← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§69.21-70.31

毕达哥拉斯派尘埃说及其象征性诠释

针对亚里士多德在404a16中提到的毕达哥拉斯派灵魂观(即灵魂是空气中的尘埃或推动尘埃之物),斐洛庞努斯指出不应从字面理解而应作象征性解释,并类比于灵魂在光明中显露其神圣本质以及将这些微粒作为运动身体的工具。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.60

" Ἔοικε δὲ καὶ τὸ παρὰ τῶν Πυθαγορείων λεγόμενον τὴν αὐτὴν ἔχειν διάνοιαν· ἔφασαν γάρ τινες αὐτῶν ψυχὴν εἶναι τὰ ἐν τῷ ἀέρι ξύσματα, οἱ δὲ τὸ ταῦτα κινοῦν." Δευτέραν δόξαν ἀπαριθμεῖται περὶ ψυχῆς τὴν τῶν Πυθαγορείων· τούτων δέ τινες ψυχὴν μὲν ἔλεγον εἶναι αὐτὰ τὰ διὰ τῶν θυρίδων ἐν ταῖς ἀκτῖσι φαινόμενα κονιορτώδη ψηγμάτια, οἱ δὲ τὸ ταῦτα κινοῦν, οὐχ ὡς αὐτὰ ταῦτα ψυχὴν λεγόντων ἐκείνων1 (γελοῖον γάρ), ἀλλ’ ἴσμεν 〈ὅτι〉 συμβολικὴ ἦν ἡ τῶν Πυθαγορείων διδασκαλία ἀποκρυπτόντων τὰ δόγματα, ἵνα μή, ὥς φησιν ὁ Πλάτων, καὶ τοῖς σκυτοτόμοις κατάδηλον ποιῶσι τὴν ἑαυτῶν σοφίαν. ὥσπερ οὖν ἐπὶ τῶν ποιητικῶν μύθων, ὡς αὐτὸς πάλιν ὁ Πλάτων φησίν, εἰ μέν τις ἐμμένοι τῷ φαινομένῳ, καταγελάστους αὐτοὺς ὄψεται, ἐὰν μέντοι τὴν κεκρυμμένην ἐν αὐτοῖς ζητῇ διάνοιαν, ἐνθουσιώσης ψυχῆς δεήσεται, τὸ αὐτὸ καὶ ἐπὶ τῆς τῶν Πυθαγορείων διδασκαλίας λεκτέον· εἰ μὲν γὰρ τὸ φαινόμενον ἐκληψόμεθα, καταγέλαστον ἔσται καὶ οὐ σοφῶν, ἀλλὰ γραῶν λῆρος· εἰ δὲ ἐκεῖνοι σοφοί, δεῖ ζητεῖν τι τῶν φαινομένων σεμνότερον. ὥσπερ οὖν ἁρμονίαν λέγοντες τὴν ψυχὴν οὔ φασι ταύτην ἁρμονίαν τὴν ἐν ταῖς χορδαῖς (γελοῖον γάρ), ἀλλ’ ὅτι ὥσπερ ἡ ἁρμονία, καθὼς αὐτοὶ ὁρίζονται οἱ Πυθαγόρειοι, ‘πολυμιγέων ἐστὶ καὶ διχᾶ φρονεόντων ἕνωσις’ (τὸν γὰρ βαρὺν φθόγγον καὶ τὸν ὀξὺν ἐναντίους ὄντας κεράσασα ἡ ἁρμονία ἓν μέλος τεχνικὸν ἀπετέλεσεν), οὕτω καὶ ἡ ψυχὴ ἡ ἡμετέρα ἁρμονίας ἐστὶ τῷ παντὶ αἰτία (ὄντων γὰρ τῶν ἀεὶ ἄνω, τῶν νοητῶν φησι καὶ πάντη χωριστῶν τῆς ὕλης, ὄντων καὶ τῶν ἀεὶ κάτω καὶ τῆς ὕλης ἀχωρίστων, καὶ τούτων ἀκοινωνήτων ὄντων πρὸς ἄλληλα καὶ τῷ ὄντι ‘διχᾶ φρονεόντων’, ταῦτα δι’ ἑαυτῆς μέσης συνδεῖ ἡ ψυχὴ καὶ ἑνοῖ καὶ μίαν ἐξ αὐτῶν ἁρμονίαν ἀποτελεῖ· τῶν γὰρ ἄνω οὖσα τὴν οὐσίαν γίνεται τῶν κάτω καὶ οἱονεὶ κιρνᾶται αὐτοῖς, δι’ ἑαυτῆς τὰ ἄμικτα κεραννύουσα καὶ μεταδιδοῦσα τοῖς κάτω τῶν ἄνω), ὥσπερ οὖν ἔλεγον τὴν ψυχὴν ἁρμονίαν, οὕτω καὶ νῦν τὰ ἐν τῷ ἀέρι ξύσματα ψυχήν φασιν2 ἄλλο τι διὰ τούτων αἰνιττόμενοι. ὡς γὰρ ταῦτα ἐν τῷ φωτὶ τῶν ἀκτίνων μόνον φαίνεται, ἐὰν δὲ μὴ ᾖ φῶς, οὐδὲ εἰ ἔστι γνωρίζεται, οὕτω καὶ ἡ ψυχὴ ἐν τῷ φωτὶ μὲν τῷ ἑαυτῆς φαινομένη δείκνυται τίνα ἔχει οὐσίαν, ὅτι θείαν τινὰ καὶ ἀσώματον καὶ ἀπαθῆ· ἐὰν μέντοι ἐν τῷ σκότῳ φαίνηται, τουτέστιν ἐν τῷ σώματι καὶ τοῖς πάθεσιν, ὀψόμεθα αὐτήν, ὡς ὁ Πλάτων φησίν, ὥσπερ οἱ τὸν θαλάττιον Γλαῦκον θεώμενοι, οὐκ αὐτὴν τὴν οὐσίαν ὁρῶντες, ἀλλὰ τὰ φυκία ἃ περιβέβληται ὥσπερ ἐκεῖνος, τὰ πάθη λέγω ἢ τὸ σῶμα, καὶ οἰησόμεθα αὐτὴν τούτων εἶναί τι. τινὲς μὲν οὖν τῶν Πυθαγορείων αὐτὰ ταῦτα ἔλεγον εἶναι τὴν ψυχήν, ὥσπερ καὶ οἱ Δημοκρίτειοι τὰς ἀτόμους· οἱ δὲ τὸ ταῦτα κινοῦν. λέγοιεν δ’ ἂν τὴν καθόλου ψυχὴν ὡς ὀργάνοις τούτοις κεχρημένην. ἤτοι οὖν μίαν καθόλου ψυχὴν ἐκληπτέον αὐτοὺς λέγειν ὡς ὀργάνοις τούτοις κεχρημένην καὶ δι’ αὐτῶν κινοῦσαν τὰ ζῷα, ἢ καὶ μερικὴν ἐν ἑκάστῳ ψυχὴν κινοῦσαν διὰ τούτων ὡς δι’ ὀργάνων τὸ σῶμα.

