- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:77.11-78.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐述了从“动物自身”派生的存在层级与四联本原的对应关系,论证了可感觉界中的几何学对应(点、线、面、立体),并解释了灵魂的四种认识能力(理智、推论思维、意见、感觉)如何与一至四相对应,以便认识一切存在者。
ὥσπερ γὰρ καὶ ἀριθμοὶ δεκαδικοὶ πάντα, οὕτω καὶ ἐκ μονάδος καὶ δυάδος καὶ τριάδος 〈καὶ τετράδος〉· ἀλλὰ τὸ μὲν αὐτοζῷον ἐκ τῆς πρώτης μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, τὰ δὲ ἄλλα τὰ μετὰ τὸ αὐτοζῷον κατὰ ἀναλογίαν τῆς ἀποστάσεως ἧς ἀφεστήκασιν1 ἀπὸ τοῦ αὐτοζῴου, οὕτω καὶ ἀπὸ τῶν ἀρχῶν ἀφεστήκασιν. οὐ γὰρ τὴν αὐτὴν ἀπόστασιν ἀφεστήκασιν ἐκ τοῦ αὐτοζῴου τά τε θεῖα καὶ ἀθάνατα ζῷα καὶ τὰ θνητά. οὐκοῦν τὰ μὲν θεῖά εἰσι καὶ αὐτὰ ἐκ τῆς δευτέρας μονάδος καὶ δευτέρας δυάδος, καὶ ὁμοίως τριάδος καὶ τετράδος, καὶ οὕτως ἀεὶ κατὰ τὴν ἀναλογίαν τῆς ἀποστάσεως τοῦ αὐτοζῴου καὶ ἡ ἀπόστασις γίνεται τῶν ἀρχῶν. εἶναι οὖν ἔλεγε τὰς τετραδικὰς ταύτας ἀρχὰς καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς φυσικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς, καὶ διὰ τοῦτο ἐπειδὴ ἡ ψυχὴ γινώσκει πάντα ταῦτα, εἶναι καὶ αὐτὴν ἐκ τῶν αὐτῶν ἀρχῶν, μονάδος, δυάδος, τριάδος, τετράδος. τίνα μὲν οὖν ἐν τοῖς νοητοῖς ἔλεγε μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα, θεολογίας ἂν εἴη λέγειν· ἀλλ’ οὐδὲ τὴν ἐν τοῖς φυσικοῖς προχείρως ἔχομεν λέγειν. εἴποι δ’ ἄν τις κἀν τούτοις τὴν τετράδα, διότι δ εἴδη ζῴων ὁρᾶται ἐν τῷ κόσμῳ, οὐρανίων, ἀερίων, χθονίων, ἐνύδρων. // ἐν δὲ τοῖς αἰσθητοῖς μονάδα μὲν λαμβάνει τὸ σημεῖον, δυάδα δὲ τὴν γραμμήν, τριάδα δὲ τὸ ἐπίπεδον καὶ τετράδα τὸ στερεὸν αὐτό· αὗται γὰρ ἀρχαὶ τοῦ σώματος. μονάδα μὲν οὖν τὸ σημεῖον ὡς ἀμερές· τὴν δὲ δυάδα γραμμήν, ἐπειδὴ τὸ σημεῖον ῥυὲν ἐγέννησε τὴν γραμμήν, ἥτις ὑπὸ δύο σημείων περατοῦται καὶ ἔστι μῆκος ἀπλατές· τὴν τριάδα δὲ τὸ ἐπίπεδον, ἢ διὰ τὸ πρῶτον εἶναι τῶν σχημάτων τὸ τρίγωνον ἢ ὅπερ καὶ μᾶλλον, ὅτι ὥσπερ τὸ σημεῖον ῥυὲν ἐποίησεν ἐκ τῆς κατὰ μῆκος διαστάσεως ἕτερον σημεῖον, ἐὰν τὸ αὐτὸ τοῦτο σημεῖον