← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§91.1-92.11

依认识能力与对立本原界定灵魂

斐洛波诺斯针对亚里士多德在405b12–23中对那些根据认识能力定义灵魂的人(特别指出阿那克萨戈拉独特的非物体主张及其缺陷)以及根据对立本原构造灵魂的人(恩培多克勒、希彭、赫拉克利特)所做的考察,解析了其论证结构与词源解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.90

" Διὸ καὶ οἱ τῷ γινώσκειν ὁριζόμενοι αὐτὴν στοιχεῖον ἢ ἐκ τῶν στοιχείων ποιοῦσι, λέγοντες παραπλησίως πλὴν ἑνός." Ὅτι πάντες τὰ τρία ταῦτα, ἅπερ φασὶ τῇ ψυχῇ ὑπάρχειν, ἐπὶ τὰς ἀρχὰς ἀνάγουσιν.1 οἱ γοῦν, φησί, πρὸς τὸ γνωστικὸν αὐτῆς ἀποβλέψαντες, ἐπειδὴ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται, ἐκ τῶν παρ’ ἑαυτοῖς ἀρχῶν ἕκαστος αὐτὴν ἀπεφήνατο, οἱ μὲν πλείους εἰρηκότες ἐκ πλειόνων, οἱ δὲ μίαν ἐκ μιᾶς. ἐπειδὴ γὰρ πάντων ἐστὶ γνωστική, δεῖν ἐνόμισαν τὰς ἀρχὰς πάντων ἔχειν ἐν ἑαυτῇ. μόνος δέ, φησίν, Ἀναξαγόρας οὐ τὴν αὐτὴν τούτοις ἐβάδισε·2 πάντων γὰρ σωματικὰς ἀρχὰς αὐτῇ δεδωκότων διὰ τὴν γνῶσιν, ἐκεῖνος τὸν νοῦν ψυχὴν εἶναι λέγων, ἐπειδὴ ἔργον μὲν ψυχῆς τὸ κινεῖν, τὸν δὲ νοῦν ἔλεγε κινεῖν τὸ πᾶν, ὥστε τὸν νοῦν ψυχὴν ἔλεγε, τοῦτον τὸν νοῦν καθαρὸν ἔλεγε καὶ ἀμιγῆ καὶ ἀπαθῆ, τουτέστιν ἀσώματον. τὰς γὰρ ὁμοιομερείας λέγων ἀρχὰς τῶν ὄντων, ταύτας δὲ μεμῖχθαι ἐν ἀλλήλοις, τὸν νοῦν ἔλεγε τούτων ἀμιγῆ εἶναι καὶ καθαρόν, ὡς ἕτερον αὐτῶν ἔλεγε τῶν ἀρχῶν ἐξ ὧν τὰ πάντα, τὴν ἐναντίαν πᾶσι φερόμενος.3 ὅθεν ἀποδέχεται αὐτὸν Ἀριστοτέλης ὡς ἀσώματον εἰρηκότα τὴν ψυχήν, οὐ μὴν κατορθῶσαί φησι τὸν περὶ ψυχῆς λόγον· ἀμιγὴς γὰρ ὢν καὶ ἀκοινώνητος καὶ μηδεμίαν σχέσιν ἔχων πρὸς τὰς ἀρχὰς ἐξ ὧν τὰ πάντα πῶς γνώσεται τὰ πάντα, φησίν, ἄδηλον. οὔτε γὰρ αὐτὸς Ἀναξαγόρας τοῦτο ἡμῖν παρέστησεν οὔτε ἐκ τῶν αὐτοῦ λόγων ἔστι τοῦτο συλλογίσασθαι. πάντων οὖν τῶν μὲν σωματικὰς ἀρχὰς τῆς ψυχῆς ὑποθεμένων, τῶν δὲ μόνον ἀσωμάτους,4 οὐδέτερος τῶν λόγων κατωρθωμένος ἐστίν, ἀλλ’ ἑκάτερος μέρος τι τοῦ ἀληθοῦς εἴρηκε. τὴν μὲν γὰρ οὐσίαν δεῖ εἶναι ἀσώματον, εἴπερ κρεῖττον δεῖ εἶναι τὸ γινῶσκον τοῦ μὴ γινώσκοντος, τῶν μέντοι σωμάτων τὰς ἀρχὰς δεῖ εἶναι ἐν τῇ ἀσωμάτῳ ταύτῃ οὐσίᾳ, οὐ τὰς ὑλικὰς ἀλλὰ τοὺς λόγους αὐτῶν. οὔτε ἐκ τῶν εἰρημένων ἐμφανές. ἐν πολλοῖς γὰρ διαρρήδην μὲν πολλάκις οὐκ εἴρηταί τι τοῖς παλαιοῖς, ἐκ τῶν εἰρημένων δὲ ἔστι συλλογίσασθαι, ὥσπερ ὅτι τὸν νοῦν ταὐτὸν τῇ ψυχῇ λέγει Δημόκριτος καὶ Ἀναξαγόρας συνελογίσατο.

