- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:8.12-9.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了为何灵魂虽兼具理性、非理性和植物性诸能力仍被称为单一的理由,随后对关于灵魂实体的古代学说进行了分类与梳理(非物体抑或物体、简单抑或复合、可分离抑或不可分离、比例、调和抑或完全现实态)。
τοῦ δὲ λόγου,1 ὅταν ἐξυπηρετῆται τῇ ἐπιθυμίᾳ, οὐ λέγω ἴδιόν τι ταύτης τῆς ἐνεργείας τέλος εἶναι, ὅτι παρὰ φύσιν αὐτῷ ἡ τοιαύτη ἐνέργεια, τὰ δὲ παρὰ φύσιν οὐκ ἀφορᾷ πρός τι τέλος. ὥσπερ γὰρ ὑπηρέτης οὐ τὸ ἑαυτοῦ ἀλλὰ τῆς ἐπιθυμίας τὸ τέλος παρασκευάζει τὴν ἡδονήν. μὴ ἀπορείτω δέ τις τὴν ἰδιωτικὴν ἀπορίαν ἐκείνην ‘τί οὖν; τρεῖς ψυχὰς ἔχομεν καὶ ὑπὸ τριῶν ψυχῶν διοικούμεθα’; λέγω γὰρ ὅτι ὥσπερ ἑνωθεῖσα ἡ ψυχὴ τῷ σώματι τούτῳ δοκεῖ μὲν ἕν τι πρᾶγμα ποιεῖν, κατὰ ἀλήθειαν δὲ οὐχ ἕν τί ἐστιν, οὕτω καὶ τῇ τε ἀλόγῳ καὶ τῇ φυτικῇ συνημμένη μίαν μέν τινα συνέχειαν ποιεῖ διὰ τὴν συνάφειαν (ἐξῆπται γὰρ προσεχῶς τῆς μὲν λογικῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φυτική), διὰ δὲ τὴν γινομένην ἐκ τῆς συναφείας ταύτης συμπάθειαν μίαν φαμέν,2 καὶ ὅτι ὡς ὀργάνοις κέχρηται ταῖς ἄλλαις δυνάμεσιν ἡ λογική. τούτων τῶν δυνάμεων, λέγω δὴ τῶν τε ἀλόγων καὶ τῶν φυτικῶν, αἱ μὲν μᾶλλον ἐγγίζουσι τῇ λογικῇ ψυχῇ, αἱ δὲ ἧττον· αἱ μὲν ἄλογοι μᾶλλον ἐγγίζουσι, διότι πεφύκασι κατακούειν λόγου· διὸ ἐπιπλήττοντες ταῖς ἐπιθυμίαις πραοτέρας αὐτὰς ποιοῦμεν· “στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ”, καὶ πάλιν “τέτλαθι κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης”, “ἔθιζε σαυτὸν κρατεῖν ὀργῆς ἡδονῆς λύπης”, καὶ ὅσα τοιαῦτα. καὶ τί λέγω ἐν ἡμῖν; καὶ τῶν θηρίων πολλὰ ἡμερώτερα τῷ λόγῳ γίνεται. αἱ δὲ φυτικαὶ ἅτε μὴ κατακούουσαι λόγου πορρωτέρω εἰσὶ τῆς λογικῆς ψυχῆς· οὐ γὰρ ἔστιν ἐπιτάξαι τῇ θρεπτικῇ δυνάμει μέχρι ποσοῦ θρέψαι ἢ τῇ αὐξητικῇ αὐξῆσαι. ἀλλ’ οὐδὲ τῇ γεννητικῇ· διὸ καὶ ἀβουλήτως πολλάκις ὀνειρώττομεν· εἰ δὲ καὶ μετριωτέραν ποιοῦμεν τὴν γεννητικήν, δῆλον ὅτι οὐχ ἁπλῶς αὐτὴν τὴν δύναμιν, ἀλλὰ τὴν ἐπιθυμίαν καταστέλλομεν· ἡ γὰρ δύναμις οὐδὲν ἧττον μένει καὶ μὴ ἐνεργοῦσα. αὗται μὲν αἱ δυνάμεις τῆς ψυχῆς αἵ τε λογικαὶ καὶ αἱ ἄλογοι καὶ αἱ φυτικαί. Καθόλου δὲ τὴν ψυχὴν οἱ μέν φασιν ἀσώματον εἶναι, οἱ δὲ σῶμα· καὶ τῶν σῶμα οἱ μὲν ἁπλοῦν, οἱ δὲ σύνθετον· καὶ τῶν σύνθετον οἱ μὲν ἐκ συνημμένων σωμάτων, οἱ δὲ ἀσυνάπτων. τῶν δὲ ἁπλοῦν σῶμα εἰρηκότων τὴν ψυχὴν εἶναι οἱ μὲν εἰρήκασιν αἰθέριον εἶναι σῶμα, ταὐτὸν δέ ἐστιν εἰπεῖν οὐράνιον, ὥσπερ Ἡρακλείδης ὁ Ποντικός, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος, ἐπειδὴ καὶ πῦρ ἔλεγεν εἶναι τὴν ἀρχὴν τῶν ὄντων· οὕτως οὖν καὶ τὴν ψυχὴν πυρίαν εἶναι διὰ τὸ εὐκίνητον· οἱ δὲ ἀερίαν, ὡς Ἀναξιμένης καί τινες τῶν Στωικῶν, οἱ δὲ ἐξ ὕδατος, ὡς Θαλῆς καὶ Ἵππων ὁ ἐπίκλην ἄθεος· ἐπειδὴ γὰρ τὴν γονὴν ἑώρων ἐξ ὑγρᾶς οὖσαν οὐσίας, διὰ τοῦτο καὶ ὕδωρ τὴν ἀρχὴν τῶν ὄντων ἐνόμισαν. γῆν δὲ οὐδεὶς αὐτὴν ἐτόλμησεν εἰπεῖν διὰ τὸ βαρὺ καὶ ἀκίνητον τῆς γῆς. οὗτοι μὲν οὖν οἱ ἁπλοῦν σῶμα εἰρηκότες, ἐπειδὴ καὶ ταῦτα μόνα τὰ πέντε ἐστὶν ἁπλᾶ σώματα, οἵτινες καὶ μόνοι τῶν σῶμα λεγόντων ἀθάνατον δύνανται λέγειν. τῶν δὲ σύνθετον σῶμα ὑπειληφότων οἱ μὲν ἐξ ἀσυνάπτων στοιχείων, ὡς Δημόκριτος καὶ Λεύκιππος καὶ ἁπλῶς οἱ τὰ ἄτομα εἰσάγοντες· ἔλεγον μὲν γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἄτομα καὶ τὸ κενόν· εἶναι οὖν τὴν ψυχὴν ἐκ σφαιρικῶν ἀτόμων διὰ τὸ εὐκίνητον· οἱ δὲ ἐκ συνημμένων, ὡς Κριτίας ὁ εἷς τῶν τριάκοντα· αἷμα γὰρ ἔλεγεν εἶναι τὴν ψυχήν· “αἷμα γάρ”, φησίν, “ἀνθρώποις περικάρδιόν ἐστι νόημα”. τῶν δὲ ἀσώματον δοξασάντων οἱ μὲν χωριστὴν τῶν σωμάτων, οἱ δὲ ἀχώριστον. καὶ τῶν ἀχώριστον λεγόντων οἱ μὲν ἔλεγον τὸν λόγον εἶναι τῆς κράσεως, οἷον ὅτι, ἐὰν διπλάσιον πῦρ μιχθῇ τῷ ὕδατι ἢ ἡμιόλιον ἤ τι τοιοῦτον, ποιεῖ τὴν ψυχήν· ὁ γὰρ διπλάσιος τυχὸν ἢ ἡμιόλιος λόγος οὗτός ἐστιν ἡ ψυχή· οἱ δὲ αὐτὴν τὴν κρᾶσιν, οἱ δὲ ἐντελέχειαν· ἐντελέχεια δέ ἐστιν ἡ τελειότης καὶ τὸ εἶδος τοῦ ὑποκειμένου. διαφέρει δὲ ὁ λόγος τῆς κράσεως·3 ὁ μὲν γὰρ λόγος ἐν αὐτῇ τῇ ποσότητι θεωρεῖται, ἐν τῷ ἡμιολίῳ ἢ ἐν τῷ διπλασίῳ ἢ ἄλλῳ τινί, καὶ ἁπλῶς ἡ κατὰ τὸ ποσὸν ὡρισμένη σχέσις τοῦδε πρὸς τόδε τοῦτ’ ἔστιν ὁ λόγος τῶν κεκραμένων· ἡ δὲ κρᾶσις ποιότης ἐστὶν ἡ ἀποτελουμένη ἐκ τῆς μίξεως τῶν ποιοτήτων, οἷον ἐκ τοῦ θερμοῦ καὶ ψυχροῦ γέγονε κρᾶσίς τις τὸ χλιαρὸν ἢ ἐκ τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιόν.
