← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§88.9-89.22

阿尔克迈翁与希彭的学说及对克里底亚的驳斥

菲洛波诺斯讨论了根据天体的恒动性主张灵魂不朽的阿尔克迈翁,以及根据种子的湿性主张灵魂是水的希彭;接着他引用关于神经的医学理论以及无血动物具有感知能力的事实,反驳了克里底亚将灵魂等同于血液的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ἔοικεν ὑπολαβεῖν περὶ ψυχῆς." Καὶ οὗτος Πυθαγόρειος ὢν εἰς τὸ κινητικώτατον τῆς ψυχῆς ἀποβλέψας ἐκ τοῦ οὐρανίου σώματος αὐτὴν ἔλεγεν εἶναι καὶ διὰ τοῦτο ἀθάνατον (ἀεικίνητον γὰρ ὥσπερ κἀκεῖνα), αὐτόθεν συλλαμβάνων ὅτι τὰ οὐράνια ἀθάνατα. ὅθεν οὖν οὗτος τὸ γνωστικὸν ἐδίδου τῇ ψυχῇ, εἰ μὲν καὶ ἄλλας αἰτίας τινὰς ἀπεδίδου τῆς γνώσεως αὐτῆς, οὐκ ἐμὸν λέγειν·1 οὔτε γὰρ τὰ συγγράμματα τῶν ἀνδρῶν τούτων πρόχειρα ἡμῖν εἰσιν οὔτε ὁ Ἀριστοτέλης πλέον τι τούτων ἱστόρησε. λέγω οὖν ὅτι οὐ πάντως πάντες καὶ τῆς κινήσεως καὶ τῆς γνώσεως αὐτῆς λόγον δεδώκασιν, ἀλλ’ οἱ μὲν ἀμφοτέρων, οἱ δὲ τοῦ ἑτέρου· ὥστε οὐ δεῖ ἡμᾶς ἐπὶ πάντων ἀμφότερα ζητεῖν.

“与这些人相仿,阿尔克迈翁似乎也对灵魂作了设想。” 此人也是毕达哥拉斯学派的成员,着眼于灵魂最具动能的方面,声称灵魂由天体构成,并因此是不朽的(因为它像那些天体一样是恒动的),直接领悟到天界的事物是不朽的。因此,此人从何处赋予灵魂以认识能力,就算他确实曾将认识归结为其他某些原因,这也不是我能评述的;因为这些人的著作我们手头既没有,亚里士多德记录的也不多于这些。所以我的意思是,绝非所有人都对灵魂的运动和认识两者都作出了说明,而是有些人对两者作了说明,有些人则只对其中之一作了说明;因此我们不必对所有人要求这两者。

§1.85

"Τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς ἀπεφήναντο, καθάπερ Ἵππων." Οὗτος ἄθεος ἐπεκέκλητο δι’ αὐτὸ τοῦτο, ὅτι τὴν τῶν πάντων αἰτίαν οὐδενὶ ἄλλῳ ἢ τῷ ὕδατι ἀπεδίδου. φορτικὴν δ’ εἶπε τὴν δόξαν ταύτην μάλιστα μὲν ὡς ὄχλον μόνον παρέχουσαν τοῖς ἀκροαταῖς, ἔπειτα ὡς ὑλωδεστέραν καὶ κάτω ἐν τῇ ὕλῃ τὴν ψυχὴν κατάγουσαν, καὶ ὅτι οὔτε εὐκίνητον2 οὔτε κινητικὸν ὁμοίως τὸ ὕδωρ καὶ παθητικὸν μᾶλλον ἢ ποιητικόν (τὸ γὰρ ὑγρὸν ἐν ᾧ τὸ ὕδωρ ἔχει τὸ εἶναι παθητικόν), τῇ δὲ ψυχῇ τὸ ποιεῖν μᾶλλον ἢ τὸ πάσχειν προσήκει. ἐνόμισε δέ, φησίν, οὗτος τὴν ψυχὴν ὕδωρ εἶναι διὰ τὸ τὴν γονὴν πάντων ὑγρὰν εἶναι· καὶ γὰρ τῶν καρπῶν τὰ σπέρματα ὑγρὰ πρῶτον γίνεται. καὶ ἀντέλεγε, φησί, τοῖς αἷμα λέγουσιν εἶναι τὴν ψυχὴν λέγων ὅτι ἡ γονή, ἐξ ἧς τὸ εἶναι καὶ τὸ ζῆν τοῖς ἐμψύχοις, ὕδωρ ἐστὶ καὶ οὐχ αἷμα. καίτοι εἰ ἁπλῶς τὸ ὑγρὸν ψυχὴ ἦν, ἔδει πᾶν ὑγρὸν ψυχὴν εἶναι. καὶ ἡ γονὴ δὲ οὐχ ᾗ ὑγρὸν ἔμψυχόν ἐστιν· ἀμέλει ἐὰν διαπνευσθῇ, ὑγρὸν μὲν ἔτι ἔσται, ἄζων δὲ καὶ νεκρόν. καὶ οὐ τοῦτο μόνον· καὶ γὰρ πολλὰ ὑγρὰ ἔχοντα ἔμφυτον θερμότητα οὐκ ἤδη καὶ ἔμψυχά ἐστιν, ἀλλὰ δεῖ καὶ τῶν φυσικῶν λόγων. πρώτην δὲ ψυχὴν λέγει τὴν γονὴν οἱονεὶ σπέρμα ψυχῆς καὶ ἀρχὴν ψυχῆς· ὡς γὰρ ἀρχή ἐστι τοῦ ἀνθρωπείου σώματος, οὕτω κατ’ ἐκεῖνον ψυχῆς ἐστιν ἀρχή.

