- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:93.21-94.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯检视了基于亚里士多德在《物理学》第五卷中对运动与变化的严格区分而提出的反驳,论证了灵魂从潜在到现实以及从恶德到美德的转变并非实体的生成毁灭,而是性质维度的运动(不完全的现实活动),从而证明灵魂受运动。
δεῖ γὰρ τὸ κινούμενον μένειν, ἵνα καὶ κινῆται, τὸ δὲ γινόμενον καὶ τὸ φθειρόμενον οὐ μένει. διὸ καὶ τὴν κίνησιν ἄλλως ἐν ἐκείνοις ὁρίζεται τοῦ ἀποδεδομένου ἐν τῷ τρίτῳ βιβλίῳ ὁρισμοῦ,1 μεταβολῆς ὄντος, οὐ κινήσεως· φησὶ γὰρ κίνησιν εἶναι τὴν ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον μεταβολήν, ταὐτὸν δὲ εἰπεῖν τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον· ἡ δὲ γένεσις καὶ ἡ φθορὰ ἡ μὲν ἐξ ἀνειδέου εἰς εἶδος μεταβάλλει, ἡ δὲ ἐξ εἰδοπεποιημένου εἰς ἀνείδεον. ὅπως δὲ ταῦτα οὕτως ἔχει, ἐν ἐκείνῃ τῇ πραγματείᾳ ἀκριβῶς εἴρηται· νῦν δὲ ἀρκεῖ τὰ εἰρημένα. ταῦτα μὲν οὗτοι· λέγομεν δὲ ἡμεῖς, τῆς μεταβολῆς κατὰ τὰς τέσσαρας κατηγορίας θεωρουμένης, εἰ μὴ βούλονται τὴν ψυχήν, ὁπηνίκα μεταβάλλῃ ἐκ τοῦ δυνάμει νοῦ εἰς τὸν ἐνεργείᾳ, κατὰ μίαν τῶν τριῶν, αἵπερ εἰσὶ κινήσεις, μεταβάλλειν (ὁ γὰρ τῆς μεταβολῆς ὁρισμὸς καὶ ἐπ’ αὐτῆς ἁρμόζει, ὡς δέδεικται) * * * τοῦτο δέ ἐστι γένεσις καὶ φθορά.2 ὥστε ὁπηνίκα μὲν μανθάνῃ, γίνεσθαι αὐτὴν ἐροῦμεν, ὅταν δὲ ἀγνοῇ, φθείρεσθαι. ἀλλὰ τοῦτο καταγέλαστον· ἦν γὰρ ἡ ψυχὴ ψυχὴ καὶ πρὶν μάθῃ. εἰ τοίνυν μὴ κατ’ οὐσίαν μεταβάλλει, ἀνάγκη κατ’ ἄλλην τινὰ αἰτίαν τῶν κατηγοριῶν τὴν μεταβολὴν αὐτῆς εἶναι. αἱ δὲ κατ’ ἐκείνας μεταβολαὶ κινήσεις ἦσαν· κινεῖται ἄρα ἡ ψυχή. εἰ δὲ φαίνεται καὶ ὁ Ἀριστοτέλης τὴν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴν τῆς ψυχῆς γένεσιν μᾶλλον λέγων εἶναι, οὐκ ἀλλοίωσιν * * * ὅταν γὰρ ἐξ ἀνεπιστήμονος ἐπιστήμων τις γίνηται, τὸ τοιοῦτόν φαμεν ὅτι τῆς τελειότητός φησι γένεσιν, οὐχ ἁπλῶς τῆς οὐσίας· ὥστε τὶς γένεσις τὸ τοιοῦτον, οὐχ ἁπλῶς γένεσις. καὶ ἄλλως ἡ κακία καὶ ἡ ἀρετὴ ἐναντίαι εἰσίν. εἰ γὰρ καὶ λέγεται στέρησις εἶναι ἡ κακία ὡς ἀόριστον καὶ ἀνείδεον, ἀλλ’ οὖν διὰ τὸ μεταβάλλειν εἰς ἀρετὴν ἐναντίον ἔσται καὶ οὐ στέρησις. 〈ἡ γὰρ στέρησις〉, καθὼς ἐν Κατηγορίαις εἴρηται, οὐ μεταβάλλει εἰς τὴν ἕξιν, ὡς ἡ τυφλότης εἰς τὴν ὄψιν, μεταβάλλει δὲ τὸ ἐναντίον εἰς τὸ ἐναντίον, ὡς τὸ μέλαν εἰς τὸ λευκόν. οὐκοῦν εἰ ἡ ψυχὴ ἐκ κακίας εἰς ἀρετὴν μεταβάλλει καὶ ἔμπαλιν, ταῦτα δὲ ἐναντία (ἡ γὰρ εἰς τὰ ἐναντία μεταβολὴ κίνησίς ἐστιν· ὑπὸ γὰρ τὴν ποιότητα ἀνάγονται), κινεῖται ἄρα ἡ ψυχή. καὶ ἄλλως αὐτός φησιν ὁ Ἀριστοτέλης ταύτῃ διαφέρειν κίνησιν ἐνεργείας, τῷ τὴν μὲν κίνησιν ἀτελῆ ἐνέργειαν, τὴν