- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:72.1-73.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯探讨了德谟克利特和阿那克萨哥拉如何等同或区分理智与灵魂,随后引出从认识和感觉角度将灵魂界定为由诸本原构成的各家学说。
" Διὸ καλῶς φησι ποιῆσαι τὸν Ὅμηρον ὡς ὁ Ἕκτωρ κεῖτο ἀλλοφρονέων." Τοῦ γὰρ Ἕκτορος ἐκ τῆς πληγῆς ἀνεπαισθήτου κειμένου ἢ παραισθανομένου εἶπε, φησίν, ὁ ποιητὴς ὅτι ‘κεῖτο ἀλλοφρονέων’, εἰς ταὐτὸν ἄγων τῇ φρονήσει τὴν αἴσθησιν, ὡς οὐκ οὔσης τοῦ νοῦ δυνάμεώς τινος περὶ τὴν ἀλήθειαν ἄλλης παρὰ τὴν δύναμιν τὴν περὶ τὸ φαινόμενον καὶ αἰσθητὸν ἔχουσαν· διόπερ τὸ μὴ αἰσθάνεσθαι ἢ παραισθάνεσθαι ἀλλοφρονεῖν εἶπεν Ὅμηρος. ὁ μὲν οὖν Δημόκριτος ἄντικρυς τὸν νοῦν καὶ τὴν ψυχὴν ταὐτὸν λέγει· ὁ δὲ Ἀναξαγόρας ποτὲ μὲν δοκεῖ διακρίνειν τῆς ψυχῆς τὸν νοῦν, ποτὲ δὲ εἰς ταὐτὸν ἄγειν. ὅτε μὲν γὰρ λέγει ὅτι ὁ νοῦς δύναμίς ἐστι καὶ αἰτία τῶν ὀρθῶς καὶ καλῶς ἐχόντων, διακρίνει αὐτὸν τῆς ψυχῆς· ὡς γὰρ ὄντων τῶν μὴ ὀρθῶς μηδὲ καλῶς καὶ περὶ ταῦτα ἐχούσης ἄλλης δυνάμεως τῆς ψυχικῆς δηλονότι, οὕτω τὸν νοῦν φησι τῶν ὀρθῶν καὶ καλῶν εἶναι αἴτιον, ὡς θειοτέρου ὄντος τοῦ νοῦ παρὰ τὴν ψυχήν· ἀλλὰ πάλιν ἐν ἄλλοις δοκεῖ συγχεῖν ταῦτα καὶ εἰς ταὐτὸν ἄγειν ψυχὴν καὶ νοῦν, ἐν οἷς φησιν ὅτι ὁ νοῦς ἐν πᾶσίν ἐστι τοῖς ζῴοις καὶ μικροῖς καὶ μεγάλοις καὶ τιμίοις καὶ ἀτιμοτέροις. ὁ δὲ κυρίως λεγόμενος νοῦς ὁ κατὰ τὴν φρόνησιν οὐ φαίνεται ἐν πᾶσι τοῖς ζῴοις ὑπάρχων, καὶ τί λέγω τοῖς ζῴοις; ἀλλ’ οὐδὲ ἐν πᾶσιν ἀνθρώποις· ὥστε λέγων ἐν πᾶσι τοῖς ζῴοις εἶναι τὸν νοῦν τὴν ψυχὴν ἂν λέγοι.1 πάντες ἄρα οὗτοι τὴν κίνησιν ἴδιον ψυχῆς ὑπελάμβανον, οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτος. οὐχ ὥσπερ Δημόκριτος φανερῶς καὶ ἀεὶ τοῦτό φησι ταὐτὸν εἶναι τὸν νοῦν καὶ τὴν ψυχήν, οὕτω καὶ ὁ Ἀναξαγόρας, ἀλλὰ πῇ μὲν ταὐτόν, πῇ δὲ ἕτερον, ὡς εἴπομεν. οὐ δὴ χρῆται τῷ νῷ ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν· οὕτω γὰρ καὶ ὁ ἀληθὴς ἔχει λόγος, τὸν νοῦν δύναμιν εἶναι ψυχῆς ᾗ τὴν ἀλήθειαν γινώσκει· ἀλλ’ αὐτὸ ψυχὴν εἶναι τὸν νοῦν ἔλεγον Ἀναξαγόρας καὶ Δημόκριτος.
