- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:75.32-77.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了亚里士多德在《论哲学》(即《论善》)中记述的柏拉图与毕达哥拉斯派关于形式即数的学说,解释了构成十的一、二、三、四这四联本原如何在整体与个别层面分别对应于“动物自身”以及可知觉、自然与可感觉的存在者。
" Ὁμοίως δὲ καὶ ἐν τοῖς Περὶ φιλοσοφίας λεγομένοις διωρίσθη." Τὰ Περὶ τἀγαθοῦ ἐπιγραφόμενα Περὶ φιλοσοφίας λέγει· ἐν ἐκείνοις δὲ τὰς ἀγράφους συνουσίας τοῦ Πλάτωνος ἱστορεῖ ὁ Ἀριστοτέλης· ἔστι δὲ γνήσιον αὐτοῦ τὸ βιβλίον. ἱστορεῖ οὖν ἐκεῖ τὴν Πλάτωνος καὶ τῶν Πυθαγορείων περὶ τῶν ὄντων καὶ τῶν ἀρχῶν αὐτῶν δόξαν. λέγει οὖν φάσκειν αὐτοὺς ὅτι τὰ εἴδη ἀριθμοί εἰσιν, ἀριθμοὶ δὲ δεκαδικοί· ἕκαστον γὰρ τῶν εἰδῶν δεκάδα ἔλεγον. ἀριθμοὺς μὲν οὖν ἐκάλουν τὰ εἴδη ἢ ὅτι, ὥσπερ ὁ ἀριθμὸς μετρεῖ καὶ ὁρίζει τὰ ὑποκείμενα, οὕτω καὶ τὰ εἴδη μετρητικά ἐστι καὶ ὁριστικὰ τῆς ὕλης (ἀόριστον γὰρ οὖσαν καθ’ αὑτὴν ἐγγενόμενα ἐν αὐτῇ ὁρίζει αὐτὴν καὶ περιγράφει)1 ἢ ὅτι, ὥσπερ οἱ ἀριθμοὶ πάντες ἐκ μιᾶς εἰσιν ἀρχῆς τῆς μονάδος παρηγμένοι, οὕτω καὶ τὰ εἴδη ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς παράγεται. ἀριθμοὶ μὲν οὖν διὰ τοῦτο, δεκαδικοὶ δὲ διὰ τὴν τελειότητα τῶν εἰδῶν. τέλειος γὰρ ἀριθμὸς ὁ δέκα·2 περιέχει γὰρ πάντα ἀριθμὸν ἐν αὑτῷ· οἱ γὰρ μετὰ τὴν δεκάδα εἰς τοὺς ἀπὸ μονάδος πάλιν ἀνακάμπτουσι· διὸ καὶ δεκὰς ἐκλήθη, οἱονεὶ δεχάς τις οὖσα. ἀρχὰς δὲ τῶν εἰδῶν τούτων ἔλεγε τὴν μονάδα καὶ δυάδα καὶ τριάδα καὶ τετράδα, διότι οἱ ἀπὸ μονάδος συντιθέμενοι μέχρι τῆς τετράδος ποιοῦσι τὸν δέκα· α, β, γ, δ γίνεται δέκα. εἶναι οὖν ἔλεγε τὰς τετραδικὰς ταύτας ἀρχὰς καὶ κοινῶς ἐν πᾶσι τοῖς οὖσι καὶ ἰδίᾳ, ἔν τε τοῖς νοητοῖς καὶ ἐν τοῖς φυσικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς. κοινῶς μὲν οὖν ἐπὶ πάντων μονὰς μὲν τὰ νοητά (ἀμερὴς γὰρ ἐκείνων οὐ μόνον ἡ οὐσία, ἀλλὰ καὶ ἡ ἐνέργεια, ἐν στάσει καὶ ἀκινησίᾳ θεωρουμένη) δυὰς δὲ [καὶ] ἡ ἐπιστήμη ἢ τὰ ἐπιστημονικά· ὡρισμένως γὰρ τὸ ἀπό του ἐπί τι ἔχει. ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· οὐκ ἔστι γὰρ ἐπιστήμη ἀόριστος· ἔνθεν γὰρ καὶ ἐπιστήμη ἐκλήθη, παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς ἄγειν. τριὰς δὲ τὰ φυσικὰ καὶ δοξαστά· φυσικὰ δέ φημι τὰ καθόλου ἐν τοῖς φυσικοῖς, περὶ ἃ ἡ δόξα ἔχει, ὡς καὶ ἐν Τιμαίῳ φησὶν ὁ Πλάτων “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον”, τὸ νοητὸν λέγων, “τί δὲ τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε”, τὰ ἐν τοῖς φυσικοῖς λέγων καθόλου. εἰ γὰρ ἀεὶ γίνεσθαι αὐτό φησι, καὶ γίνεται μὲν τὰ φυσικά, ἐν τούτοις δὲ τὰ μερικὰ ἐν χρόνῳ τινὶ ὄντα οὐκ ἂν λέγοιτο ἀεὶ γίνεσθαι, δῆλον ὡς περὶ τῶν καθόλου ὁ λόγος,3 περὶ ἃ καὶ τὴν δόξαν ἐνεργεῖν φησι. “τὸ μὲν γάρ,” φησί, “νοήσει μετὰ λόγου περιληπτόν”, τὸ νοητὸν δηλονότι, “τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν”. τριὰς οὖν τοῦτο διὰ τὸ δοξαστὸν εἶναι, διότι τριὰς μὲν ἡ δόξα διὰ τὸ ὁρμᾶν μὲν ἀπό του, μὴ ὡρισμένως δὲ ἐπί τι φέρεσθαι, ἀλλ’ ἢ ὧδε ἢ ὧδε. τοιαῦτα δὲ καὶ τὰ φυσικὰ ἐν ῥύσει ἔχοντα τὸ εἶναι καὶ οὐκ ὄντα πάντῃ ἀκίνητα καὶ ἀμετάβλητα, ἑστῶτα μὲν τοῖς εἴδεσι, τῇδε δὲ κἀκεῖσε ταῖς ἀλλοιώσεσι μεταβάλλοντα κατὰ τὰς ἐναντίας μεταβολάς. τριὰς οὖν ταύτῃ κἀν τούτοις· κἂν γὰρ τὰ οὐράνια εἴποις μεταβάλλει κατὰ τόπον, τὰ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν, τὰ δ’ ἔμπαλιν, καὶ ἀπὸ μὲν τῶν νοτίων ἐπὶ τὰ βόρεια, πάλιν δ’ αὖ ἀπ’ ἐκείνων ἐπὶ ταῦτα. ἐν δὲ τοῖς αἰσθητοῖς, φημὶ δὴ τοῖς μερικοῖς τε καὶ ἀτόμοις, ἡ τετράς. πῶς δ’ ἐν τούτοις ἡ τετράς, προϊόντες δείξομεν. οὕτω μὲν οὖν ἡ τετραδικὴ ἀρχὴ κοινῶς ἐν πᾶσι τοῖς οὖσι θεωρεῖται. καὶ ἰδίᾳ δέ φησιν ἐν τοῖς νοητοῖς αὐτὴν θεωρεῖσθαι, ἰδίᾳ δὲ ἐν τοῖς φυσικοῖς, ἰδίᾳ δὲ ἐν τοῖς αἰσθητοῖς τε καὶ ἀτόμοις. διὰ δὴ ταῦτα ἔλεγε τὸ μὲν αὐτοζῷον, ὅπερ ἐστὶ παρ’ αὐτῷ αὐτὴ ἡ ἰδέα τοῦ ζῴου καὶ τὸ παράδειγμα, καὶ αὐτὸ μὲν δεκάδα ὂν συνεστάναι ἐκ τῆς πρώτης μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, τουτέστι τοῦ αὐτοενὸς καὶ τῆς αὐτοδυάδος καὶ τῆς αὐτοτριάδος καὶ τῆς αὐτοτετράδος· κατ’ ἀναλογίαν δὲ τούτου καὶ ἐν τοῖς μετὰ τὸ αὐτοζῷον ζῴοις, ἀθανάτοις λέγω καὶ θνητοῖς, εἶναι τὰς ἀρχὰς ταύτας.