“毕达哥拉斯派所说的似乎也具有相同的意图;因为他们中的一些人说灵魂是空气中的尘埃,而另一些人则说是运动这些尘埃的东西。” [亚里士多德]列举关于灵魂的第二种见解,即毕达哥拉斯派的见解;他们中的一些人说,透过窗户在光线中显现的如粉尘般的微粒本身就是灵魂,而另一些人则说是运动这些微粒的东西。这并不是说他们认为这些微粒本身就是灵魂(因为那是可笑的),而是我们知道毕达哥拉斯派的教导是象征性的,他们隐匿自己的学说,以免如柏拉图所说,把他们自己的智慧展示得连补鞋匠也一清二楚。因此,正如柏拉图本人再次指出的,在诗意神话的情形中,如果有人执着于表象,便会觉得它们荒谬可笑,但若探求其中隐藏的意图,便需要一个受神灵启发的灵魂;在毕达哥拉斯派的教导的情形中也必须作如是观。因为如果我们按照表象来理解,它将是可笑的,不是智者的思想,而是老妇的荒唐之谈;但若他们是智者,就必须探求比表象更加崇高的东西。因此,正如他们称灵魂为和谐时,并不是指琴弦中的这种和谐(因为那是可笑的),而是因为,正如毕达哥拉斯派自己所定义的那样,和谐是“杂多混合物与异心者的统一”(因为和谐调和了低音与高音这两个对立面,完成了一支合乎技艺的曲调),我们的灵魂也是全宇宙和谐的原因(因为存在着始终居上的事物,他指的是理智的事物并且完全与质料分离,也存在着始终居下的事物且与质料不可分离,而当这些事物彼此互不交通、真正是“异心者”时,居于中间的灵魂通过自身将它们联结并合为一体,从它们之中造成一种和谐;因为灵魂在本质上属于居上的事物,却来到居下的事物之中,并且仿佛与它们相调和,通过自身调和了不可混合之物,将居上之物分授给居下之物)——因此,正如他们曾称灵魂为和谐一样,如今他们称空气中的尘埃为灵魂,也是通过这些在隐喻别的某种事物。因为正如这些尘埃仅仅在光线的光芒中显现,如果没有光,甚至它们是否存在都不得而知;同样,灵魂在其自身的光芒中显现时,便显明它具有何种本质,即某种神圣的、无形体的和不受影响的本质;然而如果它在黑暗中显现,即在身体与受动中显现,如柏拉图所说,我们看待它就正如观望海神格劳科斯的人一样,看不到本质自身,而是看到它像他一样所披覆的海草——我指的是受动或身体——并且会认为它是这些东西之中的某种。那么,毕达哥拉斯派中的一些人便说这些微粒本身就是灵魂,正如德谟克利特派论及原子那样;而另一些人则说是运动这些微粒的东西。他们大概是指普遍灵魂将这些微粒作为工具来使用。因此,或者必须理解为他们是在谈论一个普遍灵魂将这些作为工具使用并通过它们运动动物,或者也是在谈论存在于各个事物中的个别灵魂通过这些微粒如同通过工具一样运动身体。

语法注2 条
  1. 1.60οὐχ ὡς αὐτὰ ταῦτα ψυχὴν λεγόντων ἐκείνων

    由 οὐχ ὡς 引领分词 λεγόντων 和代词 ἐκείνων 构成的独立属格结构,表达被否定的主观看法:“并不是说他们主张这些东西自身就是灵魂”。

  2. 1.60ὥσπερ οὖν ἁρμονίαν λέγοντες τὴν ψυχὴν ... ὥσπερ οὖν ἔλεγον τὴν ψυχὴν ἁρμονίαν, οὕτω καὶ νῦν τὰ ἐν τῷ ἀέρι ξύσματα ψυχήν φασιν

    一个照应与重述(resumptive)结构:在夹带了关于和谐定义及灵魂中介功能的漫长插入说明后,以 ὥσπερ οὖν ἔλεγον ... 重新唤起比较从句,并与后面的主句 οὕτω καὶ νῦν ... φασιν 相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:69.21-70.31