- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:11.19-13.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯通过补充引述亚里士多德与柏拉图《蒂迈欧篇》确立了理性灵魂的不朽与非理性灵魂的会朽,随后借助无穷倒退论证以及感觉对相反者的同时把握(几何学必然性)驳斥了主张灵魂是身体的诸观点。
” καὶ ἔτι πρὸ τούτων ἐν τῷ πρώτῳ λόγῳ “ὁ δὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα,1 καὶ οὐ φθείρεσθαι· μάλιστα γὰρ ἂν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως”. καὶ πάλιν “ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι”. καὶ πάλιν “περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέπω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ”. ὥστε χωριστὸν αὐτὸν βούλεται εἶναι τοῦ σώματος καὶ μὴ μετὰ σώματος ἐνεργεῖν καὶ ἔτι ἀίδιον εἶναι. πολλῶν δὲ ὄντων ὧν δυνατὸν ἦν παραθέσθαι δεικνύντας ὅτι ἀθάνατον οἶδε τὴν λογικὴν ψυχὴν ὁ Ἀριστοτέλης καὶ χωριστὴν παντὸς σώματος, ἱκανὰ καὶ τὰ εἰρημένα. ἀλλὰ μὴν ὅτι καὶ Πλάτων τὴν λογικὴν ψυχὴν ἀθάνατον οἶδε, περιττὸν τὸ λέγειν· ὅτι δὲ καὶ τὴν ἄλογον θνητὴν οἶδε, ἱκανὰ τὰ ἐν τῷ Τιμαίῳ εἰρημένα. ἐπεὶ γάρ, φησίν, ὁ δημιουργὸς πᾶσαν τὴν θείαν φύσιν ἐποίησε, τήν τε ἐμφανῆ καὶ τὴν ἀφανῆ, λέγει, φησί, πρὸς αὐτούς, ὅτι ἔτι λοιπὰ τρία γένη θνητὰ πρὸς τὴν τοῦ παντὸς διακόσμησιν ἐνδεῖ, τὸ χερσαῖον λέγων καὶ ἀέριον καὶ ἔνυδρον, ὧν μὴ γενομένων ἀτελὴς ὁ κόσμος ἔσται.2 “δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ’ ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τοῦτο δεόντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα”. ὥστε τὴν ἄλογον ψυχὴν προσυφαινομένην τῷ λόγῳ θνητὴν ἐναργῶς εἶναί φησιν, ἡγεμονοῦν δὲ καὶ θεῖον καὶ ἀθάνατον ὅσον ἐν τοῖς θνητοῖς ζῴοις λογικόν, ὡς καὶ πανταχοῦ ἡγεμονοῦν τὸν λόγον φησίν. Ὅτι μὲν οὖν καὶ Πλάτωνι καὶ Ἀριστοτέλει δοκεῖ μήτε πᾶσαν ψυχὴν χωριστὴν σώματος εἶναι μήτε πᾶσαν ἀχώριστον, ἀλλὰ τὴν μὲν λογικὴν χωριστήν, ἀχώριστον δὲ τὴν λοιπήν, δῆλον. ἀλλὰ γὰρ οὐ δεῖ ταῖς τῶν παλαιῶν ἀποφάνσεσιν ἀναπαύεσθαι, ἀλλὰ πάντων τῶν πραγμάτων τὰς ἀποδείξεις κομίσαι· πρὸς ὅλον γὰρ ἡμῶν τὸν βίον τείνει τὰ δόγματα ταῦτα. ἄλλως τε τί οἰκειότερον ἡμῖν τῆς ἡμῶν αὐτῶν γνώσεως; δείξομεν