“同样,在被称为《论哲学》的著作中也作出了规定。” 他把题为《论善》的著作称为《论哲学》;在那部著作中,亚里士多德记述了柏拉图的未成文口传;而该书是他确凿的真作。因此他在那里记述了柏拉图和毕达哥拉斯派关于存在者及其本原的看法。因此他说,他们主张诸形式是数,而且是十进数;因为他们称形式中的每一个为十。他们称诸形式为数,要么是因为,正如数度量并规定作为基底的事物,形式同样也是质料的度量者和规定者(因为质料就其自身而言是无规定的,形式产生于其中便规定它并限定它);要么是因为,正如所有数都派生自单一本原即一,形式同样也派生自万物的单一本原。因此由于这个缘故它们是数,而称为十进数则是由于形式的完满性。因为十这个数是完全的;因为它自身包含了一切数;因为十之后的数又折回自一开始的诸数;所以它也被称为十,仿佛它是一种容纳者一样。他称这些形式的本原为一、二、三、四,因为自一开始相加直至四的数构成了十:α、β、γ、δ生成十。因此他说,这四联本原既普遍存在于所有存在者之中,也个别地存在,即存在于可理知物、自然物以及可感觉物之中。普遍而言在万物之上:一是可知觉物(因为那些东西不仅其实体不可分,而且其现实活动也是不可分的,在静止和不动中被观察到);二是科学知识或科学认识的对象;因为它确定地从某物走向某物。因为科学知识是从确定之物到确定之物的过渡;因为不存在无规定的科学知识;因此它也被称为科学知识,源于它将我们引向驻足。三是自然物和可被意见把握之物;我所说的自然物是指自然物中的普遍者,意见所涉及的就是这些,正如柏拉图在《蒂迈欧篇》中也说:“什么是那始终存在而没有生成之物”(指的是可知觉物),“什么是那始终生成而绝不存在之物”(指的是自然物中的普遍者)。因为如果他说它始终生成,而自然物确实生成,但在这些之中存在于某一时间内的个别之物不会被说成始终生成,显而易见该论述是关于普遍者的,他说意见也活动于这些普遍者之上。“因为前者,”他说,“由伴随理据的理智所把握”(显然是可知觉物),“而后者则由伴随无理性感觉的意见所猜测”。因此这是三,是由于它是可被意见把握之物,因为意见之所以是三,是由于它虽然从某物出发,但不是确定地被引向某一事物,而是要么朝向这里要么朝向那里。处于流变之中具有其存在的自然物也是如此,并非全然不动和不可变,在形式上虽处于静止,但在变质上依循相反的变化在此处彼处变动。因此在这一方面,三也存在于这些之中;因为即便你说天体,它们也依位置而变化,有的从东到西,有的相反,从南到北,又从北到南。而在可感觉物——我指的正是个别的和不可分的事物——之中存在着四。至于四如何存在于这些事物之中,我们在下文中将予以说明。因此,这四联本原以这种方式普遍地在所有存在者中被观察到。而且他说,它个别地在可知觉物中被观察到,个别地在自然物中,个别地在可感觉物及不可分物中被观察到。正是由于这些,他说“动物自身”——在他看来这正是动物的理念本身和范型——虽然自身是一个十,却由最初的一、二、三、四构成,也就是由“一自身”、“二自身”、“三自身”和“四自身”构成;而按照与此的类比,在“动物自身”之后的诸动物之中(我指的是不朽的和会死的动物),也存在着这些本原。
- 1.68ἐγγενόμενα ἐν αὐτῇ ὁρίζει αὐτὴν καὶ περιγράφει
分词 ἐγγενόμενα(中性复数主格)承接前句的主语 τὰ εἴδη,并在分词结构中修饰主要动词 ὁρίζει 与 περιγράφει。两个动词使用单数形式,符合古典希腊语中中性复数主语搭配单数动词的常规用法。
- 1.68οἱ γὰρ ἀπὸ μονάδος συντιθέμενοι μέχρι τῆς τετράδος ποιοῦσι τὸν δέκα
词组 οἱ ἀπὸ μονάδος 省略了 ἀριθμοί,意为“从一算起的诸数”。它由分词 συντιθέμενοι(被相加)与介词短语 μέχρι τῆς τετράδος(直至四)修饰,共同构成主语,即“从一加到四的诸数(1+2+3+4)构成十”。
- 1.68εἰ γὰρ ἀεὶ γίνεσθαι αὐτό φησι, καὶ γίνεται μὲν τὰ φυσικά, ἐν τούτοις δὲ τὰ μερικὰ ἐν χρόνῳ τινὶ ὄντα οὐκ ἂν λέγοιτο ἀεὶ γίνεσθαι, δῆλον ὡς περὶ τῶν καθόλου ὁ λόγος
该长句的骨干由条件从句 εἰ... φησι 引领,中间夹入并列对比结构(καὶ γίνεται μὲν... ἐν τούτοις δὲ...),最终落在主句 δῆλον ὡς περὶ τῶν καθόλου ὁ λόγος 上。从属从句内的 οὐκ ἂν λέγοιτο 为潜势祈愿语气,表明“个别事物由于仅存在于某一时间,不可能被说成始终在生成”。
