← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§9.33-11.19

灵魂的可分离性与理智的不朽性

注疏者对古代关于灵魂可分离性的诸学说(如努美纽斯、亚历山大等)进行了分类,主张唯有理性灵魂可分离,并列举了亚里士多德在《论动物部分》与《灵魂论》中主张理智具有可分离性、无受性与不朽性的诸多文本证据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#6

ἐντελέχεια δέ ἐστιν ἡ τελειότης τοῦ ὑποκειμένου, τουτέστι τὸ εἶδος τὸ ἐπιγινόμενον ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοιχείων τῇ ὕλῃ, ὡς τῷ πηλῷ τὸ τοῦ ὀστράκου εἶδος. τῶν δὲ χωριστὴν εἰρηκότων1 οἱ μὲν πᾶσαν ψυχὴν χωριστὴν σώματος εἰρήκασι, καὶ τὴν λογικὴν καὶ τὴν ἄλογον καὶ τὴν φυτικήν, οἷος ἦν Νουμήνιος πλανηθεὶς ἀπό τινων ῥησειδίων Πλάτωνος εἰπόντος ἐν Φαίδρῳ “πᾶσα ψυχὴ ἀθάνατος”, σαφῶς ἐκεῖ περὶ τῆς ἀνθρωπίνης τὸν λόγον ποιουμένου· ὅτι γὰρ θνητὴν οἶδε τὴν τῶν ἀλόγων σαφῶς δείξομεν αὐτὰς τὰς ῥήσεις αὐτοῦ παρατιθέμενοι·2 οἱ δὲ πᾶσαν ἀχώριστον καὶ διὰ τοῦτο θνητήν, ὧν ἐστιν Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ὃς καὶ τὸν Ἀριστοτέλην πειρᾶται εἰς τὴν ἑαυτοῦ δόξαν συγκατασπᾶν· οἱ δὲ τὴν μὲν λογικὴν χωριστήν, τὴν δὲ ἄλογον καὶ τὴν φυτικὴν ἀχώριστον. τούτων δὲ οἱ μὲν ἀμφοτέρας ἀχωρίστους τοῦ παχέος τούτου σώματος, οἱ δὲ τὴν μὲν φυτικὴν τούτου μόνην ἀχώριστον, τὴν δὲ ἄλογον τούτου μὲν χωριστήν, ἄλλου μέντοι τινὸς σώματος ἀχώριστον, λέγω δὴ τοῦ πνευματικοῦ· ἥπερ ἐστὶ καὶ ἀληθὴς δόξα, ὡς δείξομεν, ἣν καὶ Πλάτων καὶ Ἀριστοτέλης ἐπρέσβευσαν. ὅτι γὰρ καὶ Ἀριστοτέλης ταύτης ἐστὶ τῆς δόξης καὶ οἶδε τὴν μὲν χωριστὴν ψυχήν, τὴν δὲ ἀχώριστον, πολλαχόθεν ἐναργῶς ἔστι δεῖξαι· ἐν τῷ τέλει γοῦν τῆς Περὶ μορίων ζῴων πραγματείας, ἥτις προσεχῶς πρὸ ταύτης ἐστὶ τῆς πραγματείας, εἰπὼν ὅτι ἕκαστον τῶν μορίων τῶν ζῴων κατά τινα ἐνέργειαν ζωτικὴν χαρακτηρίζεται, οἷον καρδία καὶ ἧπαρ καὶ ἐγκέφαλος καὶ τὰ λοιπά, ταύτην, φησί, τὴν ἐνέργειαν πότερον ψυχὴν δεῖ καλεῖν ἢ μόριον ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς ζητητέον· ὥστε οἶδε πολὺ πλάτος, μᾶλλον δὲ βάθος ψυχῶν. καὶ πότερον, φησί, περὶ πάσης ψυχῆς τοῦ φυσικοῦ ἐστι διαλεχθῆναι, ἢ οὐ περὶ πάσης, ἀλλ’ ὅση μὴ ἄνευ τῆς ὕλης; ὥστε οἶδε ψυχὴν χωριστὴν τῆς ὕλης· εἰ γὰρ περὶ πάσης ψυχῆς ὁ φυσικός, φησίν, διαλέξεται,3 δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· εἰ δὲ περὶ τοῦ νοῦ, ἀνάγκη καὶ περὶ τῶν νοητῶν· ὁ γὰρ νοῦς τῶν νοητῶν ἐστι νοῦς, ὡς ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστιν αἴσθησις· τῶν πρός τι γὰρ ταῦτα. τὸ δὲ περὶ τῶν νοητῶν διαλέγεσθαι τοῦ πρώτου ἐστὶν φιλοσόφου. συμβήσεται οὖν τὸν φυσικὸν περὶ πάντων τῶν ὄντων διαλαμβάνειν, ὅπερ ἄτοπον, τῶν τε αἰσθητῶν διὰ τὴν αἴσθησιν, καὶ τῶν νοητῶν διὰ τὸν νοῦν. καὶ ἐν αὐτῇ δὲ τῇ Περὶ μορίων ζῴων πραγματείᾳ φησίν· ‘ἔοικε δὲ ὁ νοῦς θύραθεν ἐπεισιέναι καὶ εἶναι θεῖος· οὐδὲν γὰρ αὐτοῦ ἐπικοινωνεῖ ἡ ἐνέργεια σωματικῇ ἐνεργείᾳ.’ καὶ πάλιν ἐν τούτῳ τῷ βιβλίῳ εἰπὼν περὶ τῶν παθῶν τῶν ψυχικῶν, θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν ἄλλων, ὅτι ἀχώριστά ἐστι τοῦ σώματος, ‘διὰ ταῦτα’, φησί, ‘φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτης’, ὅση μὴ ἄνευ τῆς ὕλης· οἶδεν ἄρα τινὰ ψυχὴν χωριστὴν τῆς ὕλης. καὶ ἐν τῷ δευτέρῳ λόγῳ ζητήσας περὶ τῶν ἄλλων δυνάμεων τῆς ψυχῆς, εἴτε ἕκαστον ψυχή ἐστιν εἴτε μόριον ψυχῆς, “περὶ δὲ τοῦ νοῦ”, φησί, “καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέπω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ”. καὶ πάλιν ἐν τῷ τρίτῳ λόγῳ φησίν· “εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον· ἀπαθὲς ἄρα δεῖ εἶναι”. καὶ μετ’ ὀλίγα “χωριστὸν δέ ἐστι μόνον τοῦτο ὅπερ ἐστί,4 καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον. οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός”. ἐναργῶς ἄρα διὰ τούτων καὶ ἀπαθῆ καὶ ἀθάνατον καὶ ἀίδιον τὸν νοῦν φησιν εἶναι καὶ χωριστὸν καθ’ αὑτόν, τὴν δὲ φαντασίαν φθαρτήν, ἣν παθητικὸν νοῦν ἐκάλεσεν, νοῦν μέν, ὅτι παρ’ ἑαυτῇ ἔχει τὸ γνωστόν, παθητικὸν δέ, ὅτι μετὰ τύπων. καὶ πάλιν ἐν τῷ αὐτῷ λόγῳ “ὁ ἄρα καλούμενος τῆς ψυχῆς νοῦς (λέγω δὲ νοῦν, ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή) οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων πρὶν νοεῖν. διὸ οὐδὲ μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι”. καὶ μετ’ ὀλίγα διακρίνων τὴν αἴσθησιν ἀπὸ τοῦ νοῦ φησιν ὅτι ἡ αἴσθησις τῶν μειζόνων αἰσθητῶν ἀντιλαβομένη οὐ δύναται τῶν ἀμυδροτέρων ἀντιλαβέσθαι, ὁ δὲ νοῦς ὅσῳ ἂν τῶν μειζόνων νοητῶν ἀντιλάβηται, τοσούτῳ μᾶλλον ῥᾳδίως τῶν ἐλαττόνων ἀντιλαμβάνεται. τούτου δὲ αἴτιόν φησιν ὅτι “τὸ μὲν αἰσθητικὸν οὐκ ἄνευ σώματος, ὁ δὲ χωριστός”. καὶ πάλιν “καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀμιγὴς καὶ ἀπαθὴς τῇ οὐσίᾳ.

