← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§70.32-71.34

自身运动说与阿那克萨哥拉对理智和灵魂的等同

菲洛波诺斯解释了毕达哥拉斯派将空气中的尘埃视为灵魂的原因(404a19),随后考察了将灵魂定义为自身运动者的柏拉图等人之说(404a20),以及阿那克萨哥拉等主张理智运动万物之说(404a25),并通过比例推论阐明他们如何将理智与灵魂等同起来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61

" Περὶ δὲ τούτων εἴρηται, ὅτι συνεχῶς φαίνεται κινούμενα, κἂν ᾖ νηνεμία παντελής." Τὴν αἰτίαν ἐπάγει δι’ ἣν τὰ ἐν τῷ ἀέρι ξύσματα ψυχὴν ὑπέλαβον εἶναι οἱ Πυθαγόρειοι. εἴρηται γάρ, φησί, περὶ αὐτῶν, ὅτι ὁρῶνται ἀεικίνητα, κἂν ᾖ νηνεμία, ὡς οἴκοθεν καὶ μὴ ὑπὸ τοῦ ἀνέμου ἔχει τὴν κίνησιν.1 ἐπειδὴ οὖν καὶ οὗτοι ἐνόμισαν τῇ ψυχῇ οἰκειότατον εἶναι τὴν κίνησιν, δεῖ δὲ τὸ κινοῦν πάντως καὶ αὐτὸ κινεῖσθαι, ταῦτα τὴν ψυχὴν εἰρήκασιν ὡς ἀεικίνητα.

“之所以谈到这些,是因为即使在完全无风时,它们也显现为在持续运动。” [亚里士多德]引出了毕达哥拉斯派据以认为空气中的尘埃是灵魂的原因。因为他说,关于它们已经说过,即使在无风时它们也被看见始终处于运动中,仿佛它们是由于自身而非由风获得运动。因此,既然这些人也认为运动对灵魂来说是最为本己的,并且运动别物者无论如何自身也必须被运动,所以他们称这些为灵魂,因其始终在运动。

§1.62

"Ἐπὶ ταὐτὸ δὲ φέρονται, καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ ἑαυτὸ κινοῦν." Αἰνίττεται εἰς Πλάτωνα καὶ Ξενοκράτην καὶ Ἀλκμαίωνα· καὶ οὗτοι οὖν, φησίν, οἰκειότατον ὑπειλήφασι τῇ ψυχῇ εἶναι τὸ κινεῖν. ἀλλ’ ἐπειδὴ ἐνόμισαν μὴ δύνασθαι κινεῖν μὴ κινουμένην, αὐτοκίνητον εἰρήκασι τὴν ψυχήν. ὅτι δὲ ὁ Πλάτων αὐτοκίνητον λέγων τὴν ψυχὴν οὐ τὴν κατὰ τόπον ἔλεγε κίνησιν, αὐτὸς σαφῶς λέγει ἐν τοῖς Νόμοις· ‘ἄγει δέ’, φησί, ‘τὰ κατ’ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς ἑαυτῆς κινήσεσιν, ἃς δὴ βούλησιν καὶ διάνοιαν ὀνομάζομεν καὶ δόξαν τῶν ὀρθῶς τε καὶ οὐχ οὕτως ἐχόντων’. καὶ Ξενοκράτης δὲ λέγων τὴν ψυχὴν ἀριθμὸν ἑαυτὸν κινοῦντα αὐτοκίνητον αὐτὴν ἔλεγεν.

“凡是说灵魂是自身运动者的人,也趋向于同一个[结论]。” 他在暗指柏拉图、色诺克拉底和阿尔克迈翁;他说,因此这些人也认为运动别物对灵魂来说是最为本己的。但既然他们认为不被运动就不能运动别物,他们便称灵魂为自身运动的。柏拉图在称灵魂为自身运动者时并不是指位置运动,这一点他在《法律篇》中亲自清楚地说明:“它以其自身的运动”,他说,“引导着天上、地上和海中的事物,我们正把这些运动命名为意愿、思想以及关于正确与否之事的意见。”而且色诺克拉底在称灵魂为运动自身的数时,也是说它是自身运动的。

