← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§73.19-74.29

恩培多克勒诗句与元素认识的象征性阐释

针对亚里士多德所引用的恩培多克勒诗句(同类由同类相识),斐洛庞努斯将其阐释为毕达哥拉斯学派式的象征表达,论证灵魂并非物质元素本身而是内含其理性原则及升降能力,并澄清了各元素何以可被称为灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.66

" Γαίῃ μὲν γάρ, φησί, γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖαν, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον." Καὶ δῆλον ὅτι ἐπειδὴ Πυθαγόρειος ἦν ὁ Ἐμπεδοκλῆς, συμβολικὴ δ’ ἦν ἡ τῶν Πυθαγορείων διδασκαλία, καὶ αὐτὸς συμβολικῶς περὶ τούτων ἔλεγε καὶ λέγων τὴν ψυχὴν ἐκ τῶν στοιχείων εἶναι οὕτως ἔλεγε δηλονότι οὐχ ὡς ἐκ πυρὸς οὖσαν καὶ ὕδατος καὶ τῶν λοιπῶν· τί γὰρ μᾶλλον αὐτὴ τὰ ἔξω στοιχεῖα ἐγίνωσκεν ἢ τὰ στοιχεῖα αὐτήν;1 οὐκ ἄρα οὕτως ἁπλῶς τὰ στοιχεῖα ταῦτα ἔλεγεν εἶναι τὴν ψυχήν, ἀλλ’ ὡς ἔχουσαν τούτων τοὺς λόγους ἐν ἑαυτῇ. ἔλεγε δὲ καὶ ἐκ τοῦ νείκους εἶναι καὶ τῆς φιλίας, διότι ἑώρα αὐτὴν ἔχουσαν καὶ ἀναγωγὸν δύναμιν καὶ καταγωγόν· ἐκάλει οὖν τὴν μὲν ἀναγωγὸν αὐτῆς δύναμιν φιλίαν, νεῖκος δὲ τὴν καταγωγόν. ἡ γὰρ φιλία ἑνώσεώς ἐστιν αἰτία· ἥνωται δὲ μᾶλλον τὰ νοητά, ὅσῳ καὶ ἐγγυτέρω εἰσὶ τῆς μιᾶς τῶν πάντων ἀρχῆς· τὸ δὲ νεῖκος ἐν τοῖς αἰσθητοῖς ἐπικρατεῖ, τουτέστιν ἡ διάκρισις· διὸ καὶ ἔλεγεν “ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης, νείκεϊ μαινομένῳ πίσυνος”. τὰ αὐτὰ καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ λέγει· λέγει γὰρ τὴν ψυχὴν ἐκ ταὐτοῦ κύκλου εἶναι καὶ θατέρου. καὶ πάλιν ἐν τῷ Φαίδρῳ ἔχειν αὐτήν φησι καλλίονα ἵππον καὶ χείρονα, διὰ τούτων τὰς ἀναγωγοὺς αὐτῆς δυνάμεις καὶ τὰς καταγωγοὺς αἰνιττόμενος· ποτὲ μὲν γὰρ ἡ ψυχὴ νοητῶς ἐνεργεῖ καὶ ἀνατείνεται πρὸς τὰ θεῖα, ποτὲ δὲ κατάγεται εἰς τὴν ὕλην. διὰ ταῦτα οὖν ἔλεγεν ὁ Ἐμπεδοκλῆς ἐκ τῆς φιλίας εἶναι καὶ τοῦ νείκους τὴν ψυχήν, ἐπειδὴ καὶ τῶν ὄντων πάντων ταύτας ὑπετίθετο ποιητικὰς ἀρχὰς εἶναι, διότι ἑώρα ἐν πᾶσι καὶ ταυτότητα καὶ ἑτερότητα, καὶ ἕνωσιν καὶ διάκρισιν· ἀλλ’ ἐν μὲν τοῖς νοητοῖς μᾶλλον κρατεῖν τὴν φιλίαν ἢ τὸ νεῖκος, ἐν δὲ τοῖς αἰσθητοῖς ἔμπαλιν, ἐπειδὴ ὡς εἴπομεν ἐκεῖνα ἐγγυτέρω ὄντα τῆς μιᾶς τῶν πάντων ἀρχῆς τῇ ἑνώσει μᾶλλον κρατεῖται. δῆλον οὖν ὅτι συμβολικῶς ταῦτα διελάμβανεν ὁ Ἐμπεδοκλῆς, καὶ ἐκ τῶν τεσσάρων στοιχείων λέγων εἶναι τὴν ψυχὴν οὐκ αὐτὰ τὰ στοιχεῖα ἔλεγεν εἶναι τὴν ψυχήν, ἀλλὰ τοὺς τούτων λόγους εἶναι ἐν αὐτῇ. καὶ εἴποιμεν ἂν πρὸς Ἀριστοτέλην τὸ φαινόμενον διελέγχοντα, ὅτι ὥσπερ σὺ τόπον εἰδῶν λέγεις τὴν ψυχήν,2 καὶ οὐδείς που τοῦτο φαίη ὅτι εἰσὶν ἐν τῇ ψυχῇ ἵππος καὶ ἄνθρωπος, ἀλλὰ τοὺς λόγους τῶν εἰδῶν τὰ εἴδη λέγεις, οὕτω δήπου καὶ τὸν Ἐμπεδοκλέα εὔλογον νομίζειν λέγειν, εἴ γε σοφὸς ἦν ἀνήρ, μᾶλλον δὲ καὶ περὶ τῶν ἄλλων ἴσως τοῦτο εὔλογον ὑπονοεῖν· εἰ γὰρ οὕτως, ὡς ἔχει τὸ φαινόμενον, ἔλεγον ὅτι πῦρ αἰσθητὸν ἡ ψυχὴ ἢ ὕδωρ ἤ τι τοιοῦτο, καὶ μὴ κατά τινα ἀναλογίαν ταῦτα ἐλάμβανον, καὶ τῶν πολλῶν καὶ ἀνεπιστημόνων χείρονες ἦσαν. ὥσπερ Ἐμπεδοκλῆς ἐκ τῶν στοιχείων πάντων· εἶναι δὲ καὶ ἕκαστον ψυχήν. τὴν μὲν ὅλην ψυχὴν ἐκ τῶν στοιχείων ἔλεγεν, ὡς εἶναι αὐτὴν ἄλλην παρ’ ἕκαστον τούτων· καὶ ἓν ἕκαστον δέ, φησί, ψυχὴν ἔλεγεν εἶναι, ἔτι δὲ καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν· γνωρίζειν γὰρ ἕκαστον τῶν πραγμάτων δι’ ἑκάστου τούτων, ἐπειδὴ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. οὕτω δὲ ἔχοιμεν ἂν κατ’ αὐτὸν ψυχὰς ἕξ. δυνατὸν δὲ τὸ εἶναι καὶ ἕκαστον τούτων ψυχὴν ἀκούειν οἱονεὶ μόριον ψυχῆς καὶ δύναμιν· λέγομεν γὰρ καὶ ἡμεῖς τὴν θυμοειδῆ ψυχὴν καὶ τὴν θρεπτικήν, δηλονότι τὰς δυνάμεις τῆς ψυχῆς ψυχὰς καλοῦντες.

