- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:74.30-75.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德的论述(404b16),斐洛庞努斯解释了柏拉图在《蒂迈欧篇》中构建灵魂所依据的本原,将其与《智者篇》中的五个最大属(实体、同一性、差异性、运动、静止)相联系,指出这些属贯穿于一切存在者之中,且灵魂是由它们复合而成以便能够凭同类认识同类。
" Τὸν αὐτὸν δὲ τρόπον καὶ Πλάτων ἐν Τιμαίῳ τὴν ψυχὴν ἐκ τῶν στοιχείων ποιεῖ." Καὶ ὁ Πλάτων, φησίν, ἐκ τῶν παρ’ ἑαυτῷ ἀρχῶν, ὅθεν τὰ πάντα εἶναι ἔλεγεν, ἐκ τούτων καὶ τὴν ψυχὴν εἶναι ἔλεγεν, ἵνα ἐκ τῶν αὐτῶν οὖσα πασῶν ἀρχῶν γνωρίζῃ τὰ πάντα. πέντε δὲ γένη εἶναι ἔλεγεν ἀρχὰς πάντων τῶν ὄντων, τὴν οὐσίαν, τὴν ταυτότητα, τὴν ἑτερότητα, τὴν κίνησιν, τὴν στάσιν. γένη δὲ ταῦτα ἔλεγεν, οὐχ οὕτω γένη ὄντα ὥσπερ τὰ παρὰ τοῖς Περιπατητικοῖς, ἅτινα διῄρηται ἀπ’ ἀλλήλων καὶ ἀφ’ ἑκάστου1 σειρά τις ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν τε καὶ εἰδῶν, ἀλλὰ γένη αὐτὰ ἐκάλεσεν ὡς διὰ πάντων τῶν ὄντων διήκοντα. ἔστι γὰρ ἐν πᾶσι καὶ οὐσία, καθ’ ἣν ἑκάστου ἐστὶ τὸ εἶναι, ἔστι καὶ ταὐτότης, καθὸ ἐκ μιᾶς τῆς τῶν ὄντων ἐσμὲν ἀρχῆς· ἔχομεν δὲ καὶ ἑτερότητα, ἐπειδὴ καὶ πλῆθός ἐστι τὰ ὄντα, ὅπου δὲ πλῆθος ἐκεῖ ἡ ἑτερότης. ἔστι δὲ καὶ κίνησις ἐν πᾶσι τοῖς οὖσι· κίνησιν δὲ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν, ὥς φησιν ὁ Ἀριστοτέλης, ἀλλὰ τὴν ἐνέργειαν τὴν ἑκάστου· πάντα γὰρ ἔχει οἰκείαν ἐνέργειαν, καὶ αὐτὰ τὰ ἄψυχα· ἢ γὰρ θερμαίνουσιν ἢ ψύχουσιν τὰ παρακείμενα ἢ ὑγραίνουσιν ἢ ξηραίνουσιν ἢ ἄλλο τι τοιοῦτον ποιοῦσιν. καὶ ἡ στάσις δὲ ἐπὶ πάντων θεωρεῖται· καὶ γὰρ καὶ τὰ ἀεικίνητα στάσεως μετέχει, οὐ μόνον τῷ τὴν ὁλότητα ἑστάναι, ἀλλὰ καὶ αὐτὸ τὸ μένειν ἐπὶ τῆς ἀεικινησίας στάσις ἐστί· καθὸ οὖν μένουσι κινούμενα τὰ κινούμενα ἢ ἀεὶ ἢ ἐπί τινα χρόνον, κατ’ αὐτὸ τοῦτο στάσεως μετέχει. ἐκ τούτων οὖν τῶν γενῶν τὴν ψυχὴν Πλάτων ποιεῖ· φησὶ γὰρ ἐξ οὐσίας τε αὐτὴν εἶναι καὶ ταυτότητος καὶ ἑτερότητος, οὐσίας δὲ οὐ τῆς τυχούσης, ἀλλὰ τῆς τε ἀμερίστου οὐσίας καὶ τῆς περὶ τὰ σώματα μεριστῆς· ἐξ ἀμφοτέρων γὰρ τούτων γενέσθαι τὴν τῆς ψυχῆς οὐσίαν φησίν, ἵνα καὶ γνωστικὴ ᾖ ἀμφοτέρων. ἀλλ’ ἐπειδὴ πάντων ἡ γνῶσις ἢ ὁμοιότητί τινι καὶ ταυτότητι γίνεται ἢ ἀνομοιότητι καὶ ἑτερότητι (τὸ γὰρ λευκὸν καὶ τῇ τοῦ λευκοῦ παραθέσει γνωρίζομεν· τὸ γὰρ ὅμοιον τῷ λευκῷ λευκόν ἐστι· καὶ τῇ τοῦ μέλανος· τὸ γὰρ ἐναντίον τῷ μέλανι λευκόν), καὶ ταῦτα ἐν τῇ συστάσει αὐτῆς μεμῖχθαί φησι τῆς γε ταὐτοῦ φύσεως λέγων πέρι καὶ τῆς τοῦ ἑτέρου. ὅτι δὲ καὶ αὐτοκίνητόν φησιν αὐτήν, πρόδηλον· ἐν τούτῳ δὲ ἔχοι ἂν καὶ τὴν στάσιν. τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι, τουτέστι τὰ ὄντα, ὧν ἔχει τὴν γνῶσιν ἡ ψυχή.2 διὰ τοῦτο οὖν, ἐπειδὴ ἐκ τῶν αὐτῶν ἀρχῶν ἐστι τοῖς οὖσι, τὸ δὲ ὅμοιον τοῦ ὁμοίου ἐστὶ γνωστικόν, γινώσκει τὰ πάντα. εἰ τοίνυν ἐκ τῶν αὐτῶν στοιχείων τοῖς οὖσιν ἐποίησεν τὴν ψυχήν, ἵνα γινώσκῃ τῷ ὁμοίῳ τὸ ὅμοιον, δῆλον ὡς μάλιστα ἴδιον τῆς ψυχῆς τὸ γινώσκειν καὶ οὗτος ὑπελάμβανεν.