§1.63

"Ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν, καὶ εἴ τις ἄλλος εἴρηκεν, ὡς τὸ πᾶν ἐκίνησε νοῦς." Ὅσοι, φησίν, εἰρήκασιν τὸ πᾶν ὑπὸ τοῦ νοῦ κεκινῆσθαι, καὶ οὗτοι ἐοίκασιν οἰκεῖον εἶναι λέγειν τῇ ψυχῇ τὸ κινεῖν· ὧν ἐστι καὶ Ἀρχέλαος. τί οὖν; εἰ νοῦν ἔλεγον κινῆσαι τὸ πᾶν, πόθεν ὅτι καὶ ψυχῇ τὴν κίνησιν οἰκεῖον εἶναι ἔλεγον; ναί, φησι· ταὐτὸν γὰρ ὑπελάμβανον εἶναι ψυχὴν καὶ νοῦν, ὥσπερ καὶ Δημόκριτος. ἔχομεν οὖν τοῦτο ἐναργῶς παρ’ αὐτῶν εἰρημένον ὅτι ταὐτὸν νοῦς καὶ ψυχὴ οὐδαμῶς, ἀλλ’ ἐκ συλλογισμοῦ τοῦτο κατασκευάζει.2 ὁ μὲν γὰρ Δημόκριτος, φησί, καὶ πρόδηλός ἐστι τοῦτο βουλόμενος· ἄντικρυς γὰρ εἶπεν ὅτι τὸ ἀληθὲς καὶ τὸ φαινόμενον ταὐτόν ἐστι, καὶ οὐδὲν διαφέρειν τὴν ἀλήθειαν καὶ τὸ τῇ αἰσθήσει φαινόμενον, ἀλλὰ τὸ φαινόμενον ἑκάστῳ καὶ τὸ δοκοῦν τοῦτο καὶ εἶναι ἀληθές, ὥσπερ καὶ Πρωταγόρας ἔλεγε, κατά γε τὸν ὀρθὸν λόγον διαφερόντων, καὶ τῆς μὲν αἰσθήσεως καὶ τῆς φαντασίας περὶ τὸ φαινόμενον ἐχούσης, τοῦ δὲ νοῦ περὶ τὴν ἀλήθειαν.3 εἰ τοίνυν νοῦς μὲν περὶ τὴν ἀλήθειαν, ψυχὴ δὲ ἔχει περὶ τὸ φαινόμενον, τὸ ἀληθὲς δὲ ταὐτόν ἐστι τῷ φαινομένῳ, ὡς Δημοκρίτῳ δοκεῖ, καὶ ὁ νοῦς ἄρα ταὐτὸν τῇ ψυχῇ. ὡς γὰρ ἔχει ὁ νοῦς πρὸς τὴν ἀλήθειαν, οὕτως ἡ ψυχὴ πρὸς τὸ φαινόμενον· οὐκοῦν καὶ ἐναλλὰξ ὡς τὸ φαινόμενον πρὸς τὴν ἀλήθειαν, οὕτως ὁ νοῦς πρὸς τὴν ψυχήν. εἰ τοίνυν ταὐτὸν τὸ φαινόμενον καὶ τὸ ἀληθές, καὶ ὁ νοῦς ἄρα καὶ ἡ ψυχὴ ταὐτόν.

“同样,阿那克萨哥拉也说灵魂是那造成运动者,凡是说过理智运动了宇宙的其他人也是如此。” 他说,凡是说过宇宙被理智运动的人,似乎也都在说运动别物是灵魂所本己的;阿耳刻拉奥也在这些人之中。那么究竟如何呢?如果他们曾说理智运动了宇宙,凭什么说他们曾说运动也是灵魂所本己的呢?正是如此,他说;因为他们认为灵魂与理智是同一的,正如德谟克利特那样。那么,我们是否拥有他们明白表述的理智与灵魂是同一的这一说法呢?绝非如此,而是[亚里士多德]通过三段论建构了这一点。因为他说,德谟克利特想要表达这一点甚至是显而易见的;因为他直截了当地说真理与显现者是同一的,真理与显现给感觉者毫无区别,而是对每个人显现的事物和看起来如此的事物也就是真实的——正如普罗泰戈拉也曾说过的那样——然而至少按照正确的道理它们是有区别的,感觉与表象关涉显现者,而理智关涉真理。那么,如果理智关涉真理,灵魂关涉显现者,而如德谟克利特所认为的那样,真实者与显现者是同一的,那么理智也就与灵魂是同一的。因为理智对于真理如何,灵魂对于显现者也就如何;因此更替比例地,显现者对于真理如何,理智对于灵魂也就如何。那么,如果显现者与真实者是同一的,理智与灵魂也就必然是同一的。

语法注3 条
  1. 1.61ὡς οἴκοθεν καὶ μὴ ὑπὸ τοῦ ἀνέμου ἔχει τὴν κίνησιν

    连词 ὡς 连同直陈式现在时 ἔχει 引导一个表示主观或表象原因的从句(“仿佛它们自发拥有运动”),用以说明尘埃如何看似不依赖风而自行运动。

  2. 1.63ἔχομεν οὖν τοῦτο ἐναργῶς παρ’ αὐτῶν εἰρημένον ὅτι ταὐτὸν νοῦς καὶ ψυχὴ οὐδαμῶς, ἀλλ’ ἐκ συλλογισμοῦ τοῦτο κατασκευάζει.

    副词 οὐδαμῶς 置于从句之后,对前面的 ἔχομεν ... εἰρημένον 命题进行整体上的强力否定,构成一种设问自答的语气(“我们是否有此明述……绝非如此”)。而转折句 ἀλλ' ἐκ συλλογισμοῦ τοῦτο κατασκευάζει 的主语在语境中转指亚里士多德。

  3. 1.63κατά γε τὸν ὀρθὸν λόγον διαφερόντων, καὶ τῆς μὲν αἰσθήσεως καὶ τῆς φαντασίας περὶ τὸ φαινόμενον ἐχούσης, τοῦ δὲ νοῦ περὶ τὴν ἀλήθειαν

    属格独立结构 διαφερόντων 以及紧随其后的 τῆς μὲν αἰσθήσεως ... ἐχούσης(与 τοῦ δὲ νοῦ 处省去了 ἔχοντος)构成了注释者插入的让步性说明(“尽管至少按照正确的道理它们是有区别的,并且感觉……”),用以对比德谟克利特等人将真实者与显现者混同的看法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:70.32-71.34