- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:92.12-93.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德开始反驳早期将灵魂视为受运动之物的思想家(特别是柏拉图)之际,斐洛庞奴斯指出根据亚里士多德自身对运动的定义,灵魂作为从潜能向现实的过渡也必然受运动,同时介绍了基于严格区分变化与运动的反驳意见。
" Ἐπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεως." Ἀπαριθμησάμενος τὰς τῶν παλαιοτέρων δόξας, τῶν τε εἰς τὸ κινητικὸν τῆς ψυχῆς ἀποβλεψάντων καὶ τῶν εἰς τὸ γνωστικόν, ἐντεῦθεν λοιπὸν ἄρχεται τῶν πρὸς τούτους ἐλέγχων. καὶ ἐλέγχει δὲ αὐτῶν τὰς δόξας, οὐχ ὅτι κακῶς ὑπέθεντο αὐτὴν κινεῖν τὸ σῶμα ἢ γινώσκειν τὰ πράγματα ἢ ἀσώματον εἶναι, ἀλλ’ ὅτι ὑπενόησαν κινουμένην αὐτὴν κινεῖν, καὶ γινώσκειν τῷ ἔχειν ἐν ἑαυτῇ τὰ πράγματα, καὶ ὅτι πρὸς τὸ ἀσώματον ἀποβλέψαντες οὐ κυρίως ἀσώματον ἐδόξασαν ἀλλὰ λεπτομερέστερον σῶμα εἶναι τῶν λοιπῶν. πρῶτον οὖν ἄρχεται ἐκ τῶν εἰς τὸ κινητικὸν ἀποβλεψάντων, ἐπεὶ καὶ πρώτους αὐτοὺς ἱστόρησεν. ἐνόμιζον δὲ οὗτοι, ὡς ἐμάθομεν, ἐπειδὴ κινεῖ ἡ ψυχή (πᾶν δὲ τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι) καὶ τὴν ψυχὴν κινεῖσθαι, οὐχ ὑπ’ ἄλλου δ’ αὐτὴν κινεῖσθαι, ἀλλ’ ὑφ’ ἑαυτῆς καὶ εἶναι αὐτοκίνητον. πρὸς τοῦτο οὖν ἐνίσταται πρῶτον, ὅτι ἀδύνατον τὴν ψυχὴν κινεῖσθαι· τοσοῦτον γὰρ ἀπέχω, φησί, τοῦ λέγειν αὐτὴν αὐτοκίνητον, ὅτι καὶ ἀδύνατον εἶναι λέγω καθόλου τὸ κινεῖσθαι αὐτήν.1 αἰνίττεται δὲ μάλιστα πρὸς Πλάτωνα. ἀλλὰ πρὶν εἰς τὰ παρ’ αὐτοῦ λεγόμενα ἐμβάλωμεν, δείξομεν δι’ ὀλίγων ὅτι ἐξ αὐτῶν 〈ὧν〉 Ἀριστοτέλης λέγει πᾶσα ἀνάγκη ἐστὶ τὴν ψυχὴν κινεῖσθαι, ἔπειτα τοῖς ῥητοῖς ἐπεξιόντες, πῶς τε ἀκίνητον αὐτὴν εἶναι λέγει ὁ Ἀριστοτέλης, καὶ πῶς ὁ Πλάτων ἀεικίνητον. ἐν τοίνυν τῇ Φυσικῇ ἀκροάσει ὁριζόμενος τὴν κίνησιν ὁ Ἀριστοτέλης φησὶν ὅτι κίνησίς ἐστιν ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστι, τοῦτο δέ ἐστιν ἡ τοῦ δυνάμει ὄντος ἐπὶ τὸ κατ’ ἐνέργειαν † μετὰ ταῦτα τοῦ δυνάμει ὄντος· τοῦτο γὰρ σημαίνει τὸ ᾗ τοιοῦτόν ἐστιν· εἰ γὰρ παύσεται τῆς δυνάμεως, καὶ τῆς κινήσεως παύεται. ἔστιν οὖν ὁδὸς ἐκ τῆς δυνάμεως ἐπὶ τὴν ἐνέργειαν. εἰ τοίνυν κίνησίς ἐστιν ἡ ὁδὸς ἡ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, λέγει δὲ πάλιν ἐν τούτῳ τῷ βιβλίῳ ὁ Ἀριστοτέλης ὅτι ἡ ψυχὴ δυνάμει ἐστὶ νοῦς, καὶ ὅτι γίνεται ποτε ἐνεργείᾳ νοῦς (καὶ εὖ γε, φησίν, οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, πλὴν ὅτι οὐ πᾶσα ἀλλ’ ἡ νοητική, καὶ οὐκ ἐντελέχεια ἀλλὰ τὰ εἴδη δυνάμει, καὶ πάλιν φησὶν ὅτι γραμματείῳ ἔοικεν ἀγράφῳ, ταὐτὸν δὲ εἰπεῖν δυνάμει γραμματείῳ ὃ γίνεται ποτε ἐνεργείᾳ γεγραμμένον), εἰ τοίνυν κίνησις μέν ἐστιν ἡ ἐκ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ ὁδός, ἡ ψυχὴ δὲ δυνάμει οὖσα νοῦς γίνεται ποτε δεχομένη τὰ εἴδη ἐνεργείᾳ νοῦς, ἐκ τοῦ δυνάμει ἄρα εἰς τὸ ἐνεργείᾳ προϊοῦσα κινηθήσεται. ἐνίστανται δὲ πρὸς τοῦτο καί φασιν ὅτι ἐν τῷ τρίτῳ βιβλίῳ ὁλοσχερέστερον εἶπε περὶ κινήσεως καὶ τὸν ὁρισμὸν τῆς μεταβολῆς ἐπὶ κινήσεως ἀποδέδωκεν εἰπὼν τὴν ἐκ τοῦ δυνάμει ὁδὸν ἐπὶ τὸ ἐνεργείᾳ κίνησιν εἶναι. κακῶς οὖν φασιν ἐκ τοῦ μὴ ἀκριβῶς ἀποδεδομένου ὁρισμοῦ ἐλέγχειν τὸν Ἀριστοτέλην πειρᾶσθαι, ἐπεὶ ἐν τῷ πέμπτῳ βιβλίῳ ἀκριβέστερον ταῦτα διοριζόμενός φησι τὴν μεταβολὴν ἐπὶ πλέον εἶναι2 τῆς κινήσεως· εἴ τι μὲν γὰρ κίνησις, τοῦτο καὶ μεταβολή, οὐκέτι δὲ ἀνάπαλιν. γίνεσθαι γὰρ τὴν μεταβολὴν κατὰ τέσσαρας κατηγορίας, οὐσίαν, ποσόν, ποιόν, ποῦ. καὶ ἔστιν ἡ μὲν τῆς οὐσίας μεταβολὴ γένεσις καὶ φθορά, ἡ δὲ τοῦ ποσοῦ αὔξησις καὶ μείωσις, ἡ δὲ τοῦ ποιοῦ ἀλλοίωσις, ἡ δὲ τοῦ ποῦ φορά. εἶναι οὖν τὰς μὲν ἐν ταῖς τρισὶ κατηγορίαις μεταβολὰς κινήσεις, ποσόν, ποιόν, ποῦ, τὴν δὲ τῆς οὐσίας οὐκέτι.