“因此他说荷马写道赫克托耳‘心智错乱地躺着’是写得极好的。” 因为他说,当赫克托耳因受打击而失去知觉或感觉错乱地躺着时,诗人说过“他心智错乱地躺着”,把感觉等同于明智,仿佛理智并没有某种关涉真理的、不同于关涉显现者和可感觉者的能力;正因如此,荷马把没有感觉或感觉错乱称为“心智错乱”。德谟克利特固然直接说理智与灵魂是同一的;而阿那克萨哥拉有时似乎将理智与灵魂区分开来,有时又将其归为同一。因为当他说理智是那些正确而美好的事物的能力与原因时,他将它与灵魂区分开来;因为既然存在那些不正确也不美好的事物,并且显然有另一种灵魂的能力关涉这些事物,所以他说理智是正确而美好者的原因,仿佛理智比灵魂更为神圣;但在别的地方,他又似乎混淆了这些,将灵魂与理智归为同一,在那些他说理智存在于所有动物中——无论大小、尊贵与低微——的文句中。而严格意义上被称为理智的、按照明智而运作的理智,并不显现为存在于所有动物中,而且何止动物呢?甚至并非存在于所有人类中;因此,他在说理智存在于所有动物中时,所说的可能其实是灵魂。可见,所有这些人都认为运动是灵魂特有的,但并非完全如德谟克利特那样。阿那克萨哥拉并不像德谟克利特那样明白且始终如一地说理智与灵魂是同一的,而是正如我们所说的,在某种意义上同一,在某种意义上相异。他绝没有把理智当作某种关涉真理的能力来使用;因为正确的道理正是这样认为的,即理智是灵魂借以认识真理的一种能力;相反,阿那克萨哥拉和德谟克利特曾说理智就是灵魂本身。
"Ὅσοι μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι τὸ ἔμψυχον ἀπέβλεψαν, οὗτοι τὸ κινητικώτατον ὑπέλαβον εἶναι τὴν ψυχήν· ὅσοι δὲ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων, οὗτοι δὲ λέγουσι τὴν ψυχὴν τὰς ἀρχάς, οἱ μὲν πλείους ποιοῦντες αὐτὰς οἱ δὲ μίαν." Εἶπεν ὅτι κίνησις καὶ αἴσθησις μάλιστα ψυχῆς εἰσιν ἴδια, διότι καὶ τὸ ἔμψυχον τοῦ ἀψύχου τούτοις διαφέρει. τῶν οὖν περὶ ψυχῆς ἀποφηναμένων οἱ μὲν εἰς τὸ κινητικὸν αὐτῆς ἀποβλέψαντες ἐκ τῶν μάλιστα κινητικωτάτων παρ’ αὐτοῖς τὴν οὐσίαν αὐτῆς συστῆναι λέγουσι, οἱ δὲ εἰς τὰς γνωστικὰς δυνάμεις ἀπέβλεψαν. ἀπαριθμησάμενος οὖν τὰς δόξας τῶν εἰς τὸ κινητικὸν αὐτῆς ἀποβλεψάντων καὶ οὕτως ἀποφηναμένων περὶ αὐτῆς, νῦν βούλεται καὶ τοὺς εἰς τὸ γνωστικὸν αὐτῆς ἀποβλέψαντας ἀπαριθμήσασθαι. λέγουσιν οὖν ὅτι τὸ γινῶσκον ὅμοιον θέλει εἶναι τῷ γινωσκομένῳ· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ γνωρίζεται. θέλει γὰρ ἐφαρμόζειν τὸ γινῶσκον τῷ γνωστῷ καὶ τὸ ὅμοιον τῷ ὁμοίῳ. εἰ τοίνυν γινώσκει πάντα τὰ ὄντα ἡ ψυχή, δεῖ ἄρα αὐτὴν ἐκ πάντων εἶναι τῶν ὄντων. ἀλλ’ ἐπειδὴ τοῦτο ἀδύνατον, λέγω δὴ πάντα εἶναι αὐτὴν τὰ ὄντα, χρὴ γοῦν ἐκ τῶν ἀρχῶν εἶναι τῶν πάντων, ἵνα τὰς αὐτὰς ἔχουσα ἀρχὰς πᾶσι τοῖς οὖσι διὰ τούτων αὐτὰ γινώσκῃ. ἔνθεν οὖν πάντες οὗτοι ἐκ τῶν ἀρχῶν ποιοῦσι τὴν ψυχήν, ἕκαστος τῶν παρ’ ἑαυτῷ· καὶ οἱ μὲν πλείους ἀρχὰς εἰπόντες ἐκ πλειόνων αὐτὴν ποιοῦσιν, οἱ δὲ μίαν ἐξ ἑνός. πρῶτον δ’ ἱστορεῖ τὴν Ἐμπεδοκλέους δόξαν, ὃς ὑπετίθετο ὑλικὰς μὲν εἶναι τέσσαρας ἀρχὰς τῶν ὄντων, τὰ τέσσαρα ταῦτα στοιχεῖα, ποιητικὰς δὲ δύο, τὸ νεῖκος καὶ τὴν φιλίαν. ἐκ τούτων οὖν καὶ τὴν ψυχὴν ἔλεγεν εἶναι καὶ τῷ ἐκ τούτων εἶναι γινώσκειν τὰ πράγματα.2
“凡是着眼于有灵魂者被运动的人,都认为灵魂是最具运动能力的;而凡是着眼于它认识和感觉存在者的人,则说灵魂就是那些本原,有的主张本原是多数,有的则主张是一个。” 他说过,运动和感觉尤其为灵魂所特有,因为有灵魂者正是借这些与无灵魂者相区别。因此,在对灵魂发表见解的人当中,一部分人着眼于其运动别物的能力,主张它的实体是由他们那里最具有运动能力的成分构成的,而另一部分人则着眼于认识能力。因此,在逐一列举了那些着眼于其运动能力并如此发表见解者的意见之后,他现在也想要列举那些着眼于其认识能力的人。他们于是说,认识者企求与被认识者相似;因为同类是由同类认识的。因为认识者企求契合于被认识者,相似者契合于相似者。那么,如果灵魂认识所有的存在者,它就必须由所有的存在者构成。但既然这是不可能的——我是说它自身成为所有的存在者——它至少必须由万物的本原构成,以便拥有与所有存在者相同的本原,从而通过这些来认识它们。因此,所有这些人都从本原中构建灵魂,各自依其自身所认定的本原;主张多数本原的人从多数本原构建它,而主张单一本原的人则从单一本原构建。首先他记述了恩培多克勒的意见,恩培多克勒设定存在者的质料本原是四个,即这四种元素,而动因本原是两个,即争斗与友爱。因此他也说灵魂是由这些构成的,并且由于是由这些构成的而认识事物。
- 1.64ὥστε λέγων ἐν πᾶσι τοῖς ζῴοις εἶναι τὸν νοῦν τὴν ψυχὴν ἂν λέγοι
在由 ὥστε 引导的小句中,分词 λέγων 承担条件从句的功能(“如果他说……”),主谓语 ἂν λέγοι 则表示潜在(推测、推论)。该结构表达推论性结果:“因此,如果他说理智存在于所有动物中,他大概就是在说灵魂。”
- 1.65τῷ ἐκ τούτων εἶναι γινώσκειν τὰ πράγματα
带冠词的不定式 τῷ ... εἶναι 作为表示手段或原因的与格,修饰受主导动词 ἔλεγεν 支配的不定式 γινώσκειν:“[他说]通过由这些构成,它认识诸事物”。
