← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§87.1-88.8

将灵魂视作气与蒸气的观点及对流变说的批判

菲洛波庞从构成精微以及动能和认知本原的角度,解释了阿波罗尼亚的狄奥革尼、阿那克西美尼和赫拉克利特为何分别将气与干燥散发物设定为灵魂的本原;在调整了405a27的倒装语序后,反驳了排除静止的万物流变说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81

" Διογένης δ’ ὥσπερ καὶ ἕτεροί τινες ἀέρα." Διογένης ὁ Ἀπολλωνιάτης καὶ Ἀναξιμένης ἀρχὴν τῶν ὄντων τὸν ἀέρα λέγοντες, ἐκ τούτου καὶ τὴν ψυχὴν ἔλεγον, καὶ γινώσκειν μὲν πάντα τὴν ψυχὴν ὡς ἔχουσαν τὴν τῶν πάντων ἀρχήν, κινητικωτάτην δὲ εἶναι διὰ λεπτομέρειαν. εἴρηται γὰρ ὅτι δεῖ τὸ κινοῦν λεπτομερέστατον εἶναι, ὥστε διαδύνειν δι’ ὅλου τοῦ κινουμένου, ἵνα καὶ ὅλον κινῇ· λεπτομερὴς δὲ ὁ ἀήρ.

“然而狄奥革尼,正如其他某些人一样,[设想]气[为灵魂]。” 阿波罗尼亚的狄奥革尼与阿那克西美尼主张气是存在者的本原,声称灵魂也由气构成,并声称灵魂认识一切事物是因为它拥有万物的本原,但它最具有动能是因为它的精微。因为已经说过,施加运动者必须是构成最精微的,以便穿透被运动者的整体,从而也能运动其整体;而气是构成精微的。

§1.82

"Καὶ Ἡράκλειτος δὲ τὴν ἀρχὴν εἶναί φησι ψυχήν, εἴπερ τὴν ἀναθυμίασιν, ἐξ ἧς τὰ ἄλλα συνίστησι." Εἴρηται πολλάκις ὅτι ἀρχὴν ἔλεγεν εἶναι τῶν ὄντων οὗτος τὸ πῦρ, πῦρ δὲ οὐ τὴν φλόγα· ὡς γὰρ Ἀριστοτέλης φησίν, ἡ φλὸξ ὑπερβολή ἐστι πυρός· ἀλλὰ πῦρ ἔλεγε τὴν ξηρὰν ἀναθυμίασιν· ἐκ ταύτης οὖν εἶναι καὶ τὴν ψυχὴν ὡς εὐκινήτου καὶ λεπτομερεστάτης.1 ἐπεὶ γὰρ τὰ ὄντα ἐν συνεχεῖ κινήσει ἔλεγεν εἶναι καὶ ἀνῄρει τὴν στάσιν ἐκ τῶν ὄντων, ὥσπερ καὶ Πρωταγόρας καὶ ἄλλοι πολλοί, τὸ δὲ γινώσκειν καὶ τὸ κινεῖν ἴδιον ψυχῆς ἔλεγεν εἶναι, διὰ τοῦτο ἐκ τῆς ἀναθυμιάσεως αὐτὴν ἔλεγεν· τῶν γὰρ πραγμάτων ἐν κινήσει ὄντων δεῖν καὶ τὸ γινῶσκον τὰ πράγματα ἐν κινήσει εἶναι, ἵνα συμπαραθέον αὐτοῖς ἐφάπτηται καὶ ἐφαρμόζῃ αὐτοῖς· τὸ γὰρ ἑστὸς πῶς ἂν γνοίη τὸ κινούμενον; ὅθεν τὴν μὲν γνῶσιν τῆς ψυχῆς ἐδίδου τῷ τε ἐκ τῆς ἀρχῆς εἶναι2 τῶν πάντων, λέγω δὲ τῆς ἀναθυμιάσεως, καὶ τῷ ἐκ τοῦ κινητικωτάτου εἶναι· κινουμένῳ γὰρ τὸ κινούμενον γινώσκεσθαι· κινεῖν δὲ αὐτὴν ἔλεγε διὰ τὴν λεπτομέρειαν τῆς ἀναθυμιάσεως καὶ τὸ ὡς ἐν σώμασιν ἀσώματον. δεῖ γὰρ τὸ κινῆσον, ὡς εἴπομεν πολλάκις, λεπτομερὲς εἶναι, ἵνα διαδύνῃ δι’ ὅλου τοῦ κινουμένου· λεπτομερὴς δὲ ἡ ἀναθυμίασις καὶ ἀεικίνητος καὶ τῆς ἄλλης κινήσεως αἰτία, διὸ καὶ τοὺς σεισμοὺς ἐκ ταύτης ὁ Ἀριστοτέλης ἔδειξε γενέσθαι καὶ τὰς ἄλλας κινήσεις.

