← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§89.23-90.30

作为灵魂的元素与定义灵魂的三项标准

针对亚里士多德关于除作为所有元素之一外没有任何人单独将土视作灵魂的讨论(405b8–9),菲洛波庞驳斥了将灵魂等同于身体的唯物论难题并为其作了辩护分析,接着解释了随后的总结(405b10),即通过运动、感觉与非物体性三要素将灵魂归结于本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.87

" Πάντα γὰρ τὰ στοιχεῖα κριτὴν εἴληφε, πλὴν τῆς γῆς." Κριτὴν ἀντὶ τοῦ προστάτην τὸν κρίνοντα καὶ τιθέμενον ἕκαστον αὐτῶν ἀρχὴν εἶναι. τὴν δὲ γῆν μόνην οὐδεὶς εἶπε ψυχὴν εἶναι, διότι οὐδὲ ἀρχὴν τῶν πραγμάτων τὴν γῆν μόνην οὐδεὶς ὑπέθετο πλήν, φησί, τῶν εἰρηκότων πάντα εἶναι τὰ στοιχεῖα ἀρχήν, ὥσπερ Ἐμπεδοκλῆς· οὗτος γὰρ καὶ τὴν γῆν ψυχὴν ἔλεγεν. ἢ μᾶλλον πιθανώτερον τὸ λέγειν ὅτι τὴν σύνθεσιν τῶν στοιχείων ψυχὴν ἔλεγεν. ἀλλὰ ἀντιπίπτει ἡμῖν τὸ ἀνωτέρω εἰρημένον ὅτι ἔλεγεν εἶναι καὶ ἕκαστον τούτων ψυχήν· εἰ μὴ ψυχὴν τὴν ψυχικὴν δύναμιν ἐκληψόμεθα, ἐπεὶ καὶ ἡμεῖς πολλάκις τὰς δυνάμεις τῆς ψυχῆς ψυχὰς καλοῦμεν· λέγομεν γὰρ ἔχειν τὸν ἄνθρωπον φυτικὴν ψυχὴν καὶ ἄλογον. ἀντιπίπτει πάσαις σχεδὸν ταῖς ἀπηριθμημέναις δόξαις ταῖς ἐκ πλειόνων λεγούσαις τὴν ψυχὴν ταὐτὸν λέγειν ψυχὴν καὶ σῶμα,1 ἐπεὶ καὶ ἐκ τῶν αὐτῶν ἀρχῶν ἀμφότερα. τί οὖν μᾶλλον ἡ ψυχὴ σῶμα ἢ τὸ σῶμα ψυχή;2 ἔστιν οὖν ἀπολογήσασθαι ὑπὲρ τῶν πλειόνων ὅτι εἰ καὶ τὰς αὐτὰς ἀρχὰς ἔλεγον ψυχῆς καὶ σώματος, ἀλλ’ οὐχ ὁμοίως ἐχούσας· τῇ γὰρ τοιᾷδε συγκρίσει καὶ διακρίσει τῶν ἀρχῶν καὶ τὰς ψυχὰς γίνεσθαι καὶ τὰς διαφορὰς τῶν σωμάτων, ὥσπερ καὶ ἡμεῖς τῇ διαφόρῳ τῶν στοιχείων κράσει τὰ διάφορα σώματα, ἀλλὰ καὶ τὰς διαφορὰς τῶν μετάλλων ἐκ τῆς διαφόρου τῶν ἀναθυμιάσεων συγκρίσεως. ἐν μέντοι τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἤλεγξε τὴν δόξαν ταύτην ὁ Ἀριστοτέλης 〈τὴν〉 λέγουσαν συγκρίσει καὶ διακρίσει τῶν στοιχείων τὴν γένεσιν καὶ τὴν φθορὰν γίνεσθαι.

“因为所有的元素都获得了一个仲裁者,唯独土除外。” “仲裁者”用以指代判定并设定它们中每一者为本原的拥护者。但没有任何人声称唯独土是灵魂,因为也没有任何人设定唯独土为事物的本原;他说,除非是那些声称所有元素都是本原的人,正如恩培多克勒;因为此人声称土也是灵魂。或者更合理的是说,他把诸元素的结合称为灵魂。但先前所说的、即他声称这些元素中的每一者也是灵魂的说法,与我们发生冲突;除非我们把灵魂理解为灵魂的功能,因为我们也常常把灵魂的诸功能称为灵魂;事实上我们说人具有植物性灵魂和无理性灵魂。几乎所有被列举的、主张灵魂由多种事物构成的意见都面临一个抵触,即它们把灵魂和身体说成是同一事物,既然两者都来自相同的本原。那么,为什么更应当是灵魂为身体,而不是身体为灵魂呢?因此,可以代表这多数人进行辩护:即使他们谈论灵魂和身体的相同本原,但这些本原所处的状态并不相同;因为正是通过本原的此种结合与分离,灵魂以及诸身体的差异才得以产生,正如我们通过元素的不同混合来解释不同的身体,乃至由各种蒸发物的不同结合来解释矿物的差异一样。然而,在《论生成与消灭》中,亚里士多德驳斥了这一主张生成与消灭是通过元素的结合与分离而发生的意见。

§1.88

"Πλὴν εἴ τις αὐτὴν εἴρηκεν ἐκ πάντων εἶναι τῶν στοιχείων ἢ πάντα." Ἐπειδὴ τὸ ἐκ πάντων σημαίνει καὶ τὰ κατὰ κρᾶσιν γινόμενα, εἴδους τινὸς ἔξωθεν ἐπιγινομένου τῇ κράσει,3 ὥσπερ τὸ τῆς σαρκὸς εἶδος τῇ κράσει τῶν τεσσάρων στοιχείων, οἱ δὲ ἐκ πάντων λέγοντες οὐκ ἔλεγον οὕτως ὥσπερ καὶ ἡμεῖς φαμεν, ἀλλὰ ψιλὴν τὴν σύνθεσιν τῶν στοιχείων ἔλεγον τὴν ψυχήν, διὰ τοῦτο εἰπὼν ἐκ πάντων προσέθηκεν ἢ πάντα.

