθὴς καὶ ὁ λόγος ὁ κινεῖσθαι λέγων τὴν ψυχὴν κατὰ Πλάτωνα καὶ ὁ μὴ κινεῖσθαι κατὰ Ἀριστοτέλην, καὶ ἐν μόνοις ῥήμασιν ἡ διαφωνία εὑρίσκεται. // εἰ δὲ τῆς ἀλλοιώσεως εἴδη ἕξεις καὶ διαθέσεις, κατὰ ταύτας δὲ κινεῖται ἡ ψυχὴ μεταβάλλουσα ἐξ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην, πῶς ἐκφεύξεται τὸ μὴ μόνον κινεῖσθαι, ἀλλὰ καὶ φυσικὴν κινεῖσθαι κίνησιν; ἔοικεν ὁ Ἀριστοτέλης πρὸς μόνας τὰς σωματικὰς κινήσεις ἀποβλέπων οὕτω λέγειν τὴν ψυχὴν μὴ κινεῖσθαι· δῆλον δ’ ἐξ αὐτῶν τῶν παρ’ αὐτοῦ λεγομένων. εἰ γὰρ κινεῖται, φησίν, ἡ ψυχὴ μὴ κατὰ συμβεβηκός, φύσει ἂν ὑπάρχοι κίνησις αὐτῇ, εἰ δὲ τοῦτο, καὶ τόπος· πᾶσαι γὰρ αἱ λεχθεῖσαι κινήσεις ἐν τόπῳ. ὁρᾷς ὡς πρὸς τὰς σωματικὰς κινήσεις ἀποβλέπων οὕτως αὐτὴν ἀκίνητον εἶναί φησι· πᾶν γὰρ τὸ ἐν τόπῳ σῶμά ἐστιν.
如果它不受运动,它就不会从不完全走向完全,不会从无知走向认知,也不会从前提走向结论。但如果这些在灵魂的情形中被观察到,且它并不一举拥有现实活动,也不是不带潜能的现实活动,那么它就是受运动的;因为亚里士多德本人也定义过,运动是从不完全走向完全的道路。此外他本人还说,凡具有在先与在后者,在其中也必然有时间(因为在先与在后是从时间延伸至那些它们所及之物的);而凡有时间者,在其中也必然有运动;因为这二者是相互换位的,凡有运动者在其中必然有时间,反之,凡有时间者在其中必然有运动。而在灵魂中有在先与在后;因此也有运动。至于在灵魂中有在先与在后,这是显而易见的:无论如何,它从前提过渡到结论,且并非同时知晓一切事物,而是这一事物先于另一事物,它也不是同时运用它所知道的一切,而是先运用其一,后运用另一,普遍而言,它从美德过渡到恶德,从无知过渡到认知。因此,这些论述是为了表明,即便是依照亚里士多德本人,灵魂也是受运动的,并且柏拉图将自受运动归于灵魂并不是错误的。但对于这些论据的公正裁判者而言,除了仅在语词上之外,在它们之间将找不到任何冲突。因为正如他在许多地方驳斥表面现象时习惯所做的那样,在这里也是如此。因为既然真正是运动且为我们所认知者唯有自然运动,而灵魂不受其中任何一种运动(因为它既不增加也不减少,既不依照性质也不依照处所发生变化),为了使任何人在柏拉图说灵魂是永受运动时,不至于认为柏拉图是说它依照某种为我们所认知的自然运动受运动,因此亚里士多德本人证明了灵魂在这些运动上是完全不动的。这一论点是真实的,且柏拉图也是赞同的(如果柏拉图确实也认为灵魂是无物体的);但依照柏拉图,它将依照某些其他运动受运动,即理智运动,尤其是生命运动,正是依照这些运动,柏拉图尤其称它为永受运动的;因为灵魂始终赋予生命,甚至在动物处于昏睡和睡眠时、当它不依照理智运动进行活动时也是如此。因此,既然柏拉图说一切现实活动单纯就是运动,而亚里士多德说唯有自然运动才是运动,那么说灵魂依照柏拉图受运动的论点,以及说灵魂依照亚里士多德不受运动的论点,二者就都是真实的,分歧仅在于语词之中。 // 但如果状态和性向是质变的种,而灵魂从无知变为知识时是依照这些受运动的,它又怎能逃脱不仅受运动、而且受一种自然运动呢?亚里士多德似乎唯有着眼于身体的运动,才这样说灵魂不受运动;这从他自己所说的话中也是明显的。因为他说,如果灵魂不是偶性地受运动,运动就将本性地属于它,如果是这样,处所也将属于它;因为上述的所有运动都是在处所中的。你看到,他是如何着眼于身体的运动而说灵魂以这种方式是不动的;因为一切在处所中的东西都是物体。
- 1.92ἐκ τοῦ χρόνου γὰρ ἐφήκει τὸ πρότερον καὶ τὸ ὕστερον, οἷς ἂν ἐφήκῃ
关系从句 οἷς ἂν ἐφήκῃ 中,与格关系代词由动词 ἐφήκω 支配,泛指具有在先与在后关系的事物,带有普遍条件含义(“凡是它们所及之物”)。
- 1.92εὐγνώμονι δὲ διαιτητῇ τῶν λόγων τούτων
与格名词短语 εὐγνώμονι διαιτητῇ 在被动语态动词 εὑρεθήσεται 之前用作评判者与格或关涉与格,表示“在公正的裁判者看来/对公正的裁判者而言”。
- 1.92παντελῶς ἀκίνητον οὖσαν ταύτας τὰς κινήσεις
与形容词 ἀκίνητον 搭配的宾格短语 ταύτας τὰς κινήσεις 起到同族宾格或限制宾格(在……方面)的作用,限定所否定的运动范围(“在这些运动上完全不动”)。