“以同样的方式,柏拉图在《蒂迈欧篇》中也使灵魂由元素构成。” 他说,柏拉图也是从他自己设定的本原——即他主张万物由此而来的本原——出发,主张灵魂也是由这些构成的,以便灵魂通过由所有相同的本原构成而能够认识万物。他主张所有存在者的本原有五个属:实体、同一性、差异性、运动、静止。他称这些为属,并不是像逍遥学派那里的属那样是彼此区分的、并且从每一个属派生出一系列隶属的属和种,而是因为它们贯穿于所有存在者之中才称它们为属。因为在万物中都存在着实体(依凭它每个事物具有其存在),也存在着同一性(由于我们源自存在者的单一始元);我们同样也具有差异性,因为存在者是众多的,而哪里有众多,哪里就有差异性。运动也存在于所有存在者之中;但我所说的运动不是像亚里士多德所说的那种不完全的现实活动,而是指每个事物的现实活动;因为万物都具有其固有的现实活动,甚至无生物本身也是如此;因为它们或者使邻近的事物变热或变冷,或者使之变湿或变干,或者做出其他诸如此类的事情。静止同样在万物中都能观察到;因为即使是永动之物也分有静止,这不仅是因为其整体处于静止状态,而且保持在永动之中本身就是一种静止;因此,运动之物只要一直或者在一定时间内保持在运动中,正是凭此它就分有了静止。因此,柏拉图由这些属构成灵魂;因为他说灵魂是由实体、同一性和差异性构成的,而且不是由寻常的实体构成,而是由不可分的实体和在身体周围可分的实体两者构成;因为他说灵魂的实体产生自这两者,以便它能对两者都具有认识能力。而且,既然对万物的认识要么通过某种相似性和同一性产生,要么通过不相似性和差异性产生(因为我们既通过与白并置来认识白——因为与白相似者即是白——,也通过与黑并置来认识白——因为与黑相反者即是白——),他在谈到“同”的自然和“异”的自然时,也说这些被混合在灵魂的构成之中。至于他也说灵魂是自己运动的,这是显而易见的;而在这种动中灵魂也会具有静止。另一方面,诸事物——也就是灵魂具有对其认识的存在者——是由这些本原构成的。正因如此,既然灵魂与存在者由相同的本原构成,而同类具有对同类的认识能力,所以灵魂认识万物。既然他为了让灵魂凭同类认识同类而使灵魂由与存在者相同的元素构成,显而易见他也认为认识是灵魂最固有的特性。
- 1.67κίνησιν δὲ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν, ὥς φησιν ὁ Ἀριστοτέλης, ἀλλὰ τὴν ἐνέργειαν τὴν ἑκάστου
第一人称单数动词 λέγω 表达了注释家斐洛庞努斯本人的补充界定。斐洛庞努斯在此提及亚里士多德对运动的经典定义(不完全的现实活动),并阐明在柏拉图的五个属中,“运动”应当被宽泛地理解为每个事物(包括无生物)固有的现实活动或功用(ἐνέργεια)。
- 1.67τὰ δὲ πράγματα ἐκ τῶν ἀρχῶν εἶναι, τουτέστι τὰ ὄντα, ὧν ἔχει τὴν γνῶσιν ἡ ψυχή
不定式 εἶναι 在句法上延续了间接引语,承接前文柏拉图的学说陈述(承前省略了 ἔλεγεν 等动词主导),作为推论的前提命题,表明“诸事物……是由这些本原构成的”。
