← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§84.7-85.16

德谟克利特的球形原子说与等周定理的论证

斐洛庞努斯注疏了亚里士多德关于德谟克利特精妙解释灵魂与火的被运动和运动原因的论述(405a8),并针对球形原子为何由更小部分构成的疑问,借助等周图形的几何学定理(同等体积下球体具有最小的表面周长)给予了合理的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.78

" Δημόκριτος δὲ καὶ γλαφυρωτέρως ἔλεγεν ἀποφηνάμενος, διὰ τί τούτων ἑκάτερον." Ἐπαινεῖ τὸν Δημόκριτον ὡς πιθανῶς ἀποδόντα1 τὰς αἰτίας τῶν προειρημένων, ταῦτα δέ ἐστι τὸ κινεῖν τε καὶ κινεῖσθαι· εἶπε γὰρ ὅτι τὸ πῦρ, ἐξ οὗ καὶ τὴν ψυχήν, φασί τινες κινεῖσθαί τε καὶ κινεῖν τὰ ἄλλα πρώτως. πιθανῶς οὖν ἀποδέδωκε τούτων τὰς αἰτίας ὁ Δημόκριτος, διὰ τί τὸ πῦρ καὶ ἡ ψυχή (ἐκ τῶν αὐτῶν γὰρ ἀρχῶν ἀμφότερα, λέγω δὴ τῶν σφαιρικῶν ἀτόμων) καὶ κινεῖται καὶ κινεῖ. ἐποίησε γάρ, φησί, τὸν νοῦν ἤτοι τὴν ψυχήν (ταὐτὸ γὰρ ἀμφότερα παρ’ αὐτῷ) ἐκ τῶν πρώτων σωμάτων, λέγω δὴ τῶν ἀτόμων, καὶ τούτων οὐ τῶν τυχόντων, ἀλλὰ τῶν σφαιροειδῶν, ἅτινα διὰ δύο αἰτίας κινητικώτατά ἐστι, τῷ τε λεπτομερέστατα εἶναι καὶ διὰ τοῦτο διαδύνειν διὰ πάντων διὰ μικρομέρειαν ῥᾳδίως καὶ οὕτω κινεῖν κινούμενα αὐτά· ἔτι διὰ τὸ σχῆμα σφαιρικὸν ὂν εὐκίνητα ταῦτα ὑπάρχει. ὥστε καὶ τοῦ κινεῖσθαι αὐτὰ καὶ τοῦ κινεῖν τὰ ἄλλα ἀποδέδωκε τὴν αἰτίαν. ἄξιον δὲ ζητῆσαι διὰ ποίαν αἰτίαν ὁ Δημόκριτος μικρομερεστέρας ἔλεγεν εἶναι τὰς σφαιρικὰς ἀτόμους, ὥστε καὶ διὰ τοῦτο εὐκινήτους εἶναι. ὅτι μὲν γὰρ καὶ εὐκίνητον τὸ σφαιροειδές, δῆλον· δείκνυται γὰρ ὅτι ἡ σφαῖρα κατὰ σημεῖον ἅπτεται τοῦ ἐπιπέδου· ἅτε οὖν κατὰ σημεῖον ἐφαπτομένη εὐκίνητός ἐστι ῥᾳδίως ἐξολισθαίνουσα· διὰ τί δὲ καὶ μικρομερεῖς αἱ σφαιρικαί, ὡς καὶ ἐκ τούτου τὸ αἴτιον τοῦ κινεῖν αὐτὰς ἀποδίδοσθαι; δοκεῖ γὰρ ἀποκληρωτικώτατος εἶναι ὁ λόγος οὗτος· δυνατὸν γὰρ ἦν καὶ τὰς πυραμοειδεῖς ἢ ἀγκιστροειδεῖς ἢ ἁπλῶς ἄλλας ὁποιασοῦν μικρομερεστέρας εἶναι. φαμὲν οὖν ὅτι δείκνυται ἐν γεωμετρίᾳ ὅτι τῶν εὐθυγράμμων καὶ ἰσοπεριμέτρων σχημάτων τὰ πολυγωνιώτερα τῶν ἐλάττους ἐχόντων γωνίας μεῖζον ἔχουσι τὸ ἐμβαδόν. οἷον ὑποκείσθω τετράγωνον ἔχον ἑκάστην πλευρὰν δύο πήχεων, ὡς εἶναι αὐτοῦ τὴν πᾶσαν περίμετρον πήχεων ὀκτώ, ὑποκείσθω δὲ καὶ ἕτερον ἑξάγωνον ἔχον ἑκάστην πλευρὰν ἑνὸς τρίτου πήχεος,2 ὡς γίνεσθαι καὶ τούτου τὴν περίμετρον πήχεων ὀκτώ· ὑποκείσθω καὶ ἄλλο ὀκτάγωνον ἑκάστην ἔχον πλευρὰν πήχεος ἑνός, ὡς εἶναι καὶ τούτου τὴν περίμετρον πήχεων ὀκτώ. τούτων οὖν τῶν σχημάτων τοῦ τετραγώνου καὶ ἑξαγώνου καὶ ὀκταγώνου ἴσην ἐχόντων τὴν περίμετρον (ἕκαστον γὰρ ὀκτὼ πήχεων) μεῖζον μὲν ἕξει ἐμβαδὸν τὸ ὀκτάγωνον, ἔλαττον δὲ τὸ ἑξάγωνον καὶ τούτου ἔλαττον τὸ τετράγωνον. εἰ τοίνυν τὸ πολυγωνιώτερον πολυχωρητότερον, ὁ κύκλος ἄρα πάντων τῶν ἰσοπεριμέτρων σχημάτων πολυχωρητότατον ἕξει τὸ ἐμβαδόν, διότι τὰ πολυγωνιώτερα τῶν σχημάτων ἐγγίζει μᾶλλον τῷ κύκλῳ· ὅσῳ γὰρ γίνονται πολυγωνιώτερα, ἐγγύτερα τοῦ ἀγώνια εἶναι, ἄγωνος δὲ ὁ κύκλος. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν στερεῶν· ὥστε ἡ σφαῖρα τῶν εὐθυγράμμων καὶ ἰσοπεριμέτρων στερεῶν πολυχωρητοτέρα ἔσται. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, καὶ τῶν ἰσοπεριμέτρων τὰ πολυγωνιώτερα μεῖζον ἔχουσι τὸ ἐμβαδόν, καὶ ἐναλλὰξ ἄρα τῶν ἐχόντων τὸ αὐτὸ ἐμβαδὸν σχημάτων τὰ πολυγωνιώτερα ἥττονα τὴν περίμετρον ἔχουσιν.3 οὐκοῦν καὶ πάντων αἱ σφαῖραι μικροτέραν ἕξουσι τὴν περίμετρον. καλῶς οὖν ὁ Δημόκριτος τῶν ἴσων ἀτόμων τῷ ὄγκῳ τὰς σφαιρικὰς μικρομερεστέρας ὑπετίθετο, καὶ διὰ τοῦτο διὰ παντὸς δύνασθαι διεισδύνειν καὶ τῷ εὐκινήτους εἶναι διὰ τὸ κατὰ σημεῖον ἐφάπτεσθαι τοῦ ἐπιπέδου κινεῖν τὰ ἄλλα.