“然而在更粗野的人中,有些人甚至宣称水[是灵魂],正如希彭。” 此人之所以被称为无神论者,正是因为这一原因:他将万物的原因归于水而不是任何其他事物。但他之所以称这一意见为粗野,首先是因为它仅仅给听众带来厌烦,其次是因为它更加偏向质料,并将灵魂向下拖入质料之中,还因为水既不是同样易动的,也不是施动性的,而是被动的而非主动的(因为水在其中具有其存在的湿是被动的);而对于灵魂而言,主动而不是受动才是适宜的。他说,此人认为灵魂是水,是因为万物的种子都是湿的;事实上,果实的种子起初也是湿的。他说,此人还反驳那些声称灵魂是血的人,声称有灵魂者的存在与生命所由来的种子是水而不是血。然而,如果单纯的湿就是灵魂,那么一切湿物就都应当是灵魂。况且种子也不是因其为湿才是有灵魂的;显而易见,如果散失了〔气息〕,它虽然依然是湿的,却是无生命的、死的。不仅如此;因为许多具有先天热的湿物并不会因此就立刻是有灵魂的,而是还需要自然的形式规定。他把种子称为第一灵魂,视其为灵魂的种子和灵魂的本原;因为正如它是人体的本原一样,依他之见,它也就是灵魂的本原。

§1.86

"Ἕτεροι δ’ αἷμα, καθάπερ καὶ Κριτίας, τὸ αἰσθάνεσθαι ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες." Κριτίαν εἴτε τὸν ἕνα τῶν τριάκοντα, ὃς καὶ Σωκράτους ἠκροάσατο, ἢ καὶ ἄλλον τινὰ λέγει, οὐδὲν διαφερόμεθα. φασὶ δὲ καὶ ἄλλον Κριτίαν γεγονέναι σοφιστήν, οὗ καὶ τὰ φερόμενα συγγράμματα εἶναι, ὡς Ἀλέξανδρος λέγει· τὸν γὰρ τῶν τριάκοντα μηδὲ γεγραφέναι ἄλλο τι, πλὴν πολιτείας ἐμμέτρους. οὗτος οὖν τὴν ψυχὴν ἔλεγεν αἷμα εἶναι· “αἷμα γάρ”, φησίν, “ἀνθρώποις περικάρδιόν ἐστι νόημα”· τοῦτο δὲ ἐπειδὴ τὴν ψυχὴν τῷ αἰσθάνεσθαι ἐχαρακτήριζεν, ἀναίσθητα δὲ τὰ ἄναιμα τῶν μορίων, τρίχες, ὀστᾶ, ὄνυχες καὶ τὰ τοιαῦτα· ὥστε τῆς αἰσθήσεως αἴτιον τὸ αἷμα. ἡ δὲ αἴσθησις ψυχῆς ἴδιον· οὐκοῦν τὸ αἷμα ψυχή, καὶ τοῦ ἰατρικοῦ λόγου δεικνύντος τὰ νεῦρα ἢ μόνα ἢ μάλιστα αἰσθητικά,3 καὶ ταῦτα οὐ πάντα ἀλλὰ τινά. ἔτι δὲ εἰ τὸ αἷμα ψυχή, τὰ ἄναιμα ἄρα τῶν ζῴων ἄψυχα· ἄναιμα δὲ πάντα τὰ ἔντομα, μυῖαι, μύρμηκες καὶ εἴ τι ὅμοιον, ἅπερ ὅτι καὶ αἰσθήσεως μετέχει προφανές. οὔτε τοῦ αἰσθάνεσθαι ἄρα αἴτιον τὸ αἷμα καὶ διὰ τοῦτο οὔτε ψυχὴ τὸ αἷμα, εἴ γε καὶ τὰ ἄναιμα τῶν ζῴων καὶ ἔμψυχα καὶ αἰσθητικά.

