← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§80.15-81.13

作为数的形式与灵魂四种认识能力的确立

斐洛庞诺斯对404b24引文中的主谓语序进行了倒置理顺(指出是形式被称为数,而非日常的数被称为形式),并解释了柏拉图主义者如何根据形式的元素(一至四)来确立灵魂的各种认识能力(理智、科学知识、意见、感觉)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.72

" Οἱ μὲν γὰρ ἀριθμοὶ τὰ εἴδη καὶ αἱ ἀρχαὶ τῶν ὄντων ἐλέγοντο, εἰσὶ δὲ ἐκ τῶν στοιχείων." Δεῖ μικρὸν ὑπερβιβάσαι τὴν λέξιν,1 ἵνα γένηται τὸ λεγόμενον σαφέστερον· ‘τὰ μὲν γὰρ εἴδη ἀριθμοὶ καὶ ἀρχαὶ τῶν ὄντων ἐλέγοντο, εἰσὶ δὲ ἐκ τῶν στοιχείων’. τὰ μὲν γὰρ εἴδη ἀριθμοὶ καὶ ἀρχαὶ τῶν ὄντων ἐλέγοντο· δῆλον γὰρ ὅτι οὐκ ἔλεγον τοὺς ἀριθμοὺς τούτους τοὺς παρ’ ἡμῖν τὰ εἴδη τῶν ὄντων, ἀλλὰ τὰ εἴδη ἀριθμοὺς ἔλεγον. κατασκευάζει δὲ διὰ τούτων τὰ εἰρημένα, λέγω δὲ διὰ τί ἐκ μονάδος καὶ δυάδος τριάδος τε καὶ τετράδος ἡ ψυχή. τὰς γὰρ ἰδέας, φησί, τῶν ὄντων καὶ τὰ παραδείγματα ἀριθμοὺς ἔλεγον· εἰσὶ δὲ οἱ ἀριθμοὶ οὗτοι ἐκ τῶν στοιχείων, μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος. εἴπομεν γὰρ ἤδη ὅτι δεκαδικοὺς ἀριθμοὺς ἔλεγον τὰ εἴδη· ἡ δὲ δεκὰς ἐκ τούτων σύγκειται. εἶναι δὲ τὰς ἰδέας νοητῶν, ἐπιστητῶν, δοξαστῶν, αἰσθητῶν· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν κρίνεται δὲ τὰ πράγματα τὰ μὲν νῷ, τὰ δὲ ἐπιστήμῃ, τὰ δὲ δόξῃ, τὰ δὲ αἰσθήσει· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον κρίνεται. ὥστε εἰ τὰ εἴδη τῶν πραγμάτων ἐκ μονάδος, δυάδος, τριάδος, τετράδος (στοιχεῖα γὰρ ταῦτα τῶν ἰδεῶν), ἡ δὲ ψυχὴ γινώσκει πάντα, εἰκότως ἄρα ἐκ τῶν στοιχείων τῶν ὄντων ἐποίουν αὐτήν, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκῃ. δῆλον δὲ ἡμῖν ἐκ τῶν εἰρημένων ὅτι οἱ τὰς ἰδέας εἰσάγοντες καὶ ταύτας ἀρχὰς εἶναι λέγοντες τῶν ὄντων τούτων πάλιν ἑτέρας ἀρχὰς ὑπετίθεντο2 τὴν μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα. διὸ εἰπὼν ‘οἱ μὲν γὰρ ἀριθμοὶ τὰ εἴδη τῶν πραγμάτων ἐλέγοντο’ ἐπήγαγεν εἰσὶ δὲ ἐκ τῶν στοιχείων. καὶ ἀνωτέρω μέν φησιν ‘αὐτὸ δὲ τὸ ζῷον ἐξ αὐτῆς 〈τῆς〉 τοῦ ἑνὸς ἰδέας’ καὶ τὰ ἑξῆς· τὸ δὲ αὐτοζῷον εἶδός ἐστι καὶ παράδειγμα. εἴδη δὲ οἱ ἀριθμοὶ οὗτοι τῶν πραγμάτων. ἐπειδὴ ἄνω εἶπε τοὺς ἀριθμοὺς εἴδη εἶναι, ἵνα μὴ νομίσῃς τοὺς ἐν τῇ συνηθείᾳ ἀριθμοὺς αὐτὸν λέγειν τοὺς ἐν τῇ κάμψει τῶν δακτύλων γινομένους, εἰπὼν ἐφεξῆς ὅτι κρίνεται δὲ τὰ πράγματα τὰ μὲν νῷ, τὰ δὲ ἐπιστήμῃ, τὰ δὲ δόξῃ, τὰ δὲ αἰσθήσει ἐπήγαγεν εἴδη δὲ οἱ ἀριθμοὶ οὗτοι τῶν πραγμάτων. τούτους φησὶν εἰπὼν τοὺς ἀριθμοὺς τὰ εἴδη νοῦν, ἐπιστήμην, δόξαν, αἴσθησιν· ὡς γάρ ἐστι τὸ αὐτοζῷον, οὕτως ἐστὶ καὶ αὐτονοῦς καὶ αὐτοἐπιστήμη, ὁμοίως καὶ δόξα καὶ αἴσθησις, καὶ εἰσὶ ταῦτα ἰδέαι τῶν πραγμάτων νοητῶν, ἐπιστητῶν, δοξαστῶν, αἰσθητῶν. καὶ ἡ ψυχὴ οὖν ἔχουσα ἐν αὑτῇ ταῦτα τὰ εἴδη οἵα τέ ἐστι τῶν πραγμάτων ἀντιλαμβάνεσθαι· κρίνεται γὰρ ἕκαστον δηλονότι καὶ γνωρίζεται κατὰ τὸ εἶδος τὸ αὐτοῦ.

