← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§6.25-8.12

植物性能力的界定及其与欲望能力的区别

斐洛庞努斯界定了由营养、增殖、生殖组成的植物性能力,解释了灵魂能力的层级结构(领受上位能力必须以具备下位能力为前提)以及为保持物种永恒性而进行生殖的必然性。随后,他从是否伴随感觉与认识、以及所追求的目的(是单纯的营养繁殖还是快乐)的角度,阐明了欲望与植物性能力之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

Παρὰ δὲ ταύτας εἰσὶν αἱ φυτικαὶ καλούμεναι· αὗται δέ εἰσι τρεῖς, θρεπτικὴ αὐξητικὴ γεννητική. φυτικαὶ δὲ καλοῦνται, διότι αὗται μόναι ἐν τοῖς φυτοῖς ὁρῶνται· καὶ γὰρ τρέφονται ἀρδευόμενα καὶ κοπριζόμενα καὶ αὔξεται καὶ γεννᾷ ὅμοιον ἑαυτοῖς· ἄμπελος γὰρ ἐξ ἀμπέλου καὶ ἐλαία ἐξ ἐλαίας. Ὡς οὖν ἀνακεφαλαιωσάμενον εἰπεῖν,1 ἐσμὲν καὶ ἄνθρωποι καὶ ζῷα καὶ ἔμψυχα· καὶ ὡς μὲν ἄνθρωποι τὰς λογικὰς ἃς ἀπηριθμήσαμεν δυνάμεις ἔχομεν, ὡς δὲ ζῷα τὰς ἀλόγους, ὡς δὲ ἔμψυχα τὰς φυτικάς. ἔμψυχα γὰρ λέγομεν καὶ τὰ φυτά· ἐμψύχων γὰρ τὸ αὔξεσθαι καὶ τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς. λέγονται γοῦν καὶ αὐτὰ ζῆν τε καὶ τεθνάναι· ἡ δὲ ζωὴ καὶ ὁ θάνατος παρουσίᾳ καὶ ἀπουσίᾳ τῆς ψυχῆς γίνεται. ὅσα μὲν οὖν ἔχουσι τὰς κρείττους ζωάς, ἐξ ἀνάγκης καὶ τὰς καταδεεστέρας, οὐκέτι δὲ καὶ ἔμπαλιν· οὐ γὰρ δυνατὸν ἔχειν τὰς λογικὰς δυνάμεις μὴ πρότερον ἐσχηκότας τὰς καταδεεστέρας. ἀμέλει καὶ τῶν αἰσθήσεων οὐκ ἔστι μετασχεῖν τῆς κρείττονος τὸν μὴ μετασχόντα τῆς χείρονος·2 ὅσα γοῦν μετέχει ὄψεως, ταῦτα καὶ ἀκοῆς καὶ τῶν λοιπῶν, καὶ ὅσα ἀκοῆς, ταῦτα καὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς μετέχοντα, οὐ πάντως δὲ καὶ ὄψεως, ὡς καὶ ὁ σπάλαξ· ἀμέλει εἰσί τινα μόνης ἁφῆς μετέχοντα, οἷον οἱ σπόγγοι. ὥστε οὐκ ἔστι μετασχεῖν τῆς κρείττονος τὸν μὴ τῆς ἐλάττονος μετασχόντα. τοῦτο δὲ οὐχ ὅτι δέονται τῶν χειρόνων αἱ κρείττους, ἵνα ὑποστῶσιν, ἀλλὰ τοὐναντίον τὸ σῶμα οὐ δύναται3 μετασχεῖν τῶν κρειττόνων μὴ πρότερον μεταλαβὸν τῶν καταδεεστέρων· οὐ δύναται γὰρ τὸ σῶμα μεταλαβεῖν τῆς ἀλόγου μὴ πρότερον μεταλαβὸν τῆς φυτικῆς, οὐδὲ τῆς λογικῆς μὴ τούτων ἀμφοτέρων μεταλαβόν. ἐπειδὴ γὰρ ἔδει μηδὲν τῶν εἰδῶν φθείρεσθαι, ἵνα μὴ ἀτελὲς ᾖ τὸ πᾶν (πλήρωμα γάρ ἐστι τῶν εἰδῶν ὁ κόσμος) ἀδύνατον δὲ ἦν τὰ ἐνταῦθα τὰ αὐτὰ μένειν τῷ ἀριθμῷ, γεννητά γε ὄντα καὶ φθαρτά, μετέσχε καὶ αὐτὰ τῆς ἀιδιότητος, ὡς ἠδύνατο, ἐπειδὴ καὶ πάντα ἐφίεται τῆς τοῦ πρώτου ἀιδιότητος ὡς οἰκείας ἀρχῆς καὶ μετέχει ταύτης