“其他人则宣称血[是灵魂],正如克里底亚,他们设想感知对于灵魂是最固有的。” 他说的克里底亚是指听过苏格拉底讲学的三十僭主之一,还是指某个其他人,我们毫无异议。因为正如亚历山大所说,他们称还有另一位作为智者的克里底亚,流传下来的著作便属于那个人;因为三十僭主中的克里底亚除了韵文体城邦政制之外根本没有写过任何其他东西。因此,此人声称灵魂是血;因为他说,“对于人而言,血就是环绕心脏的思想”;而这是因为他用感知来规定灵魂,但没有血的各部分,如毛发、骨骼、指甲等等,都是无感觉的;所以血是感觉的原因。而感觉是灵魂所固有的;因此血就是灵魂——尽管医学理论表明神经要么是唯一的、要么是主要的感知部分,而且这还不是全部神经而是其中的某些神经。此外,如果血是灵魂,那么动物中无血的动物也就是无灵魂的了;但是所有的昆虫都是无血的,如苍蝇、蚂蚁以及任何类似的生物,而它们显然也分有感觉。因此,血绝不是感知的原因,并且因此血也不是灵魂,既然无血的动物既是有灵魂的又是有感觉的。

语法注3 条
  1. 1.84ὅθεν οὖν οὗτος τὸ γνωστικὸν ἐδίδου τῇ ψυχῇ, εἰ μὲν καὶ ἄλλας αἰτίας τινὰς ἀπεδίδου τῆς γνώσεως αὐτῆς, οὐκ ἐμὸν λέγειν

    此处为一个破格或倒置结构:间接疑问从句 ὅθεν... ἐδίδου 被置于句首,后接插入性的条件从句(εἰ μέν...),并最终由主句 οὐκ ἐμὸν [ἐστι] λέγειν 所统辖。间接疑问从句在句法逻辑上充当不定式 λέγειν 的宾语从句前置。

  2. 1.85φορτικὴν δ’ εἶπε τὴν δόξαν ταύτην μάλιστα μὲν ὡς ὄχλον μόνον παρέχουσαν τοῖς ἀκροαταῖς, ἔπειτα ὡς ὑλωδεστέραν καὶ κάτω ἐν τῇ ὕλῃ τὴν ψυχὴν κατάγουσαν, καὶ ὅτι οὔτε εὐκίνητον

    此处注疏者并列解释亚里士多德称该学说为“粗野”(φορτική)的原因。由 ὡς 引导的分词结构(ὡς... παρέχουσαν, ὡς... κατάγουσαν)与由 ὅτι 引导的陈述原因从句(καὶ ὅτι οὔτε εὐκίνητον...)通过连词 καὶ 形成等位连接,在句式上由分词原因过渡到了定式动词原因从句。

  3. 1.86καὶ τοῦ ἰατρικοῦ λόγου δεικνύντος τὰ νεῦρα ἢ μόνα ἢ μάλιστα αἰσθητικά

    属格独立结构(τοῦ ἰατρικοῦ λόγου δεικνύντος...)。在上下文中具有让步或转折的意味(“尽管医学理论表明……”),用作注疏者反驳克里底亚将血归结为感觉与灵魂之三段论推理的立论依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:88.9-89.22