δ’ ἐνέργειαν ἀθρόαν εἶναι·3 διὸ καὶ τὰ θεῖα ἄνευ δυνάμεως ἐνεργείας εἶναι ἔφη. ὅθεν ἐζήτησεν ἐν τῇ Φυσικῇ ἀκροάσει, πότερον δύο εἰσὶν αἱ κινήσεις ἐν τῷ κινοῦντι καὶ τῷ κινουμένῳ ἢ μία, καὶ ἔδειξεν ὅτι μία· εἶτα πάλιν ἐζήτησε, τίνος ἂν εἴη ἡ κίνησις, τοῦ κινοῦντος ἢ τοῦ κινουμένου, καὶ ἔδειξεν ὅτι τοῦ κινουμένου· ἐκεῖνος γάρ ἐστιν ὁ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον προβαίνων, οὐχ ὁ κινῶν, ὡς ἐπὶ τοῦ μαθητοῦ ἔχει καὶ διδασκάλου· μία γὰρ ἡ κίνησις ἐπ’ ἀμφοῖν, ἀρχομένη μὲν ἀπὸ τοῦ διδασκάλου, τελευτῶσα δὲ εἰς τὸν μαθητήν. κινεῖται γὰρ οὐχ ὁ διδάσκαλος, ἀλλ’ ὁ μαθητής· ὁ μὲν γὰρ ἔχει τὴν ἕξιν, φησί, τελείαν καὶ ἀθρόαν, ὁ δὲ εἰς ταύτην ἄγεται κατὰ μέρος. εἰ τοίνυν κατ’ αὐτὸν κίνησις μέν ἐστιν ἡ ἀτελής, ἡ δὲ ἐνέργεια ἀθρόα ἐστίν, ἐρωτήσομεν αὐτὸν ἐπὶ ψυχῆς πῶς ἔχει· κινεῖται ἢ οὔ;
因为受运动者必须保持留存,以便它也能受运动,而生成者与毁灭者则不保持留存。因此在[《物理学》]那几卷中,他给运动所下的定义不同于第三卷中给出的定义(后者是变化的定义,而非运动的定义);因为他说运动是从已被赋予形式者到已被赋予形式者的变化,换句话说,是从基底到基底的变化;而生成与毁灭之中,前者是从无形式者变为形式,后者则是从已被赋予形式者变为无形式者。至于这些事情如何是如此的,已在那部论著中被严格论述了;现在所说的已经足够了。这些是他们的论点;但我们说,既然变化是依照四个范畴被考察的,如果他们不赞同灵魂在从潜在的理智变为现实的理智时,是依照属于运动的那三个范畴之一发生变化(因为正如已证明的那样,变化的定义也适用于灵魂)* * * [而这便只能是依照实体发生变化],这便是生成与毁灭。于是,每当灵魂学习时,我们将不得不说它在生成,而当它无知时,它在毁灭。但这十分可笑;因为灵魂在学习之前就已经是灵魂了。因此,如果它不是依照实体发生变化,那么它的变化就必然是依照诸范畴中的某一其他原因。而依照那些范畴的变化乃是运动;所以灵魂受运动。即使亚里士多德似乎也把灵魂从潜在到现实的变化说成是生成而非质变 * * * 因为每当有人从无知者变为有知者时,我们主张他说的是完满性的生成,而非单纯实体的生成;因此这只是某种生成,而非单纯的生成。此外从另一个角度来看,恶德与美德是对立项。因为即使恶德由于是不定且无形式的而被说成是匮乏,但由于它能变为美德,它仍将是对立项而非匮乏。因为正如在《范畴篇》中所说的,匮乏不能变为状态(正如盲目不能变为视力),而对立项可以变为对立项(正如黑变为白)。因此,如果灵魂从恶德变为美德,反之亦然,且这些是对立项(因为向对立项的变化是运动;因为它们被归于性质范畴),所以灵魂受运动。此外亚里士多德本人也说,运动与现实活动之所以在此相异,在于运动是不完全的现实活动,而现实活动是一举完成的;因此他也说神圣之物是不带有潜能的现实活动。由此他在《物理学》中探讨了在推动者与受动者之中的运动是两个还是一个,并证明了是一个;随后他又探讨了运动属于何者,属于推动者还是受动者,并证明了它属于受动者;因为从不完全走向完全的是后者,而非推动者,正如在学生与教师的情形中一样;因为在二者之中的运动是一个,始于教师而终于学生。因为受运动的不是教师,而是学生;因为他说,前者完整且一举地拥有这一状态,而后者则是被逐步引导至这一状态。因此,如果照他所说,运动是不完全的,而现实活动是一举完成的,我们就要就灵魂的情形向他发问:它究竟是受运动,还是不受运动?
- 1.92ἄλλως... τοῦ ἀποδεδομένου... ὁρισμοῦ
副词 ἄλλως 支配表示比较/差异的属格(τοῦ ἀποδεδομένου... ὁρισμοῦ),构成“不同于所给出的定义而进行界定”的句式。
- 1.92εἰ μὴ βούλονται τὴν ψυχήν... * * * τοῦτο δέ ἐστι γένεσις καὶ φθορά
此处原文存在脱落( *)。条件从句(εἰ μὴ βούλονται...)的主句已经丢失,文意上必然包含“它就必然依照实体发生变化”之类的表述,紧接着的 τοῦτο δέ(“而这便是……”)正是承接其实体变化而言。
- 1.92ταύτῃ διαφέρειν κίνησιν ἐνεργείας, τῷ τὴν μὲν κίνησιν ἀτελῆ ἐνέργειαν, τὴν δ’ ἐνέργειαν ἀθρόαν εἶναι
限定/原因与格短语(指示代词 ταύτῃ 与带冠词不定式 τῷ... εἶναι)修饰动词 διαφέρειν,具体说明差异的内容。不定式 εἶναι 带有两个并列的主格性宾格主语 κίνησιν 与 ἐνέργειαν。