“然而德谟克利特则更为精妙地言说,表明了这两者各自的原因何在。” [亚里士多德]赞赏德谟克利特,因为他合情合理地给出了上述事物的原因,而这些事物就是运动与被运动;因为他说过,有些人主张火——他们认为灵魂也源于火——自身被运动,并且首先运动其他事物。因此,德谟克利特合情合理地给出了这些事物的原因,即为何火与灵魂(因为二者均源于相同的本原,我是指球形原子)既被运动又施加运动。因为他说,德谟克利特将理智即灵魂(因为在他那里二者是同一的)由第一位阶的物体造成,我是指诸原子,而且并非其中任意的原子,而是球形的原子;这些原子由于两个原因而最具动能:既由于它们由最微细的部分组成,并因此凭借其部分的微小而容易穿透一切事物,从而自身在被运动的同时如此运动其他事物;此外,又由于其形状是球形的,这些原子便作为易动者而存在。从而,他既给出了它们自身被运动的原因,也给出了它们运动其他事物的原因。 然而值得探讨的是,德谟克利特究竟基于何种原因声称球形原子是由更微小的部分组成的,从而也正因此而是易动的。因为球形物是易动的,这一点是显而易见的;因为几何学证明了球体与平面相切于一点;既然它切于一点,它就极易滑移而易于运动。但为什么球形原子也由微小的部分组成,以至于由此也被给出它们运动事物的原因呢?因为这种说法似乎极其武断;因为锥形或钩状的原子,或者干脆任何其他形状的原子,都有可能由更微小的部分组成。于是我们说,几何学中证明了,在直线围成且周长相等的图形中,角较多的图形比角较少的图形具有更大的面积。例如,假定有一个正方形,每边为两肘,从而其整个周长为八肘;再假定有另一个六边形,每边为一又三分之一肘,从而其周长也成为八肘;再假定有另一个八边形,每边为一肘,从而其周长也是八肘。因此,在这些图形——正方形、六边形和八边形——具有相等周长时(因为每个都是八肘),八边形将具有更大的面积,六边形较小,而正方形则比六边形更小。如果角较多者容量更大,那么在所有等周图形中,圆将具有容量最大的面积,因为角较多的图形更接近圆;因为它们越是多角,就越接近无角,而圆是没有角的。同样的道理也适用于立体;因此球体将比由平面围成且等周的立体具有更大的容量。 既然如此,并且在等周图形中角较多者面积更大,那么反过来,在具有相同面积的图形中,角较多者具有更小的周长。因此球体也将比一切事物具有更小的周长。于是德谟克利特正确地假定了:在体积相等的原子中,球形原子由更微小的部分组成;并因此能够穿透一切,并且由于在平面上切于一点而易于运动,从而运动其他事物。

语法注3 条
  1. 1.78ὡς πιθανῶς ἀποδόντα

    述语性分词,与主动词 Ἐπαινεῖ 的宾语 τὸν Δημόκριτον 一致。ὡς 表示赞赏的原因或视角(“因其合情合理地给出了……”)。

  2. 1.78ἑνὸς τρίτου πήχεος

    意为“一又三分之一肘”(1 1/3 肘)。乘以六边形的6条边得 6 × (4/3) = 8 肘,与正方形(4 × 2 = 8)及八边形(8 × 1 = 8)的周长(8肘)相等。

  3. 1.78καὶ ἐναλλὰξ ἄρα τῶν ἐχόντων τὸ αὐτὸ ἐμβαδὸν σχημάτων τὰ πολυγωνιώτερα ἥττονα τὴν περίμετρον ἔχουσιν

    副词 ἐναλλάξ(“相反地”、“逆向地”)引入了等周命题的反向推论:周长相等时角越多面积越大,反之面积相等时角越多周长越小。主语是 τὰ πολυγωνιώτερα,ἥττονα 作宾格形容词修饰 τὴν περίμετρον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:84.7-85.16