οὖν ἕκαστον τῶν εἰρημένων, ὅτι τε πᾶσα ψυχὴ ἀσώματος καὶ ὅτι μόνη ἡ λογικὴ χωριστὴ παντὸς σώματος καὶ διὰ τοῦτο ἀθάνατος, καὶ ὅτι ἡ μὲν ἄλογος τοῦ μὲν παχέος τούτου χωριστή, ἀχώριστος δὲ τοῦ πνεύματος, καὶ ἔτι εἰ ὅλως ἐστὶν αὐτὸ τοῦτο τὸ πνευματικὸν σῶμα, καὶ ὅτι ἐπιδιαμένει μετὰ τὴν ἔξοδον τὴν ἐκ τούτου τοῦ σώματος ἐπί τινα χρόνον, καὶ ὅτι ἡ φυτικὴ ἐν τῷ παχεῖ τούτῳ τῷ σώματι τὸ εἶναι ἔχει καὶ συμφθείρεται αὐτῷ. ὅτι μὲν οὖν πᾶσαι αἱ δόξαι αἱ λέγουσαι σῶμα εἶναι τὴν ψυχήν, εἴτε ἁπλοῦν εἴτε σύνθετον, ψευδεῖς εἰσιν, ἵνα μὴ κατὰ μίαν ἐλέγχωμεν, κοινὸν κατὰ πασῶν τὸν ἔλεγχον ἐπαγάγωμεν. ὅτι τοίνυν οὐδεμίαν ψυχὴν δυνατὸν σῶμα εἶναι, δῆλον ἐντεῦθεν. πᾶν σῶμα κατὰ τὴν ἑαυτοῦ φύσιν σκεδαστόν ἐστι καὶ εἰς ἄπειρα διαιρετόν· διὸ δεῖται τοῦ συνέχοντος. τοῦτο οὖν τὸ συνέχον ἐπειδὴ ἢ ψυχή ἐστιν ἢ ἑτέρα τις δύναμις, πότερον σῶμά ἐστιν ἢ ἀσώματον; εἰ μὲν οὖν σῶμά ἐστι, δεήσεται πάλιν καὶ αὐτὸ τοῦ συνέχοντος. πάλιν οὖν καὶ περὶ ἐκείνου ἐρησόμεθα, πότερον σῶμα ἢ ἀσώματον, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἀνάγκη ἄρα τὴν συνεκτικὴν τῶν σωμάτων δύναμιν ἀσώματον εἶναι. ἔστιν δὲ ἐπὶ τῶν ἐμψύχων συνεκτικὴ τῶν σωμάτων ἡ ψυχή· ἡ ψυχὴ ἄρα πᾶσα ἀσώματός ἐστιν. ἐν δὲ τῷ βιβλίῳ τούτῳ ὁ Ἀριστοτέλης πολλαχῶς καὶ ἄλλως ἐλέγξας τὰς δόξας ταύτας καὶ τοῦτο προστίθησι· τί λέγω, φησίν, ἐπὶ τῶν ἄλλων; ἡ ἐσχάτη τῶν γνωστικῶν τῆς ψυχῆς δυνάμεων ἡ αἴσθησις καὶ αὕτη ἀσώματος οὖσα γραμμικαῖς ἀνάγκαις δείκνυται.3 εἰ τοίνυν ἡ ἐσχάτη ἀσώματος, πολλῷ μᾶλλον αἱ κρείττους. πῶς οὖν τοῦτο δείκνυσιν; οὐδέν, φησίν, σῶμα ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸ αὐτὸ μόριον τῶν ἐναντίων ἐστὶν ἀντιληπτικόν· ὁ γὰρ δάκτυλος οὐ δύναται κατὰ τὸν αὐτὸν χρόνον ὅλος καὶ λευκοῦ καὶ μέλανος μεταλαβεῖν, οὐδὲ θερμαίνεται ἅμα κατὰ ταὐτὸ καὶ ψύχεται. ἡ δὲ αἴσθησις ἅμα ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐναντίων ἀντιλαμβάνεται· ἐν γὰρ τῷ ἀναγινώσκειν ἅμα τοῦ λευκοῦ καὶ τοῦ μέλανος ἀντιλαμβάνεται· διὸ καὶ οἶδεν ὅτι τόδε ἐστὶ πρῶτον καὶ τόδε δεύτερον, τῷ διακρίνειν ἐκ τοῦ λευκοῦ τὸ μέλαν.