ῥυῇ καὶ κατὰ πλάτος, γεννήσει πάλιν ἕτερον σημεῖον, ὥστε γίνεται τρία σημεῖα, ἓν μὲν τὸ πέρας τοῦ μήκους, ἕτερον δὲ τὸ πέρας τοῦ πλάτους, καὶ τρίτον τὸ κοινὸν ἀμφοῖν. τετράδα δὲ αὐτὸ τὸ στερεόν, ἤτοι πάλιν ὅτι πρῶτον τῶν στερεῶν σχημάτων ἡ πυραμίς, ἥτις γίνεται ἐκ τεσσάρων τριγώνων, ἢ πάλιν κατὰ τὴν αὐτὴν ἀναλογίαν· ὡς γὰρ τὸ σημεῖον ῥυὲν κατὰ μῆκος ἐγέννησεν ἄλλο σημεῖον, καὶ πάλιν καὶ κατὰ πλάτος ῥυὲν ἐγέννησεν ἕτερον, οὕτως ἐὰν ῥυῇ κατὰ βάθος, γεννήσει πάλιν ἄλλο, ὥστε τέσσαρα γενήσονται σημεῖα. δεῖ δὲ νοεῖν τὴν τοῦ βάθους εὐθεῖαν μετεωριζομένην. οὕτω μὲν οὖν ἐν τοῖς αἰσθητοῖς μονάς, δυάς, τριάς, τετρὰς ὑπάρχει. ἐπειδὴ οὖν ἡ ψυχὴ πάντα τὰ ὄντα γινώσκει, καὶ αὐτὴν εἰκότως ἐκ τῶν ἀρχῶν τούτων ἔλεγεν εἶναι, ἵνα γινώσκῃ πάντα. εἶναι οὖν ἐν αὐτῇ μονάδα μὲν τὸν νοῦν, δι’ οὗ τῶν νοητῶν τὰς ἀντιλήψεις ποιεῖται· ἀμερὴς γὰρ ὁ νοῦς ἁπλῇ ἐπιβολῇ γινώσκων τὰ πράγματα· δυάδα δὲ τὴν διάνοιαν· ἔχει γὰρ αὕτη τὸ ποθέν ποι· διανύει γὰρ ὁδόν τινα καὶ μεταβαίνει ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα. τριάδα δὲ τὴν δόξαν, διότι αὕτη ὁρμήσασα δοξάσαι τι διστάζει καὶ οἱονεὶ σχιστὴν ὁδὸν ποιεῖται, πότερον ὧδε ἢ ὧδε τραπείη. ὥσπερ ὁδόν τινα ἀνύσας,2 εἶτα εἰς ὁδὸν σχιστὴν ἐμβαλὼν καὶ ἀπορῶν, πότερον τῇδε ἢ τῇδε τραπείη, οὕτω καὶ ἡ δόξα ὑποθέσει τινὶ χρησαμένη, εἶτα δοξάσαι τι περὶ ταύτης θέλουσα ἐφ’ ἑκάτερα τῇ ἀπορίᾳ τρέπεται ἀποροῦσα, εἴτε ἡ κατάφασις ἀληθὴς εἴτε ἡ ἀπόφασις· θελήσασα γὰρ σχεῖν ἡντιναοῦν ἔννοιαν περὶ ψυχῆς καὶ ἅπαξ εἰς τοῦτο ὁρμήσασα λαβοῦσά τε ὅ ἐστιν ἡ ψυχὴ διστάζει καὶ διαιρεῖται, πότερον θνητὴν αὐτὴν δεῖ νοεῖν ἢ ἀθάνατον, ἢ πάλιν σῶμα ἢ ἀσώματον, καὶ οὕτως ἐπὶ πάντων. τὴν δὲ τετράδα τὴν αἴσθησιν, ἐπειδὴ ἡ μὲν τετρὰς ἐν τοῖς αἰσθητοῖς τὸ σῶμα ἐδήλου, ἡ δὲ αἴσθησις σωματοειδεστάτη ἐστὶ τῶν γνώσεων τῆς ψυχῆς· τοῦ μερικοῦ γὰρ ἀντιλαμβάνεται· ἄνευ γὰρ σώματος οὐδὲν γινώσκει. οὐ δεῖ δὲ ἀπορεῖν, εἰ τὴν φαντασίαν παρελείπομεν· περιείληπται γὰρ ἐν τῇ αἰσθήσει, ἐπειδὴ καὶ τὰς ἀρχὰς ἐξ αὐτῆς ἔχει.