“而赫拉克利特也声称本原是灵魂,如果[本原]确实是散发物的话,其他事物即由这种散发物构成。” 屡次说过,此人声称火是存在者的本原,但这火并非指火焰;因为正如亚里士多德所说,火焰是火的过度;相反,他把干燥的散发物称为火。因此,灵魂也由此构成,因为它是易动的且构成最为精微。因为他既然正如普罗泰戈拉和许多其他人一样,主张存在者处于连续的运动之中,并将静止从存在者中排除,却又声称认识与施加运动是灵魂所特有的,因此他声称灵魂由散发物构成;因为既然事物处于运动之中,认识事物者也必须处于运动之中,以便通过与事物同行奔跑而触及它们并适应它们;因为处于静止者怎能认识处于运动者呢?由此,他把灵魂的认识一方面归于它来自万物的本原(我是指散发物),另一方面归于它来自最具有动能者;因为处于运动者被处于运动者所认识;但他声称灵魂施加运动是由于散发物的精微,以及就物体而言它是无形体的。因为施加运动者正如我们屡次说过的那样,必须是精微的,以便穿透被运动者的整体;而散发物是精微的、恒动的,且是其他运动的原因,所以亚里士多德也表明地震和其他运动都是由此产生的。

§1.83

"Τὸ δὲ κινούμενον κινουμένῳ γινώσκεσθαι· ἐν κινήσει δὲ εἶναι τὰ ὄντα κἀκεῖνος ᾤετο καὶ οἱ πολλοί." Δεῖ ὑπερβιβάσαι τὴν λέξιν, ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, οὕτως·3 ἐν κινήσει δὲ εἶναι τὰ ὄντα κἀκεῖνος ᾤετο καὶ οἱ πολλοί, τὸ δὲ κινούμενον κινουμένῳ γινώσκεσθαι. ἐπεὶ γὰρ ἐν κινήσει τὰ ὄντα ὑπελάμβανον εἶναι, διὰ τοῦτο ἐκ τοῦ κινητικωτάτου τὴν ψυχὴν ἔλεγον· δεῖ γὰρ τὸ κινούμενον κινουμένῳ γινώσκεσθαι· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον. ὅτι δ’ οὐκ ἀνῄρηται ἐκ τῶν ὄντων ἡ στάσις, 〈ὡς〉 οὗτοι ὑπελάμβανον, δείκνυσι καὶ ἐν τῷ Θεαιτήτῳ καὶ πολλαχοῦ ὁ Πλάτων καὶ ὁ Ἀριστοτέλης καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τοῖς Μετὰ τὰ φυσικά. εἰ γὰρ μὴ εἴη, φασί, στάσις ἐν τῷ παντί, ἀδύνατον ἀεὶ κίνησιν εἶναι· αὐτὸ γὰρ τοῦτο τὸ ἀεὶ κινεῖσθαι μονή τίς ἐστι καὶ στάσις· εἰ δὲ ἀναιρεθείη ἡ στάσις, συναναιρεθήσεται καὶ ἡ κίνησις· εἰ γὰρ μὴ στάσιν σχοίη ἐν τῇ κινήσει τὸ κινούμενον, οὐ κινηθήσεται δηλονότι.

“而处于运动者被处于运动者所认识;并且存在者处于运动之中,那个人和大众都这样认为。” 必须把语序倒置,以便所说的话变得更为明了,即如下这样:“并且存在者处于运动之中,那个人和大众都这样认为;而处于运动者被处于运动者所认识。”因为既然他们设想存在者处于运动之中,因此他们声称灵魂由最具有动能者构成;因为处于运动者必须被处于运动者所认识;因为同类被同类所认识。然而静止并没有像这些人所设想的那样从存在者中被排除,这不仅柏拉图在《泰阿泰德篇》和许多地方表明了,亚里士多德在《论天》和《形而上学》中也表明了。因为他们说,如果全宇宙中没有静止,就不可能始终有运动;因为“始终被运动”本身就是一种停留和静止;如果静止被排除,运动也将随之被排除;因为如果处于运动者在运动中不保持静止,显而易见它就不会被运动。

语法注3 条
  1. 1.82ἐκ ταύτης οὖν εἶναι καὶ τὴν ψυχὴν ὡς εὐκινήτου καὶ λεπτομερεστάτης

    ὡς εὐκινήτου καὶ λεπτομερεστάτης 作为表原因或理由的属格(伴随分词 οὔσης 的省略),与前述阴性代词 ταύτης(指干燥的散发物 ἀναθυμιάσεως)在性数格上保持一致。

  2. 1.82τῷ τε ἐκ τῆς ἀρχῆς εἶναι τῶν πάντων, λέγω δὲ τῆς ἀναθυμιάσεως, καὶ τῷ ἐκ τοῦ κινητικωτάτου εἶναι

    两个带冠词不定式短语(τῷ τε ἐκ τῆς ἀρχῆς εἶναι ... καὶ τῷ ἐκ τοῦ κινητικωτάτου εἶναι)构成并列的因由或根据与格,充当动词 ἐδίδου 所归属的对象(“归于……这一事实”)。

  3. 1.83Δεῖ ὑπερβιβάσαι τὴν λέξιν, ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, οὕτως

    ὑπερβιβάσαι 是修辞学和文献学用语,意为“倒装整序”或“调换语序”。亚里士多德在405a27的原文中先提到了“处于运动者被处于运动者所认识”,但注解者指出在逻辑上后半句(“存在者处于运动之中”)乃是前提,应将其提前阅读以理顺文意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:87.1-88.8