“除非有人声称它是来自所有元素,或者是所有元素本身。” 因为“来自所有”也意味着按照混合而生成的事物,即某种形式从外部附加在混合之上,正如肌肉的形式附加在四元素的混合之上一样,而那些声称“来自所有”的人并不是按照我们所说的方式立论,而是把诸元素的纯粹结合称为灵魂,因此他在说了“来自所有”之后,又补充了“或者是所有元素本身”。

§1.89

"Ὁρίζονται δὲ πάντες τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει, αἰσθήσει, τῷ ἀσωμάτῳ." Ταῦτα ὥσπερ ἀνακεφαλαίωσίς ἐστι τῶν εἰρημένων. ὁρίζονται δὲ οἷον περιγράφουσι καὶ χαρακτηρίζουσι. πρότερον δ’ εἰπὼν κινήσει καὶ αἰσθήσει γνωρίζεσθαι τὴν ψυχήν, νῦν προσέθηκε καὶ τῷ ἀσωμάτῳ, ὡς ἐκ τῶν ἀπηριθμημένων δοξῶν καὶ τοῦτο ἀνακύψαν καὶ εὑρεθέν·4 τῷ γὰρ εὐκινήτῳ καὶ ἀεικινήτῳ συνέπεται τὸ ἀσώματον· ἀσώματον δὲ οὐ τὸ κυρίως λέγει νῦν, ἀλλὰ τὸ λεπτομερέστατον. πάντα δέ, φησί, ταῦτα, ἡ κίνησις, ἡ αἴσθησις, τὸ ἀσώματον πρὸς τὰς ἀρχὰς ἀνάγεται· τουτέστι τοιαύτην φασὶν αὐτὴν εἶναι, ἐπειδὴ ἐκ τοιούτων ἀρχῶν. τὸ δὲ ὁρίζονται πάντες οὐχ ὡς πάντων τὰ τρία περὶ ψυχῆς διοριζομένων (διὸ προσέθηκεν ὡς εἰπεῖν), ἀλλὰ τινὲς μὲν πάντα αὐτῇ ἀποδεδώκασι, τινὲς δὲ ἔνια, ὡς ἐκ τῶν εἰρημένων περὶ τῶν δοξῶν ἔστιν εὑρεῖν.

“并且所有人可以说都用三样东西来定义灵魂:运动、感觉、非物体性。” 这些话可以说是对前述内容的一个概括。“他们定义”意即他们加以界定和特征化。他先前说过灵魂是通过运动和感觉被认识的,现在又补充了“通过非物体性”,因为这也是从被列举的诸意见中浮现并被发现的;因为非物体性紧随易动与恒动而来;但他现在所说的非物体性并非严格意义上的,而是指由最微细粒子构成的。他说,所有这些——运动、感觉、非物体性——都被归结为本原;也就是说,他们声称灵魂具有这般性质,是因为它来自这般的本原。而“所有人定义”并不是指所有人都对灵魂规定了这三点(因此他补充了“可以说”),而是指有些人将所有这三点归于灵魂,有些人则将其中某些点归于它,正如从关于诸意见的前述内容中可以发现的那样。

语法注4 条
  1. 1.87ἀντιπίπτει πάσαις σχεδὸν ταῖς ἀπηριθμημέναις δόξαις ταῖς ἐκ πλειόνων λεγούσαις τὴν ψυχὴν ταὐτὸν λέγειν ψυχὴν καὶ σῶμα

    非人称动词 ἀντιπίπτει(“与……发生抵触/冲突”)的语法主语是不定式短语 ταὐτὸν λέγειν ψυχὴν καὶ σῶμα(“把灵魂和身体说成是同一事物”),与之配合的与格短语 πάσαις... ταῖς δόξαις ταῖς... λεγούσαις 表示遭受这一抵触的对象(诸学说)。

  2. 1.87τί οὖν μᾶλλον ἡ ψυχὴ σῶμα ἢ τὸ σῶμα ψυχή;

    习惯句型 τί μᾶλλον... ἤ...(“为何宁可是……而不是……”)表达了一种对称的疑难(aporia):如果两者都由完全相同的本原构成,那么便没有理由说灵魂是身体,而不能反过来说身体是灵魂,从而揭示两者无法区分的荒谬。

  3. 1.88εἴδους τινὸς ἔξωθεν ἐπιγινομένου τῇ κράσει

    属格独立结构(genitive absolute),表示伴随情况或条件:“某种形式从外部附加在混合之上”。紧随其后的 ὥσπερ τὸ τῆς σαρκὸς εἶδος... 则省去了动词 ἐπιγίνεται,作为结构并行的同类例证补充。

  4. 1.89ὡς ἐκ τῶν ἀπηριθμημένων δοξῶν καὶ τοῦτο ἀνακύψαν καὶ εὑρεθέν

    连词 ὡς 与中性宾格分词(ἀνακύψαν καὶ εὑρεθέν)构成宾格独立结构,表达引述的理据或视角(“作为同样是从被列举的诸意见中浮现并被发现的事物”),主语 τοῦτο 指代前文新添的非物体性标准(τῷ ἀσωμάτῳ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:89.23-90.30