”并且在此之前,在第一卷中他还说道:“理智看似作为某种实体进入,且不会毁灭;因为若毁灭,最可能因年老时的衰颓而毁灭。”他又说:“因为理智将结合维持怎样的部分或如何维持,甚至连构想都极其困难。”他又说:“关于理智与观照能力尚不明确,但这看似是灵魂的另一属类,并且唯独这能够分离,犹如永恒者脱离可朽者一样。”由此可见,他主张理智是可与身体分离的,不与身体一同运作,而且是永恒的。尽管有许多可以引述的证据表明亚里士多德知晓理性灵魂是不死的且可脱离一切身体而分离,但所说的这些已然足够。再者,柏拉图也知晓理性灵魂是不死的,自不必赘言;而他知晓非理性灵魂是会朽灭的,在《蒂迈欧篇》中所说的话便已足够。因为他说,造物主在造出了所有神圣的自然——可见的与不可见的——之后,便向他们说道,为了全宇宙的布置,还欠缺剩下的三个可朽属类,即陆生的、气生的和水生的属类,若无这些生成,宇宙将是不完备的。“但若这些经由我而生成并分有生命,它们便会与众神平等。为了使它们成为可朽的,并且这全宇宙得当地全然完备,你们当依循自然转向可朽动物的造作,模仿我造就你们时的力量。凡适合它们中与不死者同名的部分,即被称为神圣且在它们中处于统治地位者,由我播种并奠定始基后交付;其余的部分,你们将可朽者编织在不死者之上,把动物制作完成。”因此他明晰地指出,被编织在理性之上的非理性灵魂是可朽的,而在可朽动物中凡属于理性的部分则是统治性的、神圣且不死的,正如他也处处称理性为统治者一样。 因此,在柏拉图和亚里士多德看来,既非一切灵魂都可与身体分离,亦非一切灵魂都不可分离,而是理性灵魂可分离,其余灵魂不可分离,这一点是昭然若揭的。然而,我们绝不能安于古代学者的断言,而必须对一切事物提出论证;因为这些教义关乎我们的整个生命。此外,对于我们而言,还有什么比认识我们自身更为切近的呢?因此我们将阐明所说的每一件事:即一切灵魂皆是非物体的;唯有理性灵魂可脱离一切身体而分离,并因此是不死的;非理性灵魂虽可脱离这粗重的身体,却不可与精气分离;进而这一精气身体本身是否全然存在,并且在脱离这身体之后还会存续一段时间;以及植物性灵魂是在这粗重身体中拥有其存在,并与之一同朽灭的。 因此,为了不必逐一反驳那些主张灵魂是身体(无论简单的还是复合的)的见解,让我们对它们全体提出一个共同的反驳。那么,由以下可见,任何灵魂都不可能是身体。每一个身体依其本性都是易于涣散的,且可无限分割;因此它需要维持它的聚合者。那么,由于这聚合者要么是灵魂,要么是某种其他能力,它究竟是身体还是非物体的?如果它是身体,它自身便又需要一个聚合者。于是关于那个聚合者我们又将追问是身体还是非物体的,如此将陷于无穷。因此,维持身体的能力必然是非物体的。但在有灵魂者身上,维持身体的就是灵魂;因此一切灵魂皆是非物体的。而亚里士多德在本卷中以许多其他方式反驳了这些见解之后,又补充了这一点:他说,何必谈论其他能力呢?灵魂的认知能力中最末微的感知能力,经由几何学的必然性被证明也是非物体的。既然最末微的能力是非物体的,较高级的能力便更是如此。那么他是如何证明这一点的呢?他说,没有任何身体能在同一时间于同一部分接受相反者;因为手指不可能在同一时间整个既分有白又分有黑,也不可能同时在同一部分既被加热又被冷却。但感觉却能在同一时间共同把握相反者;因为在阅读时它同时把握了白与黑;因此它通过将黑从白中辨别出来,便也知晓这一个在先而那一个在后。
- 1.0ὁ δὲ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις οὖσα
尽管主语 ὁ νοῦς 是阳性名词,分词 οὖσα 却呈现阴性,这是受到表语名词 οὐσία 吸引的性吸引一致(attractio generis)。整个句式理解为“理智看似作为某种实体进入”。
- 1.0ὧν μὴ γενομένων ἀτελὴς ὁ κόσμος ἔσται
ὧν μὴ γενομένων 是带有否定词 μή 的属格独立结构,表条件(相当于“若这些不生成”)。其先行词是前文的 τρία γένη θνητά(三个可朽属类)。
- 1.0γραμμαῖς ἀνάγκαις δείκνυται
γραμμικαῖς ἀνάγκαις(借由几何学的必然性)指代类似数学或几何学严格证明的论证方式,特指亚里士多德借助点与线的几何比喻来证明感觉如何能在保持不可分割的同时把握相反者的论证方法。
