← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§82.34-84.6

将灵魂视作动能本原之火的学说

在评注亚里士多德405a4–5时,斐洛庞奴斯解释了将灵魂视作具有动能者的论者何以合乎情理地将灵魂与本原相联系并特指为火。他阐明了火的非物体性与动能,并解答了灵魂不同于其他源自本原的复合体而直接作为本原份额的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.76

" Τό τε γὰρ κινητικὸν τὴν φύσιν τῶν πρώτων ὑπειλήφασιν, οὐκ ἀλόγως." Οὐκ ἀλόγως, φησί, τὸ κατὰ τὴν αὐτοῦ φύσιν κινητικώτατον τοῦτο ἐν ἀρχῆς ἐτίθεντο λόγῳ·1 τὸ γὰρ ποιητικὸν καὶ κινητικὸν ἀρχῆς ἔχει λόγον. διό τινες ἀρχὴν τῶν ὄντων εἶπον εἶναι τὸ πῦρ· κινητικώτατον γὰρ μάλιστα τῶν ὄντων καὶ αὐτὸ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχον τῆς ἑαυτοῦ κινήσεως· οὕτω κινούμενον τὰ ἄλλα κινεῖ. ὅθεν καὶ τῇ τοῦ ἐμφύτου θερμοῦ πρώτως κινήσει κινεῖται τὸ ζῷον, τοῦ ἐμφύτου θερμοῦ ὑπὸ μηδενὸς ἄλλου σώματος κινουμένου, ἀλλ’ ἐν ἑαυτῷ ἔχοντος τὴν κινοῦσαν αἰτίαν τὴν φύσιν. ὥστε εἰ τὸ κινητικὸν ἐν ταῖς ἀρχαῖς, εἰκότως ἄρα καὶ οἱ τὴν ψυχὴν τὸ κινητικώτατον ὑπολαμβάνοντες εἶναι ἐκ τῶν ἀρχῶν ταύτην ἐποίουν. διό τινες καὶ πῦρ αὐτὴν ὑπέθεντο, ὡς αὐτὸς ἐπήγαγε λέγων·

“因为他们并非不合情理地认为,按其本性具有动能者属于最初的事物。” 他说,他们并非不合情理地将按其自身本性最具动能的这者置于本原的地位;因为能作用者和具动能者具有本原的地位。因此有些人说火是存在者的本原;因为在存在者之中它最为具动能,且自身内部具有自身运动的本原;它以这种方式运动着,从而运动其他事物。由此动物也首先由天然热的运动所运动,而天然热不被任何其他物体所运动,反而在自身内部具有作为运动原因的本性。因此,如果具动能者属于诸本原,那么将灵魂理解为最具动能者的那些人,顺理成章地也就由诸本原构成了灵魂。