“‘因为依凭土,’他说,‘我们看见土,依凭水看见水,依凭以太看见神圣的以太,但依凭火看见毁灭性的火。’” 显然,既然恩培多克勒是个毕达哥拉斯主义者,而毕达哥拉斯学派的传授方式是象征性的,他自己谈论这些也是象征性的;他在说灵魂由元素构成时,显然并不是在说它由火、水及其他元素实质构成;因为凭什么灵魂认识外部的元素,而不见元素认识灵魂呢?因此,他绝非单纯地说灵魂就是这些元素,而是说它自身内部拥有这些元素的理性原则。他又说灵魂由争斗与友爱构成,乃是因为他看到灵魂同时具有向上引导的能力和向下引导的能力;于是他把它的向上引导的能力称为友爱,把向下引导的能力称为争斗。因为友爱是结合的原因;而可知性事物更加统一,由于它们也更接近万物的单一始元;但争斗,亦即分离,在可感觉事物中占据主导;为此他也曾说:“正如我在此也是一个从神那里出逃的流亡者和漫游者,信赖着狂暴的争斗。”柏拉图在《蒂迈欧篇》中也说了同样的话;因为他说灵魂是由“同”的圆环和“异”的圆环构成的。他在《斐德罗篇》中又说灵魂有一匹较好的马和一匹较差的马,通过这些隐喻它的向上引导能力与向下引导能力;因为有时灵魂以理智的方式活动,向上伸展朝向神圣的事物,有时则向下沉沦于质料之中。正是为了这些理由,恩培多克勒才说灵魂由友爱与争斗构成,因为他也设定这两者是所有存在者的动因本原,这是因为他在万物中既看到了同一性与差异性,也看到了结合与分离;但在可知事物中友爱胜过争斗,而在可感觉事物中则相反,因为正如我们所说,前者由于更接近万物的单一始元,因而更多地为结合所主导。由此显然,恩培多克勒是以象征方式来理解这些事情的,他在说灵魂由四元素构成时,并不是说这些元素本身就是灵魂,而是说它们的理性原则存在于灵魂之中。面对驳斥字面表象的亚里士多德,我们可以说:正如你说灵魂是“形式的场所”,而肯定没有人会说马和人实质存在于灵魂之中,相反你把形式的理性原则称为形式;同样地,如果恩培多克勒确实是个智者,理所当然应当认为他是这样说的,甚至对其他人或许也理当做出如此推想;因为如果他们像表面现象所呈现的那样,硬说灵魂就是可感觉的火或水或诸如此类的东西,而不是依据某种类比来理解这些,那么他们甚至比广大的无知大众还要拙劣。“正如恩培多克勒[所说],由所有的元素[构成];但每一元素本身也是灵魂。”他说灵魂整体由元素构成,以至于灵魂是不同于这些元素中每一个的别物;然而他说,恩培多克勒也说它们中的每一个也是灵魂,乃至争斗与友爱也是灵魂;因为它是通过它们中的每一个来认识各个事物的,既然同类是由同类认识的。如此一来,按照他的说法我们就会有六个灵魂。然而,把“这些当中的每一个也是灵魂”理解为仿佛是灵魂的一部分和一种能力也是完全可能的;因为我们自己也会说“血气灵魂”和“滋养灵魂”,显然是把灵魂的各种能力称为灵魂。

语法注2 条
  1. 1.66τί γὰρ μᾶλλον αὐτὴ τὰ ἔξω στοιχεῖα ἐγίνωσκεν ἢ τὰ στοιχεῖα αὐτήν;

    这是运用“τί μᾶλλον A ἢ B”(为什么是A而不是B?即毫无理由认为A而非B)的反问句构式。此句指出如果灵魂在字面意义上就是物质元素,那么外部元素认识灵魂就应当像灵魂认识外部元素一样可能,从而通过这种荒谬性否定了字面的物质同一说。

  2. 1.66ὥσπερ Ἐμπεδοκλῆς ἐκ τῶν στοιχείων πάντων· εἶναι δὲ καὶ ἕκαστον ψυχήν.

    这是对亚里士多德原文文本的简缩引用或转述,省略了动词。结构上前半句补充说明为“正如恩培多克勒[说灵魂]由所有元素[构成]”,后半句并列以间接引语的不定词句“并且[说]它们中的每一个也是灵魂”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:73.19-74.29