- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:81.14-82.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德404b27–405a3,阐明色诺克拉底等人结合动能与认知能力将灵魂定义为“自身运动的数”,并论证前人在灵魂定义上的分歧根源于他们在关于本原的性质(物体性还是非物体性)和数量(一还是多)上的见解分歧。
" Ἐπεὶ δὲ κινητικὸν ἐδόκει εἶναι ἡ ψυχὴ καὶ γνωριστικόν, οὕτως ἔνιοι συνέπλεξαν ἐξ ἀμφοῖν, ἀποφηνάμενοι τὴν ψυχὴν ἀριθμὸν κινοῦντα ἑαυτόν." Εἴπομεν ὅτι τῶν εἰπόντων περὶ ψυχῆς οἱ μὲν εἰς τὸ κινητικὸν αὐτῆς ἀπέβλεψαν, οἱ δὲ εἰς τὸ γνωστικόν. καὶ ὁ Πλάτων γοῦν ποτὲ μὲν ἀπὸ τοῦ κινητικοῦ αὐτὴν ὁρίζεται, ὡς ἐν οἷς δείκνυσιν αὐτὴν αὐτοκίνητον· λέγει γοῦν ἐν τῷ Φαίδρῳ “ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτόν τις λέγων οὐκ αἰσχυνεῖται”·1 ὥστε ὁρισμὸν εἶναί φησι ψυχῆς τὸ αὐτοκίνητον· ἄλλοτε δὲ ἀπὸ τοῦ γνωστικοῦ ὡς ἐν Τιμαίῳ δι’ ὧν ἐκ τῶν ἀρχῶν τῶν ὄντων αὐτὴν συνίστησιν. οὕτως οὖν τοῦ Πλάτωνος ποτὲ μὲν εἰς τὴν κίνησιν, ποτὲ δὲ εἰς τὴν γνῶσιν αὐτῆς ὁρῶντος, Ξενοκράτης ὁ τούτου διάδοχος ἀπ’ ἀμφοτέρων ὁρίζεται τὴν ψυχὴν εἰπὼν αὐτὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν, διὰ μὲν τὸ γνωστικὴν εἶναι αὐτὴν τῶν ὄντων ἀριθμὸν εἰπὼν ὡς Πυθαγόρειος (ἀρχὴ γὰρ πάντων ὁ ἀριθμὸς κατ’ αὐτούς), διὰ δὲ τὸ κινητικὴν εἶναι τὸ αὐτοκίνητον ἀναθεὶς αὐτῇ· ἀρχὴ γὰρ καὶ πηγὴ πάσης κινήσεως κατ’ αὐτοὺς τὸ αὐτοκίνητον. καὶ οἱ ἄλλοι δὲ ὧν ἐφεξῆς μνημονεύσει, ἀπ’ ἀμφοῖν ὡρίζοντο τὴν ψυχήν, ὡς δείξει, διὸ καὶ ἔνιοι εἶπε.
“由于灵魂似乎既具有动能又具有认知能力,因此有些人便将两者结合起来,宣称灵魂是能自身运动的数。” 我们说过,在论及灵魂的人当中,有些人着眼于它的动能,有些人则着眼于它的认知能力。例如柏拉图有时根据动能来定义它,正如在证明它是自身运动者的地方;他在《斐德罗篇》中确实说道:“既然由自身被运动者已被表明是不朽的,那么有人说这本身就是灵魂的本质和定义,便不会感到羞愧”;因此他主张自身运动是灵魂的定义;而在另一些时候他则根据认知能力来定义,正如在《蒂迈欧篇》中通过由存在者的本原构成灵魂的那些论述。因此,由于柏拉图有时着眼于灵魂的运动,有时着眼于它的认识,作为其继承者的色诺克拉底便从两者出发定义灵魂,说它是自身运动的数,由于它能认知存在者,他作为毕达哥拉斯学派成员而称其为数(因为依他们之见数是万物的本原),而由于它具有动能,他便赋予它自身运动的属性(因为依他们之见自身运动者是一切运动的本原和源泉)。并且他在接下来将要提及的其他人,正如他将表明的那样,也是从两者出发定义灵魂的,因此他也说了“有些人”。