“因此,那些通过认识来定义它的人,也把它当作元素或由元素构成,除了一人之外,他们的说法都相近。” 这意味着,所有人都把他们声称属于灵魂的这三样东西归结于诸本原。无论如何,他说,那些着眼于灵魂的认识能力的人,因为同类被同类认识,每个人都根据自己所认定的本原来说明灵魂:那些谈论较多本原的人从较多数的本原说明,那些谈论单一本原的人从单一的本原说明。因为既然它能够认识万物,他们便认为它必须在自身之中拥有万物的诸本原。但是他说,唯独阿那克萨戈拉没有走与这些人相同的道路;因为当所有人都为了认识的缘故把物体性的本原赋予灵魂时,那个人声称理智就是灵魂——因为使之运动是灵魂的功能,而他曾说理智运动整个宇宙,所以他把理智称为灵魂——他称这个理智为纯净的、无混合的且无感受性的,也就是非物体的。因为他在声称同质部分是存在者的诸本原,且它们彼此混合的同时,却说理智对这些是无混合且纯净的,说它不同于万物由之构成的那些本原本身,从而采取了与所有人相反的方向。因此,亚里士多德接受他将灵魂说成是非物体的,然而他说阿那克萨戈拉并未成功确立关于灵魂的学说;他说,因为它是无混合的、无共通的,并且与万物由之构成的诸本原没有任何关系,它将如何认识万物,这是不清楚的。因为既不是阿那克萨戈拉本人把这一点向我们展现出来,也无法从他自己的言论中推论出这一点。因此,在所有人当中,一部分人设定灵魂的物体性本原,而另一部分人仅设定非物体性本原,这两种论述都没有成功确立,而是各自表达了真理的一部分。因为如果认识者确实必须优于不认识者,其实体就必须是非物体的,然而物体的诸本原必须存在于这非物体的实体之中,不是作为质料性的本原,而是作为它们的理性原则。这从所说的话中也不明显。因为在许多事情上,古人往往没有明确说出某些内容,但从所说的话中进行推论是可能的,正如他推论出德谟克利特与阿那克萨戈拉声称理智与灵魂是同一的一样。

§1.91

"Ὅσοι δ’ ἐναντιώσεις ποιοῦσιν ἐν ταῖς ἀρχαῖς, καὶ τὴν ψυχὴν ἐκ τῶν ἐναντίων συνιστᾶσιν." Τοιοῦτος ἦν Ἐμπεδοκλῆς· τὰ γὰρ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὴν ψυχὴν φησιν εἶναι, ἐξ ἐναντίων ποιοτήτων σύγκεινται, ἔτι δὲ τὸ νεῖκος καὶ ἡ φιλία. οἱ δὲ θάτερον τῶν ἐναντίων, οἷον θερμὸν ἢ ψυχρὸν ἤ τι τοιοῦτον ἄλλο, καὶ τὴν ψυχὴν ὁμοίως ἕν τι τούτων τίθενται. θάτερον τῶν ἐναντίων τίθεται· Ἵππων καὶ Ἡράκλειτος, ὁ μὲν τὸ θερμόν· πῦρ γὰρ τὴν ἀρχὴν εἶναι· ὁ δὲ τὸ ψυχρόν, ὕδωρ τιθέμενος τὴν ἀρχήν. ἑκάτερος οὖν τούτων, φησί, καὶ ἐτυμολογεῖν ἐπιχειρεῖ τὸ τῆς ψυχῆς ὄνομα πρὸς τὴν οἰκείαν δόξαν, ὁ μὲν λέγων διὰ τοῦτο ζῆν λέγεσθαι τὰ ἔμψυχα παρὰ τὸ ζεῖν, τοῦτο δὲ τοῦ θερμοῦ,5 ὁ δὲ ψυχὴν κεκλῆσθαι ἐκ τοῦ ψυχροῦ, ὅθεν ἔχει τὸ εἶναι, παρὰ τὸ αἰτίαν ἡμῖν γενέσθαι τῆς διὰ τῆς ἀναπνοῆς ψύξεως. ἐπεὶ γὰρ ἡ μὲν ζωὴ ἐκ τῆς ψυχῆς ὑπάρχει, ἡ δὲ ψυχὴ ἐκ ψυχροῦ (ἐξ ὕδατος γάρ), διὰ τοῦτο δεῖ τῆς ἀναπνοῆς κολαζούσης τῇ ψύξει τὸ περικάρδιον θερμὸν καὶ οὐκ ἐώσης τῆς ψυχικῆς δυνάμεως ἐπικρατέστερον γενέσθαι, λέγω δὴ τῆς ψυχρᾶς.