§1.77

"Ὅθεν ἔδοξέ τισι πῦρ εἶναι· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα τῶν στοιχείων ἀσώματον." Εἰπὼν ὅτι καὶ οἱ τὴν ψυχὴν κινητικώτατον ὑπολαβόντες εἶναι καὶ αὐτοὶ ἐκ τῶν ἀρχῶν αὐτὴν ἔλεγον εἰκότως, διότι τὸ τὴν αὐτοῦ φύσιν κινητικώτατον ἐν τοῖς πρώτοις ἐστὶ καὶ ἐν ταῖς ἀρχαῖς (ἀρχῆς γὰρ τὸ ποιεῖν τε καὶ κινεῖν) ἡ δὲ ψυχὴ τῶν κινητικῶν, ἀκολούθως ἐπήγαγεν ὅτι διὰ τοῦτο ἔδοξέ τισιν ἡ ψυχὴ πῦρ εἶναι, ὅπερ καὶ ἀρχὴν τῶν ὄντων ἔλεγον εἶναι, ὅτι λεπτομερέστατόν τε καὶ ἀσωματώτατον καὶ διὰ τοῦτο κινητικώτατον καὶ ἑαυτῷ τῆς κινήσεως αἴτιον καὶ τὰ ἄλλα πρώτως κινεῖ. πῦρ δὲ οὐ τὴν φλόγα φασίν (αὕτη γὰρ ὑπερβολὴ πυρός) ἀλλὰ τὴν ξηρὰν ἀναθυμίασιν, ἣν καὶ σεισμοὺς ποιεῖν καὶ ἀνέμους καὶ τὰ ἄλλα ὅσα κινητικώτατα ᾐτιάσατο ἐν τοῖς Μετεώροις ὁ Ἀριστοτέλης. λέγοι δ’ ἂν τοὺς πῦρ τὴν ἀρχὴν ὑπολαβόντας καὶ τὴν ψυχὴν ἐκ πυρὸς Ἡράκλειτόν τε καὶ Ἵππασον. ἀλλ’ Ἡρακλείτου μὲν μετ’ ὀλίγον μνημονεύσει καὶ τῆς δόξης αὐτοῦ, νῦν δὲ τὴν Δημοκρίτου δόξαν ἐκθήσεται, ὅτι εἰ καὶ πολλάς, μᾶλλον δὲ ἀπείρους ὑπετίθετο τὰς ἀρχάς, ἀλλ’ οὖν καὶ αὐτὸς ἐκ τῶν παρ’ αὐτῷ κινητικωτάτων τὴν ψυχὴν ἐποίει·λέγω δὴ ἐκ τῶν σφαιρικῶν, ὅθεν καὶ τὸ πῦρ. ἀσώματον δὲ εἶπε τὸ πῦρ, οὐ κυρίως ἀσώματον (οὐδεὶς γὰρ αὐτῶν τοῦτο ἔλεγε), ἀλλ’ ὡς ἐν σώμασιν ἀσώματον διὰ λεπτομέρειαν. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸ ἐκ τῶν ἀρχῶν λέγεσθαι τὴν ψυχὴν ὅτι καί τι πλέον τῶν ἄλλων ἀπένεμον αὐτῇ, εἴ γε καὶ πάντα τὰ ἄλλα ἕκαστός φησιν αὐτὴν εἶναι, εἴ γε κοινὸν τοῦτο πάντων τῶν 〈ἐκ τῶν〉 ἀρχῶν ὑφεστηκότων.2 εἴποιεν ἂν οὖν ἐκεῖνοι πρὸς τοῦτο ὅτι πρῶτον μὲν αὐτὸ τοῦτο, ἵνα μὴ ὑπονοηθῇ ἐξ ἄλλων τινῶν οὖσα ἀρχῶν καὶ μὴ ἐκ τῶν κοινῶν, αὐτὸ τοῦτο εἴπομεν· ἔπειτα τὰ μὲν ἄλλα ἐκ τῆς τῶν ἀρχῶν συνθέσεως ἄλλο τι γέγονεν ἢ φύσει κατὰ τοὺς μὴ ἀπαθεῖς λέγοντας εἶναι τὰς ἀρχάς, ἢ δοκήσει κατὰ τοὺς ἀπαθεῖς καὶ ἀτρέπτους, ἡ μέντοι ψυχὴ αὐτόχρημα μοῖρά τίς ἐστι τῶν ἀρχῶν τὸ διάφορον ἔχουσα πρὸς τὰς ἀρχὰς κατὰ τὴν σχέσιν ἣν ἀνείληφε πρὸς τὰ ἀπὸ τῶν ἀρχῶν,3 λέγω δὴ τὰ ζῷα. ὅθεν ὁ Δημόκριτος τὸ αὐτὸ ἔλεγε πῦρ καὶ ψυχήν, καὶ τῆς διαφορᾶς δηλονότι κατὰ τὴν σχέσιν, ὡς εἶπον, οὔσης· διὸ καὶ οἱ λοιποὶ οἱ μὲν ὕδωρ, οἱ δὲ ἀέρα ἔλεγον εἶναι τὴν ψυχήν, καίτοι τὰ ἐκ τούτων μὴ οὕτω καλοῦντες, οἷον λίθους, ξύλα καὶ τὰ λοιπά.