"Διαφέρονται δὲ περὶ τῶν ἀρχῶν τίνες καὶ πόσαι." Ἐκθέμενος διὰ τῶν προειρημένων τὰς περὶ ψυχῆς δόξας τῶν προγενεστέρων, τῶν τε πρὸς τὸ κινητικὸν αὐτῆς ἀποβλεψάντων καὶ τῶν πρὸς τὸ γνωστικόν, ἀκολούθως ἐν τούτοις περὶ τῆς διαφορᾶς αὐτῶν τῆς κατὰ τὰς ἀρχὰς διαλαμβάνει· ἡ γὰρ περὶ τῶν ἀρχῶν διαφορὰ αἰτία αὐτοῖς γέγονε καὶ τῆς περὶ τὴν οὐσίαν τῆς ψυχῆς διαφορᾶς. ἔνθεν γοῦν ἄλλοι ἄλλο τι τὴν ψυχὴν ἔφασαν εἶναι, πάντες μέντοι ἐκ τῶν ἀρχῶν, ἃς ὑπέθεντο τῶν ὄντων εἶναι, ἐξαιρέτως δὲ οἱ εἰς τὸ γνωστικὸν αὐτῆς ἀποβλέψαντες ἐκ τῶν ἀρχῶν αὐτὴν ἔφασαν χωρὶς Ἀναξαγόρου, ὡς ἐφεξῆς ἐρεῖ. ἐν μὲν οὖν τῇ Φυσικῇ ἀκροάσει ἀκριβῶς ἐπεξῆλθε περὶ τῆς τῶν φυσικῶν κατὰ τὰς ἀρχὰς διαφορᾶς· μεμνήσεται δ’ αὐτῶν καὶ νῦν. δόξειε δ’ ἂν ταυτολογεῖν ἀνωτέρω τῶν δοξῶν τούτων ποιησάμενος μνήμην καὶ πάλιν ἐνταῦθα ἀπαριθμούμενος αὐτάς· οὐκ ἔστι δὲ ταυτολογία. ἄνω μὲν γὰρ ἐκθέσθαι τὰς περὶ ψυχῆς δόξας αὐτῶν ἐβουλήθη, ἐνταῦθα μέντοι τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἀλλήλους περὶ τῶν ἀρχῶν ἐκτίθεται, ᾗ ἐφαρμόζει καὶ τὰς περὶ ψυχῆς αὐτῶν δόξας,2 ἃς ἤδη προκατέλεξε. διαλαμβάνει δὲ τὴν διαφορὰν ἀπό τε τῆς οὐσίας καὶ τοῦ ποιοῦ καὶ ἀπὸ τοῦ ποσοῦ, ἀπὸ μὲν τῆς οὐσίας καὶ τοῦ ποιοῦ ὅτι οἱ μὲν σωματικὰς οἱ δὲ ἀσωμάτους, ἀπὸ δὲ τοῦ ποσοῦ ὅτι οἱ μὲν μίαν οἱ δὲ πλείους. σωματικὰς μὲν οὖν τὰς ἀρχὰς ἐτίθεντο οἱ φυσικοί, Θαλῆς, Δημόκριτος, Ἀναξιμένης Ἀναξίμανδρος, Ἡράκλειτος, ἀσωμάτους δὲ οἱ ἀριθμοὺς λέγοντες ὡς οἱ Πυθαγόρειοι καὶ Ξενοκράτης, δοκεῖ δὲ καὶ ὁ Πλάτων. μικτὰς δὲ ἔλεγον Ἐμπεδοκλῆς μετὰ τῶν τεσσάρων στοιχείων τὸ νεῖκος εἰσάγων καὶ τὴν φιλίαν ἀσωμάτους φύσεις καὶ Ἀναξαγόρας μετὰ τῶν ὁμοιομερῶν τὸν νοῦν· ἀσώματον γάρ φησιν αὐτὸν εἶναι. εἴη δ’ ἂν καὶ Δημόκριτος ἐν τούτοις μετὰ τῶν ἀτόμων σωμάτων εἰσαγαγὼν καὶ τὸ κενόν. διαφέρονται δέ, φησί, πάντες πρὸς ἀλλήλους καὶ περὶ τοῦ πλήθους καὶ περὶ τῶν ἀρχῶν, οἵ τε σωματικὰς εἰρηκότες πρὸς τοὺς ἀσωμάτους, καὶ πρὸς ἀμφοτέρους τούτους οἱ μικτὰς εἰρηκότες.