“而凡是在本原中设定对立的人,也由对立面来构造灵魂。” 恩培多克勒就是这样的人;因为他声称灵魂由之构成的四元素是由对立性质组成的,此外还有争吵与友爱。而那些设定对立面之一(例如热或冷或某种其他此类事物)的人,同样把灵魂设定为这些当中的某一个。设定对立面之一的人有:希彭与赫拉克利特,一人设定热(因为火是本原),另一人设定冷,将水设定为本原。他说,因此他们中的每一个人也都试图按照自己的意见对灵魂的名称进行词源学解释:一人说有灵魂之物被称为“生活”是源于“沸腾”,而这属于热;另一人说它被称为“灵魂”是源于“寒冷”,它正是从此拥有其存在,因为它成了我们通过呼吸获得冷却的原因。因为既然生命是由灵魂而在的,而灵魂是由冷而来的(因为是由水而来),因此需要呼吸通过冷却来抑制心脏周围的热,不让〔它〕变得比那灵魂的功能——我正是指寒冷的功能——更占优势。

语法注5 条
  1. 1.90Ὅτι πάντες τὰ τρία ταῦτα, ἅπερ φασὶ τῇ ψυχῇ ὑπάρχειν, ἐπὶ τὰς ἀρχὰς ἀνάγουσιν.

    句首的 ὅτι 起着晚期古代注疏中典型的说明性标题功能(“意即……”),用以揭示前面引文所要确立的核心主张,其统领的主句动词(如 δηλοῖ 或 λέγει)被承前省略。

  2. 1.90οὐ τὴν αὐτὴν τούτοις ἐβάδισε

    不及物动词 ἐβάδισε 支配一个省略了名词(如 ὁδόν)的同族/内部宾格(“未走与这些人相同的[道路]”),τούτοις 则是受 τὴν αὐτήν 统辖、表示“与……相同”的与格。

  3. 1.90τὴν ἐναντίαν πᾶσι φερόμενος

    短语 τὴν ἐναντίαν φέρεσθαι 是一个承前省略了 ψῆφον 或 ὁδόν 的习语,意为“采取相反的方向”或“投反对票”。与格 πᾶσι 表示相对抗的对象(“与所有人相对”)。

  4. 1.90πάντων οὖν τῶν μὲν σωματικὰς ἀρχὰς τῆς ψυχῆς ὑποθεμένων, τῶν δὲ μόνον ἀσωμάτους

    在这一独立属格结构中,表示总体的属格 πάντων(“在所有人当中”)被划分为带有分词的部分属格 τῶν μέν... τῶν δέ...(“一部分人设定了……而另一部分人[设定了]……”),后者承前省略了分词 ὑποθεμένων。

  5. 1.91παρὰ τὸ ζεῖν, τοῦτο δὲ τοῦ θερμοῦ

    在词源解释中,παρά 接宾格表示派生来源(“源于‘沸腾’[zein]”)。紧随其后的 τοῦτο δὲ τοῦ θερμοῦ 是一个带有属格(所有或归属性属格)的省略句,意为“而这属于热”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:91.1-92.11