因此有些人甚至假定它是火,正如他自己接着所说: “由此有些人认为它是火;因为这既由最微细的部分组成,又是诸元素中最为非物体性的。” 在说明了将灵魂理解为最具动能者的那些人也是顺理成章地称其由诸本原构成之后——因为按其自身本性最具动能者属于最初的事物并在诸本原之中(因为施加作用和运动乃是本原的特征),而灵魂属于具动能者——他顺理成章地接着说,正因如此有些人认为灵魂是火,他们也称火是存在者的本原,因为它由最微细的部分组成且最为非物体性,并因此最具动能,自身作为自身运动的原因,且首先运动其他事物。然而他们所说的火并不是指火焰(因为火焰是火的过度状态),而是指干燥的蒸发物,亚里士多德在《气象学》中也将其归为造成地震、风以及其他一切最具动能者之原因。他所指将火理解为本原并主张灵魂由火构成的,大概是赫拉克利特和希帕索斯。不过关于赫拉克利特及其意见他不久后便会提及,而现在他将阐明德谟克利特的意见:即即使德谟克利特假定了许多甚至无限的本原,但他自己也是从其所主张的最具动能者——我是指球形者,火也由此而来——构成了灵魂。他称火为非物体性的,并不是指严格意义上的非物体性(因为他们中没有人这样说),而是指在物体之中由于微细性而被视为非物体性。但有人可能会针对灵魂被称为由诸本原构成这一点提出质疑:既然每个人都声称灵魂就是其他一切事物,如果这对于所有由本原所建立的事物都是共同的,他们为何还要赋予它多于其他事物的东西呢?对此他们可能会说:首先,正是为了这个缘故,即为了不让人猜想它来自某些其他本原而不是来自共同的本原,我们才说了这同一件事;其次,其他事物是由于本原的组合而成为了某种别的东西,或者按照那些否认本原不受动的人而言是本性上成为别物,或者按照那些认为本原不受动且不可改变的人而言是外观上成为别物,然而灵魂则不折不扣是诸本原的某种份额,它相对于诸本原的差异,在于它与源于本原的事物——我是指动物——所形成的关系。因此德谟克利特说火与灵魂是同一个东西,如我所说,其区别显然在于这种关系;因此其余的人,有的说灵魂是水,有的说是气,尽管他们并不把由这些东西派生出来的诸如石头、木头及其他事物这样称呼。

语法注3 条
  1. 1.76ἐν ἀρχῆς ἐτίθεντο λόγῳ

    属于倒装结构,属格 ἀρχῆς 置于 ἐν 与 λόγῳ 之间,意为“处于本原的地位”或“以本原的资格”。此处的 λόγος 意指“地位/身分”而非“比例”。

  2. 1.77ἀπορήσειε δ’ ἄν τις πρὸς τὸ ἐκ τῶν ἀρχῶν λέγεσθαι τὴν ψυχὴν ὅτι καί τι πλέον τῶν ἄλλων ἀπένεμον αὐτῇ, εἴ γε καὶ πάντα τὰ ἄλλα ἕκαστός φησιν αὐτὴν εἶναι, εἴ γε κοινὸν τοῦτο πάντων τῶν 〈ἐκ τῶν〉 ἀρχῶν ὑφεστηκότων.

    长疑难句的句式结构。核心为带有 ἄν 的潜能祈愿语气动词 ἀπορήσειε δ’ ἄν τις,介词短语 πρὸς τὸ ... λέγεσθαι 表明质疑的对象(“针对灵魂被称为由诸本原构成这一点”)。随后的 ὅτι 从句表达疑难的具体内容,而连续两个由 εἴ γε 引导的条件从句则补充了支持该疑难的前提与理据。

  3. 1.77τὸ διάφορον ἔχουσα πρὸς τὰς ἀρχὰς κατὰ τὴν σχέσιν ἣν ἀνείληφε πρὸς τὰ ἀπὸ τῶν ἀρχῶν

    名词化形容词 τὸ διάφορον(差异)修饰关系的梳理。介词短语 πρὸς τὰς ἀρχάς 表明差异所相对之项(“相对于诸本原的差异”),κατὰ τὴν σχέσιν 则表明这一差异的准则。关系代词 ἣν 的先行词为 σχέσιν,由动词 ἀνείληφε 支配构成关系从句(“它与源于本原的事物所形成的关系”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:82.34-84.6