“但关于本原是什么以及有多少,他们彼此存在分歧。” 通过前面的论述阐明了前人关于灵魂的意见——包括那些着眼于其动能的人和那些着眼于其认知能力的人之后,他顺理成章地在这些文字中讨论他们在关于本原上的分歧;因为关于本原的分歧也成了他们关于灵魂本质的分歧的原因。无论如何,正因如此不同的人声称灵魂是不同的东西,然而所有人都是由他们设定属于存在者的本原出发[构成灵魂]的,尤其是那些着眼于其认知能力的人声称它由本原构成,阿那克萨戈拉除外,正如他接下去要说的那样。在《物理学》中,他确实精确地详述了自然哲学家们在关于本原上的分歧;而现在他也会提及他们。然而,他上面既然已经提到了这些意见,在此处再次列举它们,可能会被认为是同义反复;但这并不是同义反复。因为在上面他意图阐明他们关于灵魂的意见,而在此处他则是阐明他们在关于本原上的彼此分歧,并将他先前已经预先列出的关于灵魂的意见与这种分歧相配合。他从本质和性质以及从数量两方面讨论了这种分歧:从本质和性质而言,是因为有些人主张物体性的本原,有些人主张非物体性的本原;从数量而言,是因为有些人主张单一本原,有些人主张多种本原。因此,自然哲学家们——泰勒斯、德谟克利特、阿那克西美尼、阿那克西曼德、赫拉克利特——将本原设定为物体性的;而那些主张数的人,如毕达哥拉斯学派和色诺克拉底,以及看来还有柏拉图,则将本原设定为非物体性的。恩培多克勒在四种元素之外引入了作为非物体性本性的争吵与友爱,阿那克萨戈拉在同质素之外引入了理智(因为他说理智是非物体性的),他们说本原是混合的。德谟克利特由于在不可分物体之外引入了虚空,也当归入这些人之中。他说,所有人无论关于数量还是关于本原都彼此存在分歧:主张物体性本原的人与主张非物体性本原的人相分歧,而主张混合本原的人则与这两者都相分歧。
"Ἑπομένως δὲ τούτοις καὶ τὴν ψυχὴν ἀποδιδόασι." Τουτέστιν ἀκολούθως τῇ περὶ τῶν ἀρχῶν δόξῃ καὶ περὶ ψυχῆς ἐδόξασαν· ἕκαστος γὰρ ἐκ τῶν παρ’ ἑαυτῷ ἀρχῶν τὴν ψυχὴν ἐποίησε. σημαίνει δὲ διὰ τούτων ὅτι οὐ μόνον οἱ πρὸς τὸ γνωστικὸν ἀπιδόντες, ἀλλὰ καὶ οἱ πρὸς τὸ κινητικὸν εἰκότως τὴν ψυχὴν ἐκ τῶν ἀρχῶν ἐποίουν· διὸ ἐπάγει·
“而与这些相一致地,他们也阐明灵魂。” 这就是说,与关于本原的意见相一致地,他们也就灵魂形成了意见;因为每个人都是由其自己所主张的本原构成了灵魂。他通过这些话表明,不仅那些着眼于认知能力的人,而且那些着眼于动能的人,也都理所当然地由本原构成了灵魂;因此他接着说:
- 1.73ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτόν τις λέγων οὐκ αἰσχυνεῖται
引自柏拉图《斐德罗篇》245e。前半句 ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου 是表示原因的属格绝对结构;在主句中,τοῦτον αὐτόν(“这本身”,即由自身被运动)作分词 λέγων 的直接宾语,ψυχῆς οὐσίαν τε καὶ λόγον 则作谓述宾格,构成双重宾格结构。
- 1.74ᾗ ἐφαρμόζει καὶ τὰς περὶ ψυχῆς αὐτῶν δόξας
关系代词 ᾗ 是与格,先行词是紧接在前的阴性名词短语 τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἀλλήλους περὶ τῶν ἀρχῶν(“他们在关于本原上的彼此分歧”)。动词 ἐφαρμόζει(“使配合”、“适应于”)支配与格补足语(此处为 ᾗ),构成“将他们关于灵魂的意见与这种[分歧]相配合”的句结构。