隐德来希乃是基质的完全态,也就是从元素的如此结合而在质料上生成的形式,正如陶器的形式在黏土上生成一样。在主张[灵魂]可分离的人中,有人说一切灵魂都可与身体分离,无论理性的、非理性的还是植物性的,如努美纽斯便是如此,他被柏拉图在《斐德罗篇》中所说的“一切灵魂皆不死”的某些片语所误导,然而柏拉图在那里显然论述的是人类的灵魂;因为柏拉图明知非理性者的灵魂是会朽灭的,我们通过引述他的言辞本身将清楚地证明这一点;另有人则说一切灵魂都是不可分离的,因而也是会朽灭的,阿佛洛狄西亚的亚历山大便属于这些人,他还试图把亚里士多德也拉入他自己的见解中;还有人主张理性灵魂是可分离的,而非理性与植物性灵魂则是不可分离的。而在这些人中,有人主张两者皆不可与这粗重的身体分离,另有人则主张唯独植物性灵魂不可与这[粗重的身体]分离,而非理性灵魂则可与这一身体分离,但不可与某种另外的身体分离,我是指精气身体;正如我们所要证明的,这确实是正确的见解,也是柏拉图与亚里士多德所信奉的。因为亚里士多德也持有这种见解,并且知道一种灵魂是可分离的,另一种灵魂是不可分离的,这可以从许多地方明晰地证明:至少在紧接于本部著作之前的《论动物部分》的末尾,他在说到动物的各部分因某种生命活动而被赋予特征——例如心脏、肝脏、大脑及其余部分——之后说道:应当探究究竟应将这种活动称为灵魂,还是灵魂的一部分,抑或是非无灵魂之物;由此可见他知晓灵魂具有巨大的广度,或者不如说是深度。他又说:究竟自然哲学家应当论述一切灵魂,还是不应论述一切,而只论述并非离开质料的那部分?由此可见他知晓脱离质料而可分离的灵魂;因为他说,如果自然哲学家要论述一切灵魂,显然他也要论述理智;如果论述理智,必然也要论述可知对象;因为理智是可知对象的理智,正如感觉是可感对象的感知一样;因为这些属于相对者。但论述可知对象乃是第一哲学家的事。那么便会导致自然哲学家要探讨一切存在者,这是荒谬的——因感觉而探讨可感事物,因理智而探讨可知事物。而且在《论动物部分》这部著作本身中他也说道:“理智看似从外部进入并且是神圣的;因为它的活动与身体的活动毫无共同之处。” 又在本部著作中,他在论及灵魂的情感——愤怒、欲望及其余情感——不可与身体分离之后说道:“由于这些缘故,考察灵魂,或一切灵魂或此类灵魂”,即非无质料的灵魂,“属于自然哲学家”;因此他知晓某种脱离质料而可分离的灵魂。又在第二卷中,他在探究了灵魂的其他能力究竟各自是灵魂还是灵魂的一部分之后说道:“关于理智与观照能力尚不明确,但这看似是灵魂的另一属类,并且唯独这能够分离,犹如永恒者脱离可朽者一样。” 又在第三卷中他说道:“如果进行思考就如进行感知一样,那么它要么是受到可知对象的某种作用,要么是某种其他类似的事;因此它必须是无受的。” 稍后又说:“唯有这一正是其所是者是可分离的,唯有这一者是不死且永恒的。但我们并不记得,因为这一者是无受的,而被动理智是可朽的。” 由此显然,他通过这些言辞主张理智是无受的、不死的、永恒的,并且就其自身而言是可分离的,而他称为被动理智的表象则是可朽的——称为理智,是因为它在自身之中拥有所知对象;称为被动,是因为它带有印迹。又在同一卷中说道:“因此灵魂所谓的理智(我所说的理智,是指灵魂借以思考和判断的东西),在思考之前在现实性上并非存在者中的任何一物。因此认为它与身体相混合也是不合情理的。” 稍后在将感觉与理智区分开来时,他说感觉在把握了较强烈的可感事物后便不能把握较微弱的事物,而理智越是把握较强烈的可知对象,便越能轻易地把握较微弱的对象。他说其原因在于:“感觉能力并非脱离身体,而理智则是可分离的。” 他又说:“并且这一理智在实体上是可分离的、无混合的、无受的。”