ἕκαστον κατὰ τὰ ἑαυτοῦ μέτρα. διὰ τοῦτο οὖν καὶ τὰ ἐνταῦθα ὄντα κατ’ ἀριθμὸν ἀίδια μὴ δυνηθέντα εἶναι τῷ γεννᾶν ἕκαστον οἷον αὐτὸ μετέχει τῆς ἀϊδιότητος· καὶ τοῦτό ἐστι τὸ σκοπιμώτατον ἔργον τῆς φύσεως, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο οἷον αὐτό. ἐπειδὴ τοίνυν δεόμεθα γεννήσεως, ἡ δὲ γεννητικὴ δύναμις ἐν ὡρισμένῳ γίνεται μεγέθει, διὰ τοῦτο δεόμεθα τῆς αὐξήσεως. ἐπειδὴ δὲ ἡ αὔξησις γίνεται διὰ τροφῆς, δεόμεθα τῆς θρεπτικῆς δυνάμεως. διὰ ταῦτα μετέχομεν τῶν φυτικῶν δυνάμεων καὶ ἡμεῖς καὶ τὰ ἄλογα. ὥστε ὅταν μὲν ἐνεργῶμεν κατὰ ταύτας τὰς δυνάμεις, ὡς φυτὰ ἐνεργοῦμεν, ὅταν δὲ κατὰ θυμὸν καὶ ἐπιθυμίαν, ὡς ἄλογα ζῷα· μόνως δὲ ὡς ἄνθρωποι ἐνεργοῦμεν, ὅταν τῷ λόγῳ κεχρήμεθα. διὸ καὶ ὁ Πλωτῖνος πάνυ θείως εἶπεν ὡς ὅσοι ἐμμανῶς κατὰ τὰς θρεπτικὰς δυνάμεις ἐνεργοῦσιν, οὗτοι κινδυνεύουσιν ἀποδενδρωθῆναι. Ἄξιον δὲ ἐπισκέψασθαι, τίς ἡ διαφορὰ τῆς ἐπιθυμίας πρὸς τὰς φυτικὰς δυνάμεις γεννητικήν τε καὶ θρεπτικήν· οὐδὲ γὰρ ὁρῶμεν τὴν ἐπιθυμίαν περὶ ἄλλο τι ἐνεργοῦσαν ἢ περὶ τροφὰς καὶ γεννητικὰς δυνάμεις, ὥστε κινδυνεύει ἡ ἐπιθυμία ταὐτὸν εἶναι ταῖς φυτικαῖς δυνάμεσι. τί οὖν φαμεν; οὐκ ἔστι ταὐτόν· ἡ μὲν γὰρ ἐπιθυμία μετὰ αἰσθήσεως ἐνεργεῖ, αἱ δὲ φυτικαὶ δυνάμεις ἄνευ αἰσθήσεως. διὸ καὶ τὰ ἄλογα τὰ θήλεα ἑωρακότα κινεῖται εἰς ὄρεξιν, ὥστε μετὰ γνώσεώς τινος ἡ ἐπιθυμία. ἀλλ’ οὐχ αἱ φυτικαὶ ἐνέργειαι οὕτως· ἀμέλει καὶ καθεύδοντες πολλάκις ἐκκρίνομεν τὸ σπέρμα, μηδεμιᾶς αἰσθήσεως μηδὲ φαντασίας προηγησαμένης, δηλονότι κατὰ τὰς φυτικὰς δυνάμεις ἐνεργήσαντες. ὥσπερ γὰρ ὅταν ὁ λόγος ἀνδραποδισθῇ ὑπὸ τῆς ἀλογίας, καὶ αὐτὸς κινεῖ πᾶσαν μηχανὴν εἰς ἐκπλήρωσιν τροφῆς καὶ ἀφροδισίων, καὶ οὐ παρὰ τοῦτό φαμεν ταὐτὸν εἶναι τὸν λόγον ταῖς φυτικαῖς δυνάμεσιν, οὕτω φαμὲν καὶ ἐπὶ τῆς ἐπιθυμίας.4 ἀλλὰ τῶν μὲν φυτικῶν δυνάμεων ἴδιον τὸ ἁπλῶς τροφῆς ἐφίεσθαι καὶ γονῆς ἀνεπαισθήτως, τῆς δὲ ἐπιθυμίας τὸ τοιᾶσδε τροφῆς καὶ τοιᾶσδε μίξεως, καὶ ἁπλῶς τοῦ ἡδέος. τί οὖν; ἓν καὶ ταὐτὸν τῶν δύο δυνάμεων ἀποτέλεσμα, τῆς ἐπιθυμίας καὶ τῆς φυτικῆς δυνάμεως; λέγω ὅτι οὐχ ἕν, ἀλλὰ τῆς μὲν ἁπλῶς ἡ τροφὴ ἢ ἡ γονή, τῆς ἐπιθυμίας δὲ τέλος ἡ ἡδονή. ἔστι δὲ τοῦτο τὸ τέλος τῆς ἐπιθυμίας, ἵν’ ὡς εἶπον τῇ ἐφέσει ταύτῃ τόν τε κλῆρον ἡμῶν φυλάττωμεν καὶ τὴν τοῦ γένους διαδοχήν.