“然而首先,必须考察关于运动的问题。” 在列举了更早思想家们的见解——既包括着眼于灵魂运动能力者的见解,也包括着眼于其认识能力者的见解——之后,从这里往后,他开始针对这些人的反驳。他反驳他们的见解,并非因为他们错误地设定了灵魂运动身体、认识事物或非物体性,而是因为他们认为灵魂是在自身受运动的同时运动身体,通过自身之中具有事物来进行认识,以及他们虽然着眼于非物体,却并未在严格意义上认为灵魂是非物体的,而是认为它是比其余〔物体〕更为精微的物体。因此,他首先从着眼于运动能力的人开始,因为他也最先记述了他们。正如我们所了解的,这些人认为,既然灵魂使之运动(而凡是使之运动者,自身亦受运动),灵魂自身亦受运动,且不是被他物运动,而是被自身运动,是自运动的。因此,面对这一点,〔亚里士多德〕首先提出异议,指出灵魂受运动是不可能的;因为他说:“我远非说它是自运动的,以至于我主张它受运动在根本上就是不可能的。”他主要是在暗示柏拉图。但在我们进入他本人的论述之前,我们将简要说明,从亚里士多德所说的话本身出发,灵魂受运动是完全必然的;随后,我们将通过检视文句来说明,亚里士多德在何种意义上说它是不动的,而柏拉图又在何种意义上说它是永恒运动的。于是,在《物理学》中界定运动时,亚里士多德说“运动是潜在存在者作为如此存在者的完全现实态”;而这是潜在存在者走向现实活动态的……潜在存在者的[道路];因为“作为如此存在者”正是表达这个意思。因为如果它脱离了潜能,它也就脱离了运动。因此,这是从潜能走向现实活动的道路。那么,如果运动是从潜在到现实的道路,而亚里士多德又在这部书中说灵魂潜在地是理智,并且它在某个时候成为现实的理智(他说:“那些说灵魂是形式之所的人说得好,只是并非整个灵魂,而是理智的部分,并且不是作为完全现实态,而是潜在地是诸形式”;他又说“它类似于一块未写字的蜡板,这等于说是潜在的蜡板,某个时候会在现实中被书写”),因此,如果运动是从潜在到现实的道路,而灵魂既然潜在地是理智,在某个时候通过接纳形式而成为现实的理智,那么它从潜在走向现实就必定会受到运动。但对此他们提出异议并声称,在第三卷中他关于运动谈得较为粗略,把变化的定义归给了运动,说从潜在到现实的道路就是运动。因此他们说,企图依据这个并未严格给出的定义来反驳亚里士多德是错误的,因为在第五卷中更严格地区分这些时,他说变化的外延大于运动;因为如果有某种东西是运动,它也是变化,但反过来则不然。因为变化是依照四个范畴发生的:实体、数量、性质、处所。实体的变化是生成与毁灭,数量的变化是增加与减少,性质的变化是质变,处所的变化是位置移动。因此,在这三个范畴中的变化——数量、性质、处所——是运动,但实体的变化则不再是运动。
- 1.92τοσοῦτον γὰρ ἀπέχω, φησί, τοῦ λέγειν αὐτὴν αὐτοκίνητον, ὅτι καὶ ἀδύνατον εἶναι λέγω καθόλου τὸ κινεῖσθαι αὐτήν
习惯表达“τοσοῦτον ἀπέχω τοῦ + 不定式”(“我远非……”)后接引导结果或程度的从句(此处用 ὅτι,通常用 ὥστε)。属格不定式短语 τοῦ λέγειν 标示与谓语动词 ἀπέχω 的距离起点,而 ὅτι 从句则引出对比性的结论(“以至于我甚至主张……”)。
- 1.92ἐπὶ πλέον εἶναι
介词短语 ἐπὶ πλέον 与系动词 εἶναι 结合,构成逻辑述谓,支配属格 τῆς κινήσεως,表示“外延更广”或“属于上位概念”。后文通过“若某物是运动则亦是变化,反之则不然”的包容关系解释,在句法与逻辑上对此作出了说明。