当理性侍奉欲望时,我说这一活动并没有属于自身的固有目的,因为这种活动对它而言是反自然的,而反自然的事物并不着眼于任何目的。因为正如仆从一样,它所备办的不是自己的目的,而是欲望的目的——快乐。谁也不要提出那个外行人的疑难:“那么怎样呢?我们有三个灵魂,并且受三个灵魂统治吗?”因为我说,正如灵魂与这具身体合一之后看似造成了某件单一的事物,然而在真理上并非单一之物,同样地,它与非理性灵魂及植物性灵魂相联结,由于这种连接而构成了一种连续的同一体(因为非理性灵魂直接系于理性灵魂,植物性灵魂系于非理性灵魂),由于由这种联结所产生的共感,以及由于理性将其他能力用作工具这一事实,我们说[灵魂]是单一的。在这些能力中,我是指非理性的和植物性的能力,有的与理性灵魂更亲近,有的则较疏远:非理性能力更亲近,是因为它们天生便听从理性;因此我们通过叱责欲望使它们变得更为温顺:“他捶打胸口,以言词训诫心脏”,又如“忍耐吧,心脏;你曾经忍受过另一件更不知羞耻的事”,“要使你自己习惯于克制愤怒、快乐与悲伤”,以及诸如此类的教谕。而且何必单谈我们自身之内呢?许多野兽也通过理性而变得更加温驯。然而植物性能力由于不听从理性,距离理性灵魂更遥远;因为不可能命令营养能力滋养到一定分量为止,或者命令增殖能力去增殖。生殖能力也同样如此;因此我们常常在不合意愿的情况下遗精;即使我们使生殖能力变得更为节制,显然我们并不是单单克制该能力本身,而是抑制了欲望;因为该能力即便不在活动,也同样完好地保留着。这些便是灵魂的诸能力:理性的、非理性的以及植物性的。概括而言,关于灵魂,有人说它是非物体的,有人说它是物体;在主张物体的人中,有人说是简单物体,有人说是复合物体;在主张复合物体的人中,有人说是来自连续的物体,有人说是来自离散的物体。在主张灵魂是简单物体的人中,有人说是以太质的物体,也就是天体质的,如蓬托斯的赫拉克利德;有人说是火,如赫拉克利特,因为他也曾说火是存在者的本原;因此由于其易于运动,灵魂也是火性的;有人说是气性的,如阿那克西美尼和某些斯多亚派;有人说来自水,如泰勒斯和被冠以无神论者称号的希彭;因为他们看到精气出于湿润的实体,因此也认为水是存在者的本原。但由于大地的沉重与不动,没有任何人敢说灵魂是土。因为唯独这五者是简单物体,所以这些人便是主张简单物体的人,在主张物体的人中也唯有他们能够说灵魂是不死的。在假定灵魂是复合物体的人中,有人主张来自离散的元素,如德谟克利特、留基伯以及一般而言引入原子的人;因为他们说存在者的本原是原子与虚空;因此由于易于运动,灵魂由球形原子构成;另有人主张来自连续的物体,如三十人僭主之一的克里提阿;因为他说灵魂是血液;正如他所说:“环绕心脏的血液乃是人类的思想”。在认为灵魂是非物体的人中,有人主张它与物体可分离,有人主张不可分离。在主张不可分离的人中,有人说是调和的比例,例如若将两倍的火与水混合,或一倍半的火,或诸如此类的量,便产生灵魂;因为譬如两倍或一倍半的这一比例便是灵魂;另有人说是调和本身;还有人说是隐德来希;而隐德来希乃是基质的完全态与形式。然而比例与调和不同;因为比例是在数量本身中被考察的,在一倍半、两倍或某种其他比例中,总之按照数量确定的这一者对那一者的关系,这便是被调和诸物的比例;而调和则是从诸性质的混合中产生出的性质,例如由热与冷生成温这样一种调和,或者由白与黑生成灰色。
- 1.0τοῦ δὲ λόγου
句首的属格 τοῦ δὲ λόγου 起到话题/关联属格的作用(“至于理性”),在主要否定句(οὐ λέγω ἴδιόν τι ταύτης τῆς ἐνεργείας τέλος εἶναι)之前先行引出论题;亦可视为领属属格,指涉该活动所归属的理性的固有目的。
- 1.0μίαν φαμέν
在 μίαν 之后,承接上文的语境(τρεῖς ψυχὰς ἔχομεν)补充了阴性名词 ψυχήν,作为宾格补足语,意为“我们说[灵魂]是单一的”。
- 1.0διαφέρει δὲ ὁ λόγος τῆς κράσεως
τῆς κράσεως 并非修饰名词 ὁ λόγος 的属格(“调和的比例”),而是动词 διαφέρει 所要求的“分离/比较属格”(“比例与调和不同”)。下文关于比例属于数量而调和属于性质的辨析证实了这一句法关系。