“因为数曾被说是存在者的形式和本原,但它们是由元素构成的。” 必须把字句稍微倒置一下,以便所说的内容更加清晰:“因为形式曾被说是数和存在者的本原,但它们是由元素构成的。”因为形式曾被说是数和存在者的本原;因为显然他们并不是说我们身边的这些数是存在者的形式,而是把形式称为数。他通过这些论述来确立前面所说的事情,即我是指,为什么灵魂是由一、二、三和四构成的。他说,因为他们把存在者的理念和范型称为数;而这些数是由元素,即一、二、三和四构成的。因为我们已经说过,他们把形式称为十进数,而十正是由这些组成的。而且这些理念是可理知者、可知晓者、可形成意见者、可感觉者的理念;因为他通过说“而事物有些由理智判定,有些由科学知识判定,有些由意见判定,有些由感觉判定”指明了这一点;因为同类是由同类判定的。因此,如果事物的形式是由一、二、三、四构成的(因为这些是理念的元素),而灵魂认识万物,那么他们理所当然地把灵魂由存在者的元素构成,以便它能以同类认识同类。由前述内容对我们来说很清楚的是,那些引入理念并说这些理念是存在者的本原的人,反过来又为这些本原设定了其他的本原,即一、二、三和四。因此他在说了“因为数曾被说是事物的形式”之后,接着说“但它们是由元素构成的”。在前面他说“动物自身由一的相自身构成”等等;但“动物自身”是形式和范型。而这些数是事物的形式。因为他在上面说了数是形式,为了不让你认为他指的是习俗中在弯曲手指时产生的数,在接下来说了“而事物有些由理智判定,有些由科学知识判定,有些由意见判定,有些由感觉判定”之后,他又加上了“而这些数是事物的形式”。他在把数说成形式时,是指这些就是理智、科学知识、意见、感觉;因为正如存在“动物自身”一样,同样也存在“理智自身”和“科学知识自身”,同样也有意见和感觉,而且这些是可理知的、可知晓的、可形成意见的、可感觉的事物的理念。因此,灵魂在自身中拥有这些形式,便能够把握事物;因为每一事物显然都是根据其自身的形式被判定和被认识的。

语法注2 条
  1. 1.72Δεῖ μικρὸν ὑπερβιβάσαι τὴν λέξιν

    斐洛庞诺斯指出,在引文“Οἱ μὲν γὰρ ἀριθμοὶ τὰ εἴδη καὶ αἱ ἀρχαὶ τῶν ὄντων ἐλέγοντο”中,虽然带冠词的“οἱ ἀριθμοί”在句法上看似主语,但在逻辑上“τὰ εἴδη”才是真正的主语,而“ἀριθμοί”是表语;因此他建议对字句作少许倒置(hyperbaton)来理解。

  2. 1.72τούτων πάλιν ἑτέρας ἀρχὰς ὑπετίθεντο

    属格代词“τούτων”指代诸理念(αἱ ἰδέαι),作所属属格(或与“ἑτέρας”连用的比较/分离属格,意为“在这些[本原]之外的另一批本原”),修饰“ἑτέρας ἀρχάς”。其后接的宾格短语“τὴν μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα”则是宾语“ἑτέρας ἀρχάς”的同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:80.15-81.13