- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:85.17-86.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了阿那克萨哥拉一方面区分理智与灵魂、另一方面又将二者等同的双重视角,继而探讨了泰勒斯虽称磁石有灵魂并将动能归于灵魂,亚里士多德却未将其明确记载为以水构成灵魂的原因。
" Ἀναξαγόρας δὲ ἕτερον μὲν ἔοικε λέγειν ψυχήν τε καὶ νοῦν, ὥσπερ εἴπομεν καὶ πρότερον, χρῆσθαι δ’ ἀμφοῖν ὡς μιᾷ φύσει." Ἧι μὲν γὰρ ἔλεγεν1 ὅτι ὁ νοῦς αἴτιός ἐστι τοῦ ὀρθοῦ τε καὶ καλοῦ, ὡς δὴ ἄλλου τινὸς αἰτίου ὄντος τῶν μὴ τοιούτων, ἥτις ἐστὶ τῷ ὄντι ἡ ψυχή, δοκεῖ διακρίνειν τὸν νοῦν τῆς ψυχῆς. ἡ μὲν γὰρ ψυχὴ ἅτε ἐκ συλλογισμῶν γινώσκουσα τὴν τῶν πραγμάτων φύσιν οἵα τέ ἐστι καὶ ἁμαρτάνειν, ὅταν ἐν ταῖς προτάσεσι τὸ μὴ ὂν ὡς ὂν λάβῃ· ὁ μέντοι νοῦς ἁπλαῖς ἐπιβολαῖς τοῖς πράγμασιν ἐπιβάλλων, ὡς αὐτός φησιν, ἢ ἔγνω ἢ οὐκ ἔγνω, καὶ διὰ τοῦτο ἀναμάρτητος· εἰ γὰρ ἁμαρτάνοι, συμβήσεται ἀνόητον εἶναι τὸν νοῦν, ὅπερ ἄλογον. διὰ μὲν οὖν τούτων διακρίνειν δοκεῖ ὁ Ἀναξαγόρας τὸν νοῦν τῆς ψυχῆς· ἐν οἷς δὲ πάλιν ἔλεγεν ὅτι τὸ πᾶν ἐκίνησε νοῦς, καὶ ὅτι ἐν πᾶσιν ὁρᾶται τοῖς ζῴοις καὶ μικροῖς καὶ μεγάλοις καὶ τιμίοις καὶ ἀτιμοτέροις, τὸν αὐτὸν ἔλεγε τῇ ψυχῇ τὸν νοῦν. ψυχῆς γὰρ τὸ κινεῖν καὶ τὸ ἐν πᾶσιν ὁρᾶσθαι τοῖς ζῴοις, οὐ μέντοι νοῦ. πλὴν ἀρχήν γε τὸν νοῦν τίθεται μάλιστα πάντων. εἰ γὰρ καὶ ὀνομάζει νοῦν Δημόκριτος, ἀλλ’ οὖν οὐκ ἐν ἀρχῆς λόγῳ αὐτὸν ἀποτίθεται· ὁ μέντοι Ἀναξαγόρας μάλιστα ἀρχὴν εἶναί φησι τὸν νοῦν ὡς ποιητικὴν δηλονότι. καὶ ἐπαινεῖ γε αὐτὸν κατὰ τοῦτο καὶ ὅτι ἁπλοῦν καὶ ἀμιγῆ σώματος αὐτὸν ὑποτίθεται καὶ οὐχ ὥσπερ τὰς ὁμοιομερείας λέγει μεμῖχθαι πάσας ἐν πᾶσιν, οὕτω καὶ τὸν νοῦν, ἀλλ’ ἀμιγῆ καὶ καθαρὸν καὶ ἁπλοῦν φησιν αὐτὸν εἶναι. ὅθεν καὶ ὁ Ἀριστοτέλης τὰ αὐτὰ καὶ αὐτὸς περὶ τοῦ νοῦ ἀποφαίνεται, καὶ ὅπερ ἐπηγγείλατο τοῦτο καὶ ποιεῖ, λέγω δὴ τὰ καλῶς εἰρημένα λαμβάνων. φησὶ γοῦν περὶ αὐτοῦ ἀποδίδωσι δὲ ἄμφω τῇ αὐτῇ ἀρχῇ, τό τε γινώσκειν καὶ τὸ κινεῖν, λέγων νοῦν κινῆσαι τὸ πᾶν· διὰ γὰρ τοῦ εἰπεῖν νοῦν τὴν γνωστικὴν τῇ ἀρχῇ ταύτῃ ἀποδέδωκε δύναμιν, τὴν αὐτὴν δὲ σαφῶς καὶ κινῆσαι τὸ πᾶν φησιν.
