- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:78.27-80.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《论灵魂》404b19–21,解释了线、面、立体依据其超出前者的维度来命名的理由以及四为何是量的本原,随后论述了认知能力(理智、科学知识、意见、感觉)与数的对应关系,并从数学角度说明了一和二严格而言并非数而是数的本原。
" Αὐτὸ μὲν τὸ ζῷον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας." Τουτέστι τοῦ αὐτοενὸς καὶ πρώτως ἑνός. καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους. εἴπομεν ἤδη ὅτι τὸ μὲν αὐτοζῷον ἐκ τῆς πρώτης μονάδος καὶ δυάδος καὶ τῶν λοιπῶν, τὰ δὲ μετὰ αὐτὸ κατὰ ἀναλογίαν 〈ἐκ〉 δευτέρας καὶ τρίτης. ἡ δὲ δυὰς καὶ τριὰς καὶ τὰ ἐφεξῆς λέγεται καὶ ἐπὶ διωρισμένου ποσοῦ, ὡς ὅταν ἐπ’ αὐτῶν τῶν ἀριθμῶν φέρηται, λέγεται δὲ καὶ ἐπὶ τοῦ συνεχοῦς, ὡς ὅταν ἐπὶ γραμμῆς ἢ ἐπιφανείας θεωρῶμεν ταῦτα. ἐνταῦθα οὖν ὡς ἐπὶ συνεχῶν τὸν λόγον ποιεῖται. ἐπιστῆσαι δὲ τούτῳ χρή, ὅτι ἕκαστον τῶν μεγεθῶν τούτων ἐκάλεσεν ἐξ οὗ τὸ πρὸ αὐτοῦ πλεονεκτεῖ,1 τὴν μὲν γραμμὴν μῆκος· πλεονεκτεῖ γὰρ τῷ μήκει τὸ σημεῖον· τὴν δὲ ἐπιφάνειαν πλάτος, ἐπειδὴ τούτῳ τὴν γραμμὴν πλεονεκτεῖ, τὸ δὲ στερεὸν βάθος· τούτῳ γὰρ διαφέρει τῆς ἐπιφανείας. ἔχει γὰρ καὶ ἡ ἐπιφάνεια μῆκος καὶ τὸ στερεὸν πλάτος καὶ μῆκος. οὐ μόνον δὲ τὸ συνεχὲς ποσὸν ἐκ τῆς τετράδος συνέστηκεν, ἀλλὰ πολλῷ πρότερον τὸ διωρισμένον· εἰ γὰρ πᾶς μὲν ὁ μετὰ τὴν δεκάδα ἀριθμὸς εἰς αὐτὴν ἀναλύεται, ἡ δεκάδος δὲ ἀρχὴ μονάς, δυάς, τριάς, τετράς, ἡ τετρὰς ἄρα καὶ τοῦ συνεχοῦς καὶ τοῦ διωρισμένου ἀρχή ἐστι.
“动物自身由一的相自身构成,”这就是说,由“一自身”且首要的一构成,并且“由最初的长、宽、深构成”。我们已经说过,“动物自身”是由最初的一、二以及其余的构成的,而其后的事物则按照比例〈由〉第二和第三构成的。然而,二、三及接续者不仅在离散量上被述说,如当它们应用于数字本身时;而且也在连续者上被述说,如当我们在一条线或面上考察它们时。因此在这里,他是如同关于连续者那样进行论述的。但必须注意这一点:他把这些量度中的每一者,都按照它胜过其前者的维度来命名。线被称为“长”,因为线在长上胜过点;面被称为“宽”,因为面在这一维度上胜过线;立体则被称为“深”,因为立体在这一维度上区别于面。因为面也具有长,而立体也具有宽和长。不仅连续量是由四构成的,而且离散量更是远在它之前如此构成的;因为如果十之后的每一个数都被还原为十,而十的本原是一、二、三、四,那么四就是连续者和离散者两者的本原。
"Τὰ δ’ ἄλλα ὁμοιοτρόπως." Τὰ ἄλλα ἤτοι 〈τὰ〉 μετὰ τὸ αὐτοζῷον ὁμοιοτρόπως, τουτέστι κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἐκ μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, ὡς ἤδη εἴρηται, ἀλλ’ οὐ τῆς πρώτης ἐξ ἧς τὸ αὐτοζῷον, ἢ τὰ ἄλλα παραδείγματα, οἷον τὸ αὐτοκαλόν, τὸ αὐτοάνθρωπος, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. γράφεται καὶ τὰς δὲ ἄλλας ὁμοιοτρόπως,2 καὶ εἴη ἂν τοῦτο ἀκόλουθον τῇ δευτέρᾳ ἐξηγήσει· τὰς ἄλλας γὰρ ἰδέας, τὴν ἀνθρώπου, τὴν ἀγγέλου.