因为正如万物是十进数一样,它们同样也是由一、二、三〈和四〉构成的;但“动物自身”是由最初的一、二、三和四构成的,而“动物自身”之后的其他事物,则按照它们距“动物自身”相隔距离的比例,同样距本原相隔相应的距离。因为神圣不朽的动物和会死的动物与“动物自身”相隔的距离并不相同。因此,神圣者自身也是由第二的一和第二的二、同样由第二的三和第二的四构成的,依此类推,距本原的距离总是按照距“动物自身”相隔距离的比例而产生的。因此他说,这四联本原既存在于可知物中,也存在于自然物中,也存在于可感觉物中,并且由于灵魂认识所有这些事物,因而灵魂自身也是由同样的本原构成的:一、二、三、四。至于在可知物中他把什么称为一、二、三和四,这当属于神学来讨论;但在自然物中的情况我们也无法随口说出。然而有人也可以说四同样存在于这些事物之中,因为在宇宙中可以看到四种动物:天上的、空中的、陆地的、水中的。 在可感觉物之中,他把点当作一,把线当作二,把面当作三,把立体本身当作四;因为这些是物体的本原。一作为不可分者是点;二则是线,因为点流动便产生了线,线由两个点限定,是无宽度的长度;三则是面,要么是因为三角形是图形中的第一者,要么——这更是原由所在——是因为正如点流动依据长度维度的伸展造出另一个点,如果这同一个点再沿宽度流动,它将再次产生另一个点,从而生成三个点:一个是长度的端点,另一个是宽度的端点,第三个是两者共有的端点。四则是立体本身,要么又是因为棱锥体是立体图形中的第一者,它由四个三角形构成;要么又是按照同样的类比:因为正如点沿长度流动产生了另一个点,再次沿宽度流动又产生了另一个,照此若是沿深度流动,它将再次产生另一个,从而将生成四个点。但必须将深度的直线设想为向上耸起的。因此,一、二、三、四就是这样存在于可感觉物之中的。所以,既然灵魂认识一切存在者,他合乎情理地说灵魂自身也是由这些本原构成的,以便它认识万物。因此在灵魂之中,作为一的是理智,灵魂通过它获得对可知物的把握;因为理智是不可分的,通过单纯的直观认识事物;作为二的是推论思维;因为它具有“从某处到某处”的特征;因为它走过一条道路,从前提过渡到结论。作为三的是意见,因为意见在出发去对某物形成看法时犹豫不决,仿佛造出一条分岔的道路,思忖究竟应当转向这里还是那里。正如一个人走完某条道路,接着进入一条分岔的道路并陷入困惑,不知应当转向这边还是那边一样,意见在采用某一假说之后,继而欲对之形成看法时,也在困惑中转向两端,不知是肯定为真还是否定为真;因为在欲对灵魂抱有某种观念、一旦为此出发并把握了灵魂是什么之后,它便犹豫并分化开来,不知应当将灵魂设想为会死的还是不朽的,或者设想为物体还是非物体的,而在一切事情上皆是如此。而作为四的则是感觉,因为可感觉物之中的四表示物体,而感觉是灵魂的诸认知能力中最具有物体性质的;因为它把握个别之物;因为若是没有物体它就一无所知。如果我们略去了想象,也不必感到困惑;因为想象已经包含在感觉之中,既然它也是从感觉中获得其本原的。
- 1.68ἧς ἀφεστήκασιν
关系代词受先行词 τῆς ἀποστάσεως 吸引而变为属格。动词 ἀφεστήκασιν 本应带同族宾格/内部宾格(ἀπόστασιν),但关系代词 ἥν 被先行词的属格吸引而变为 ἧς。
- 1.68ὥσπερ ὁδόν τινα ἀνύσας
承接前文分岔路比喻的破格句或省略句。句中未明确给出主语,ὁδόν τινα ἀνύσας 作为泛指的分词短语(“正如走完某条道路的[人]一样”),与后文的主句 οὕτω καὶ ἡ δόξα... 相呼应。