“然而阿那克萨哥拉,正如我们先前也说过的,似乎将灵魂与理智说成是不同的,却把两者当作单一的本性来使用。” 因为一方面,在他声称理智是正直与美好的原因的限度内——仿佛那些并非如此的事物的原因是某种别的东西,而这在真实中就是灵魂——,他似乎把理智与灵魂区分了开来。因为灵魂既然通过推论来认识事物的本性,当它在前提中把非存在当作存在来接受时,它也是可能犯错的;然而理智正如他自己所言,通过单纯的直观投向事物,要么认识,要么不认识,因此是不会犯错的;因为如果它犯错,结果就会是理智缺乏理智,这是荒谬的。因此,通过这些言明,阿那克萨哥拉似乎把理智与灵魂区分了开来;但另一方面,在他又说理智运动了全宇宙,并且理智见于所有动物之中、无论大小贵贱的那些段落中,他又把理智说成是与灵魂相同的。因为施加运动以及见于一切动物之中乃是灵魂的特征,而不是理智的特征。不过,他最把理智确立为第一本原。因为即便德谟克利特也提到了理智,但他毕竟没有把它置于本原的地位;然而阿那克萨哥拉最明确地主张理智是本原,显而易见是作为动因。亚里士多德也正是在这一点上赞赏他,并且因为他假定理智是单纯且不与身体混合的,而不是像他说所有同质部分都混在一切事物中那样来谈论理智,而是声称它是未混合的、纯净的和单纯的。由此亚里士多德自己关于理智也表明了相同的见解,并且践行了他所承诺的事情,我是指采纳那些被恰当表述的事物。无论如何,亚里士多德关于他这样说道:“然而他把认识与施加运动这两者都赋予同一个本原,声称理智运动了全宇宙”;因为通过说出“理智”,他把认知能力赋予了这个本原,并且清楚地说也是这个相同的本原运动了全宇宙。
"Ἔοικε δὲ καὶ Θαλῆς ἐξ ὧν ἀπομνημονεύουσι κινητικόν τι τὴν ψυχὴν ὑπολαβεῖν." Δοκεῖ μὴ προσφυῶς τῆς Θαλοῦ δόξης μεμνῆσθαι· προκειμένου γὰρ τοῦ δεῖξαι ὅτι οἱ ἀποβλέψαντες εἰς τὸ γνωστικὸν τῆς ψυχῆς ἐκ τῶν ἀρχῶν ἐξ ὧν τὰ πράγματα ὑπετίθεντο εἶναι καὶ αὐτήν φασι,2 διότι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γινώσκεται, ἱστορῶν τὴν περὶ Θαλοῦ δόξαν οὐδὲν εἶπε τοιοῦτον οἷον ἐπὶ τῶν ἄλλων, ἀλλ’ ὅτι τὴν λίθον τὴν ἕλκουσαν τὸν σίδηρον ἔμψυχον ἔλεγε τῆς ψυχῆς ἰδίαν λέγων τὴν κίνησιν. ἀλλὰ καὶ τῶν εἰς τὸ κινητικὸν ἀπιδόντων ἱστορῶν τὰς δόξας, ἕκαστον ἔλεγε τὸ κινητικώτατον αὐτῷ δόξαν τοῦτο τῆς ψυχῆς εἰπεῖν στοιχεῖον, Δημόκριτον μὲν τὰς σφαιρικὰς ἀτόμους, τοὺς δὲ Πυθαγορείους τὰ ἐν τῷ ἀέρι ξύσματα, ἄλλον τὸ πῦρ, ἄλλον τὸν ἀέρα· ἐπὶ μέντοι τῆς τοῦ Θαλοῦ δόξης ἀρχὴν τῶν ὄντων τὸ ὕδωρ τιθεμένου οὐδὲν τοιοῦτόν φησιν. οὐ γὰρ εἶπε φέρ’ εἰπεῖν ὅτι Θαλῆς τὸ ὕδωρ ψυχὴν τίθεται καὶ διὰ τοῦτο ἕλκειν φησὶ τὸν σίδηρον τὴν λίθον ὡς ἔμψυχον καὶ διὰ τοῦτο ἐξ ὕδατος οὖσαν. ταὐτὸ οὖν οὐκ εἶπεν, ἀλλ’ ὅτι μόνον ἔμψυχον ἔλεγε τὴν