除这些之外,还有所谓的植物性能力;它们有三种:营养能力、增殖能力、生殖能力。它们被称为植物性的,是因为这些能力仅在植物中可见;因为植物同样通过灌溉和施肥获得营养,并且生长并繁育出与自身相似之物;因为葡萄树生自葡萄树,橄榄树生自橄榄树。 总括而言,我们既是人类,也是动物,还是有生气的存在者(具魂者)。作为人类,我们拥有我们已经列举的理性能力;作为动物,我们拥有非理性能力;而作为具魂者,我们拥有植物性能力。因为我们甚至把植物也称为具魂者;因为生长、获取营养以及繁育与自身相似之物乃属于具魂者。确实,植物自身也被说成既能活着也能死去;而生命与死亡是由于灵魂的临在与离开而产生的。 因此,凡拥有较优越生命者,必然也拥有较低下者,但反过来却不再成立;因为未曾先拥有较低下诸能力者,不可能拥有理性能力。固然在感觉方面也是如此,未曾分有较劣感觉者,不可能分有较优感觉;无论如何,凡分有视觉之物,同样分有听觉及其他感觉;凡分有听觉之物,同样分有嗅觉、味觉和触觉,但并不必然在所有情况下都分有视觉,比如鼹鼠;确实存在某些仅分有触觉的事物,例如海绵。因此,未曾分有较劣感觉者,不可能分有较优感觉。 这并不是因为较优越的能力为了持存而需要较劣的能力,而是相反,物体若未曾预先领受较低下的能力,便无法分有较优越的能力;因为物体若未曾预先领受植物性灵魂,便无法领受非理性灵魂;若未领受这两者,也无法领受理性灵魂。因为既然任何形式都不应毁灭,以免整体归于不完满(因为宇宙乃是诸形式的充盈),而此处的诸事物作为生成且可毁灭之物,在数量上保持同一又是不可能的,于是它们也尽其所能地分有了永恒性,因为万物皆向往作为固有本原的第一者的永恒性,并各自根据自身的尺度分有它。因此,此处的存在者虽无法在数量上永恒,却通过每一者繁育出如自身一般的存在而分有了永恒性;而这乃是自然最富于意图的造作:使自然事物中的每一者繁育出另一个如自身一般的存在。 既然我们需要生殖,而生殖能力是在确定的体量中形成的,因此我们需要增殖。既然增殖是通过营养而实现的,我们便需要营养能力。由于这些原因,我们与非理性动物都分有着植物性能力。因此,每当我们依照这些能力活动时,我们乃是作为植物在活动;而每当我们依照气概与欲望活动时,则是作为非理性动物在活动;我们唯独在使用理性时,才是作为人在活动。因此普罗提诺也极其神圣地说,那些疯狂地依照营养能力活动的人,面临着化为树木的危险。 然而值得考察的是,欲望与作为生殖和营养的植物性能力之间的区别是什么;因为我们也未曾见到欲望在食物和生殖能力之外运作,以至于欲望面临着与植物性能力同一的危险。那么我们该说什么呢?它们并非同一;因为欲望是伴随着感觉而运作的,而植物性能力则是在没有感觉的情况下运作的。因此,非理性动物在看见雌性时才被推动产生欲求,从而欲望是伴随着某种认识的。但植物性的活动却非如此;确实,即便我们在睡眠时,在没有任何感觉或表象先行的情况下,我们也常常排出精液,这显然是在依照植物性能力活动。因为正如当理性被非理性奴役时,它自身也会调动一切策略来满足食物和性事,我们却并不因此说理性与植物性能力同一,我们在欲望的事情上也同样如此说。相反,植物性能力所固有的,乃是无感觉地单纯渴望食物与繁衍,而欲望所固有的,则是渴望这般特定的食物和这般特定的结合,并且单纯渴望快适之物。那么又如何呢?欲望与植物性能力这两种能力的结果是一而同一的吗?我说不是同一个,对于植物性能力而言结果仅仅是食物或繁育,而对于欲望而言其目的乃是快乐。而欲望的这一目的之所以存在,正如我所言,是为了让我们通过这种向往既保守我们的份地,又维持种族的延续。

语法注4 条
  1. 1.0Ὡς οὖν ἀνακεφαλαιωσάμενον εἰπεῖν

    此处为绝对不定式结构(ὡς... εἰπεῖν),表示习惯性的插入语限制“总括而言”。分词 ἀνακεφαλαιωσάμενον 为阳性单数宾格,与不定式隐含的泛指主语一致。

  2. 1.0οὐκ ἔστι μετασχεῖν τῆς κρείττονος τὸν μὴ μετασχόντα τῆς χείρονος

    非人称动词 ἔστι(“能够”、“可能”)支配不定式 μετασχεῖν,不定式的逻辑主语是带冠词的分词 τὸν μὴ μετασχόντα(宾格)。属格 τῆς κρείττονος 与 τῆς χείρονος 则由表示分有的动词(μετασχεῖν / μετασχόντα)所支配。

  3. 1.0τοῦτο δὲ οὐχ ὅτι δέονται τῶν χειρόνων αἱ κρείττους, ἵνα ὑποστῶσιν, ἀλλὰ τοὐναντίον τὸ σῶμα οὐ δύναται

    省略了主要谓语动词的结构(“这并不是因为……而是相反……”)。由 οὐχ ὅτι 引导的从句给出被否定的理由,转折副词短语 ἀλλὰ τοὐναντίον 则引出直接陈述的主句以说明真正的原因。

  4. 1.0ὥσπερ γὰρ ὅταν ὁ λόγος ἀνδραποδισθῇ ὑπὸ τῆς ἀλογίας, καὶ αὐτὸς κινεῖ πᾶσαν μηχανὴν εἰς ἐκπλήρωσιν τροφῆς καὶ ἀφροδισίων, καὶ οὐ παρὰ τοῦτό φαμεν ταὐτὸν εἶναι τὸν λόγον ταῖς φυτικαῖς δυνάμεσιν, οὕτω φαμὲν καὶ ἐπὶ τῆς ἐπιθυμίας.

    由 ὥσπερ... οὕτω 构成的类比句。在 ὥσπερ 从句内部包含一个时间/条件从句(ὅταν...),其归结句中的 καὶ αὐτός 起到强调主语(“理性自身”)的作用。主句为简练的 οὕτω φαμὲν καὶ ἐπὶ τῆς ἐπιθυμίας,其骨架在于将“理性纵使服务于营养性目的也不等同于植物性能力”与欲望的情形进行类比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:6.25-8.12