语法注4 条
  1. 1.0τῶν δὲ χωριστὴν εἰρηκότων

    部分属格,作为标示主题的领起结构,统摄随后出现的系列对比分句(οἱ μὲν πᾶσαν… οἱ δὲ πᾶσαν ἀχώριστον… οἱ δὲ τὴν μὲν λογικὴν χωριστήν…)。

  2. 1.0ὅτι γὰρ θνητὴν οἶδε τὴν τῶν ἀλόγων σαφῶς δείξομεν αὐτὰς τὰς ῥήσεις αὐτοῦ παρατιθέμενοι

    ὅτι 引导的宾语从句置于主句动词 δείξομεν 之前。在从句中,θνητήν 作谓述宾格,修饰 οἶδε 的直接宾语 τὴν τῶν ἀλόγων[ψυχήν]。

  3. 1.0εἰ γὰρ περὶ πάσης ψυχῆς ὁ φυσικός, φησίν, διαλέξεται

    包含插入语 φησίν 的条件从句。在归结句 δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ 中,为避免重复省略了动词 διαλέξεται,需结合前文补足其结构。

  4. 1.0χωριστὸν δέ ἐστι μόνον τοῦτο ὅπερ ἐστί

    引自亚里士多德《灵魂论》卷三第五章。τοῦτο 为主语,χωριστόν 为谓语形容词,ὅπερ ἐστί 则是以 τοῦτο 为先行词的关系代词分句(“正是其所是者”),对主语作同格限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:9.33-11.19