“而其他事物则以同样的方式,”其他事物,即在“动物自身”之后的事物,以同样的方式,即按照同样的比例,如前所述,由一、二、三、四构成,但并非由“动物自身”所由构成的最初者构成;或者指其他范型,例如“美自身”、“人自身”,其余的也是如此。文本中也有写作“其他[理念]则以同样的方式”,这与第二种解释相一致;因为这指其他的理念,如人的理念、天使的理念。
"Ἔτι δὲ καὶ ἄλλως, νοῦν μὲν τὸ ἕν, ἐπιστήμην δὲ τὰ δύο· μοναχῶς γὰρ ἐφ’ ἕν·3 τὸν δὲ τοῦ ἐπιπέδου ἀριθμὸν δόξαν, αἴσθησιν δὲ τὸν τοῦ στερεοῦ." Τουτέστι καὶ κατὰ ἄλλην ἐπιβολὴν ἐκ τῶν αὐτῶν τούτων ἀριθμῶν ποιεῖ τὴν ψυχήν. ἡγούμενος γὰρ τῶν ὄντων τὰ μὲν νοητὰ εἶναι, τὰ δὲ ἐπιστητά, τὰ δὲ δοξαστά, τὰ δὲ αἰσθητά, τὸ μὲν ἓν τῷ νῷ ἀνετίθει, ὅς ἐστι τῶν νοητῶν ἀντιληπτικός· ἀδιαίρετος γὰρ οὗτος καὶ πάντη ἑαυτῷ ὅμοιος, ἅμα τῇ πρώτῃ ἐπιβολῇ ἀχρόνως νοῶν τὰ πράγματα· τὰ δὲ δύο τῇ ἐπιστήμῃ· σύνθετος μὲν γὰρ ἡ γνῶσις ἡ ἐπιστημονική, εἴ γε συλλογισμός τίς ἐστιν, μοναχῶς μέντοι γινομένη καὶ οὐ ποικίλως, τουτέστιν οὐκ ἄλλοτε ἄλλως, ἀλλ’ ἀεὶ ἀληθὴς καὶ ὡσαύτως ἔχουσα, διὰ μιᾶς ὁδοῦ τῶν προτάσεων ἐφ’ ἓν τέλος τὸ συμπέρασμα ἀγομένη. τὸν δὲ τρία ἀριθμὸν τῇ δόξῃ ἀπένειμεν· οὐ γὰρ μοναχῶς ἡ δόξα γίνεται ὥσπερ ἡ ἐπιστήμη· ἔστι γὰρ καὶ ἀληθὴς δόξα καὶ ψευδής, ἐπιστήμη δὲ πᾶσα ἀληθής. πῶς δὲ οἰκεῖος ὁ τρία ἀριθμὸς τῇ δόξῃ, εἴπομεν. τὸν δὲ τέσσαρα τῇ αἰσθήσει διὰ τὴν εἰρημένην αἰτίαν. ἔλεγεν οὖν διὰ τοῦτο ἐκ τούτων τὴν ψυχὴν οὖσαν, μονάδος, δυάδος, τριάδος, τετράδος, γινώσκειν τὰ πάντα διὰ τὴν πρὸς αὐτὰ οἰκειότητα. διὰ τί δὲ εἰπὼν ὅτι τὸ μὲν ἓν νοῦν ἔλεγε, τὰ δὲ δύο ἐπιστήμην, οὐκέτι εἶπε τὰ δὲ τρία δόξαν, ἀλλ’ εἶπε τὸν τοῦ ἐπιπέδου ἀριθμόν; λέγομεν οὖν ὅτι τὸ ἓν καὶ τὰ δύο ἀριθμοὶ οὔκ εἰσι. κατὰ μὲν γὰρ τὸν ὁρισμὸν τοῦ ἀριθμοῦ τὸν λέγοντα ὅτι ἀριθμός ἐστι τὸ ἐκ μονάδων συναγόμενον πλῆθος δόξειεν εἶναι καὶ ἡ δυὰς ἀριθμός, τῇ δὲ ἀληθείᾳ οὐκ ἔστιν· οὐ γάρ ἐστι πλῆθος μονάδων· τὸ γὰρ πλῆθος πρώτως ἐπὶ τοῦ τρία. ἄλλως τε πᾶς ἀριθμὸς πολλαπλασιαζόμενος μείζων γίνεται ἢ συντιθέμενος, οἷον τρία μὲν καὶ τρία ἓξ γίνεται, τρὶς δὲ τὰ τρία ἐννέα, καὶ οὕτως ἐπὶ πάντων. ἡ δὲ μονὰς ἔμπαλιν πολλαπλασιαζομένη ἥττων γίνεται ἢ συντιθεμένη· ἓν μὲν γὰρ καὶ ἓν δύο, ἅπαξ δὲ τὸ ἓν ἓν γίνεται· καὶ ἡ δυὰς δὲ πολλαπλασιαζομένη καὶ συντιθεμένη ἴση γίνεται· δύο γὰρ καὶ δύο καὶ δὶς τὰ δύο ἀμφοτέρως τέσσαρα γίνεται. οὐκ ἄρα ἀριθμὸς οὔτε ἡ μονὰς οὔτε ἡ δυάς· ὥστε πρῶτοι ἀριθμοὶ ἡ τριὰς καὶ ἡ τετράς, ὁ μὲν τῶν περιττῶν, ὁ δὲ τῶν ἀρτίων· μονὰς δὲ καὶ δυὰς ἀρχαὶ ἀριθμῶν.
“此外还以另一种方式,将一当作理智,将二当作科学知识——因为它是以单一方式朝向一的——将平面的数当作意见,将立体的数当作感觉。” 这就是说,按照另一种看法,他也由这些相同的数来构造灵魂。因为他认为在存在者中,有些是可理知的,有些是可知晓的,有些是可形成意见的,有些是可感觉的,他便将一归于理智,理智是能够把握可理知物的;因为理智是不可分的,完全与自身相似,在最初的直观中非时间性地认识事物;将二归于科学知识;因为基于科学知识的认识若是某种推论,固然是复合的,然而却是以单一方式生成而不是多样的,也就是说,并非在不同时刻表现不同,而是始终真实且保持同一状态,通过前提这一单一途径被引向结论这单一的目的。他把三这个数分配给意见;因为意见并不像科学知识那样以单一方式生成;因为既有真实的意见也有虚假的意见,但所有的科学知识都是真实的。三这个数如何适合于意见,我们已经说明了。而由于上述原因,他把四分配给感觉。因此他说,正因如此,灵魂由于由这些——一、二、三、四——构成,凭借与它们的亲缘关系而认识万物。然而,为什么在说了他把一称为理智、把二称为科学知识之后,他不再说把三称为意见,而是说“平面的数”呢?因此我们回答说,一和二不是数。因为按照断言“数是由诸单位汇集成的多数”这一数的定义,二似乎也是数,但按真相来说它并不是;因为它并不是单位的多数;因为多数首先出现于三。此外,每个数在相乘时都变得比相加时更大,例如三加三等于六,而三乘以三等于九,在所有数中皆是如此。然而相反,一在相乘时变得比相加时更小;因为一加一等于二,而一乘以一等于一;而二在相乘和相加时是相等的;因为二加二与二乘以二两者都等于四。因此,一和二都不是数;所以最初的数是三和四,前者是奇数中的第一个,后者是偶数中的第一个;而一和二是数的本原。
- 1.69ἐξ οὗ τὸ πρὸ αὐτοῦ πλεονεκτεῖ
关系代词 οὗ 缺少明确的先行词,在关系从句中表示动词 πλεονεκτεῖ 的限制性补足成分(即在哪个方面超出),意为“按照其超出前者的那一属性/维度”。
- 1.70γράφεται καὶ τὰς δὲ ἄλλας ὁμοιοτρόπως
阴性宾格复数 τὰς δὲ ἄλλας 提示了标引文本(404b21)的异读。语境中省略的阴性名词为 ἰδέας,后文的解释“τὰς ἄλλας γὰρ ἰδέας”直接证实了这一补充。
- 1.71μοναχῶς γὰρ ἐφ’ ἕν
引自亚里士多德原文(404b22)。句中省略了运动或趋向的动词,介词短语 ἐφ’ ἕν 表示“朝向单一的目标(或结论)”。斐洛波诺斯在后文中将其解释为通过前提的单一路径被引向作为单一终点的结论。