λίθον. τίνος ἕνεκα; ἢ ὅτι οὐκ ἐφέροντο αὐτοῦ συγγράμματα ἀλλ’ ἀπομνημονεύματα, καὶ διὰ τοῦτο ἔφυγε τὸ φορτικὸν τοῦ λόγου ἀγράφως κατηγορῆσαι τοῦ ἀνδρός, ἢ ὅτι καὶ αἰδῶ τινα τῷ ἀνδρὶ ἀπένειμε διὰ τὸ πολλὰ αὐτοῦ ἀξιόλογα δόγματα ἀπομνημονεύεσθαι. φασὶ γὰρ ὅτι ἔλεγεν ὡς ἡ πρόνοια μέχρι τῶν ἐσχάτων διήκει καὶ οὐδὲν αὐτὴν λανθάνει, οὐδὲ τὸ ἐλάχιστον. διὰ ταῦτα τούτου μὲν οὐ λέγει εἶναι τὴν δόξαν ταύτην ὅτι ἐξ ὕδατος ἡ ψυχή, ἀλλὰ τοσοῦτον μόνον ὅτι καὶ αὐτὸς τὴν κίνησιν τῇ ψυχῇ ἀπένειμεν. ἐφεξῆς δὲ Ἵππωνα φησι τοῦτο δοξάσαι ὅτι ἐξ ὕδατος ἡ ψυχή· καὶ γὰρ τῶν πάντων ἀρχὴν καὶ αὐτὸς ἔλεγε τὸ ὕδωρ.
“从人们记载的事迹来看,泰勒斯似乎也曾设想灵魂是某种具有动能的东西。” [亚里士多德]似乎并没有很贴切地提及泰勒斯的见解;因为既然既定目标是要证明那些着眼于灵魂认知能力的人主张灵魂也由事物被假定所由构成的本原构成,因为同类被同类所认识,而在记述关于泰勒斯的见解时,他却没有像对待其他人那样说出任何此类的话,而只是说他声称吸引铁的石头是有灵魂的,把运动说成是灵魂所特有的。不仅如此,在记述那些着眼于动能的人的见解时,他也说过每个人都把自己认为最具有动能的元素说成是灵魂的元素——德谟克利特说是球形原子,毕达哥拉斯派说是空气中的微尘,有人说是火,另有人说是空气;然而对于主张水为存在者之本原的泰勒斯的见解,他却没有说出任何此类的话。因为比如说,亚里士多德并没有说泰勒斯把水设定为灵魂,并因此声称石头作为有灵魂者吸引铁且因此源于水。于是他并没有说同样的话,而只是说他声称石头是有灵魂的。这是为了什么缘故呢?要么是因为泰勒斯自己的著作并未流传,流传的只是口传回忆录,因此亚里士多德避免了在没有文字依据的情况下指控该人的粗率做法;要么是因为该人有许多值得称道的教说被人们铭记,亚里士多德也对他怀有某种敬意。因为人们说,泰勒斯曾说过天意贯通直至最末端的事物,没有任何事物能瞒过它,哪怕是最小的事物也不行。基于这些原因,亚里士多德并没有把灵魂由水构成这个见解归于泰勒斯,而仅仅谈到泰勒斯也把运动归于灵魂。接着他说,主张灵魂由水构成的是希彭;因为希彭自己也说过水是万物的本原。
- 1.79Ἧι μὲν γὰρ ἔλεγεν... ἐν οἷς δὲ πάλιν ἔλεγεν
一种对应的对照结构:“一方面在他声称……的限度内,他似乎区分了”(ᾗ μὲν γὰρ ἔλεγεν… δοκεῖ διακρίνειν)与“但在他又声称……的那些段落中,他又把……说成相同的”(ἐν οἷς δὲ πάλιν ἔλεγεν… τὸν αὐτὸν ἔλεγε)相互呼应,对比了阿那克萨哥拉文本中区分与等同理智和灵魂的两面性。
- 1.80προκειμένου γὰρ τοῦ δεῖξαι ὅτι οἱ ἀποβλέψαντες εἰς τὸ γνωστικὸν τῆς ψυχῆς ἐκ τῶν ἀρχῶν ἐξ ὧν τὰ πράγματα ὑπετίθεντο εἶναι καὶ αὐτήν φασι
独立属格结构 προκειμένου τοῦ δεῖξαι,由带冠词的不定词 τοῦ δεῖξαι 作为其主语:“既然展示……已作为既定目标”。它交代了背景情况,引向主句 ἱστορῶν... οὐδὲν εἶπε(在记述时……没有说出任何此类的话)。
