← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§68.1-69.20

词义考证与德谟克利特的呼吸论

菲洛波庞斯探讨了阿布德拉方言词“鲁斯摩斯”的含义并驳斥了错误的词源说,进而阐明德谟克利特学派如何通过球形原子的易动性以及呼吸(吸气)的维系机制来解释生命与灵魂的存续。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56

" Διὰ τὸ μάλιστα δύνασθαι διὰ παντὸς διαδύνειν τοὺς τοιούτους ῥυσμούς." Ῥυσμὸς λέξις ἐστὶν Ἀβδηρική, σημαίνει δὲ τὸ σχῆμα. καὶ δῆλον ὅτι οὐκ ἀνεκτέον τῶν πειρωμένων αὐτὴν ἐτυμολογεῖν,1 οἷον παρὰ τὸ ῥυΐσκεσθαι. εἰ μὲν γὰρ τὸ σφαιρικὸν μόνον σχῆμα ῥυσμὸς ἐλέγετο, πιθανοὶ ἂν ἦσαν ἐτυμολογοῦντες· νῦν δὲ πᾶν σχῆμα ῥυσμόν φασιν, ὥστε οὐκ ἀνεκτέον ἐτυμολογούντων· τί γὰρ λέξουσιν ἐπὶ τοῦ κύβου; οὐ γὰρ δὴ καὶ οὗτος ῥυΐσκεται. ἀλλ’ εἴ γε ὅλως καὶ ἐτυμολογεῖται ἡ λέξις, δῆλον ὅτι κατὰ τὴν πατρικὴν γλῶτταν ἐτυμολογηθήσεται, ὥσπερ εἰ τύχοι καὶ αἱ Ῥωμαϊκαὶ λέξεις ἢ ἄλλαι τινὲς ἐν ταῖς ἰδίαις γλώσσαις ἐτυμολογοῦνται. τρισὶ δὲ φωναῖς ἐκέχρηντο ἐγχωρίαις οἱ περὶ τὸν Δημόκριτον· εἰσὶ δ’ αὗται ῥυσμός, τροπή, διαθιγή. σημαίνει δὲ ὁ μὲν ῥυσμὸς τὸ σχῆμα, ἡ δὲ τροπὴ τὴν θέσιν, ἡ δὲ διαθιγὴ τὴν τάξιν. ἔλεγεν οὖν, φησίν, ὡς εὐκινήτων τῶν σφαιρικῶν ὄντων ἐξ αὐτῶν εἶναι τὴν ψυχήν· ταῦτα γὰρ μᾶλλον τῶν ἄλλων δύνασθαι διαδύνειν καὶ κινεῖν κινούμενα τὸ ὅλον ζῷον. καίτοι μᾶλλον διαδύνειν ἠδύναντο ἂν αἱ πυραμοειδεῖς ἄτομοι ὡς ὀξυγώνιαι οὖσαι καὶ τέμνουσαι μᾶλλον, εἰ μὴ τὰς βάσεις τις ἐμποδίζειν λέγοι, τὰς δὲ σφαιρικὰς ἐξολισθαίνειν διὰ τὸ ἀγώνιον.2

“因为这种形状最能够穿透一切。” “鲁斯摩斯”(rhysmos)是一个阿布德拉方言的词,意思是“形状”。显然,人们不应当容忍那些试图为它附会词源的人,比如认为它源自“流动”(rhyïskesthai)。因为如果只有球形被称为“鲁斯摩斯”,他们的词源解释或许还有说服力;但如今他们把一切形状都称为“鲁斯摩斯”,因此不应当容忍作词源解释的人。因为关于立方体他们会说什么呢?立方体显然绝不流动。相反,如果这个词根本能够进行词源解释,显然也应当按照其本乡本土的方言来解释,正如比如说罗马词语或某些其他词语在其各自固有的语言中被解释词源一样。德谟克利特一派曾使用三个本土词汇,它们是“鲁斯摩斯”、“特罗佩”和“迪亚蒂盖”。“鲁斯摩斯”意指形状,“特罗佩”意指位置,“迪亚蒂盖”意指秩序。那么,[亚里士多德]说,[德谟克利特]主张由于球形原子易于运动,灵魂是由它们构成的;因为比起其他原子,这些原子最能够穿透,并且自身被运动的同时推动整个动物。然而,角锥形原子原本能够更容易穿透,因为它们具有锐角且更能切割,除非有人说它们的底面造成了阻碍,而球形原子则因没有角而滑溜通脱。

§1.57

"Διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν." Ἐπειρῶντο οἱ περὶ Δημόκριτον πάντα τὰ συμβαίνοντα τῷ ζῴῳ σύμφωνα δεικνύειν τῇ ἑαυτῶν δόξῃ. ἔλεγον γὰρ ψυχρὸν εἶναι τὸ περιέχον καὶ διὰ τοῦτο πυκνοῦν τὰ σώματα, καὶ πυκνουμένων ἐκπυρηνίζεσθαι τὰς σφαιρικὰς ἀτόμους, ὅθεν τῷ ζῴῳ καὶ ἡ ψυχὴ καὶ τὸ ζῆν ὑπάρχει. ἐπεὶ οὖν ἐκπυρηνιζομένων τῶν σφαιρικῶν ἀτόμων κινδυνεύει φθαρῆναι τὸ ζῷον, βοήθειά τις γέγονε τῷ ζῴῳ ἡ εἰσπνοή· εἰσπνέον γὰρ ἔξωθεν ἄλλας ἀτόμους σφαιρικὰς ἀντὶ τῶν ἐκπυρηνισθεισῶν ζῆν. διὸ μέχρι τούτου ζῶμεν, ἄχρις ἂν ἀναπνέωμεν· τῆς δὲ ἀναπνοῆς παυσάμενοι καὶ τοῦ ζῆν ἐπαυσάμεθα. οὐ μόνον δὲ τῷ εἰσκρίνεσθαι διὰ τῆς ἀναπνοῆς τὰς σφαιρικὰς ἀτόμους καὶ προσκρίνεσθαι ἡμῖν ἀντὶ τῶν ἐξελθουσῶν συμβαίνειν ἡμᾶς ζῆν, ἀλλὰ καὶ τῷ τὰς εἰσιούσας διὰ τῆς εἰσπνοῆς κωλύειν τῇ πλείονι ῥύμῃ τὰς μελλούσας ἐκκρίνεσθαι, καὶ οὕτω πλείω γινομένας καὶ τῷ εὐκινήτῳ θερμαινούσας τὸ ὑποκείμενον ἐκκρούειν3 τὴν ἔξωθεν ψῦξιν, ἥτις αἰτία γίνεται τοῦ ἐκπυρηνίζεσθαι αὐτάς. εἰ δέ τις ζητοίη ‘τί οὖν; μόνας εἰσπνέομεν τὰς σφαιρικάς’; εἴποιεν ἂν ἐκεῖνοι ὅτι εἰ καὶ μὴ μόνας, ἀλλὰ πλείους ὡς εὐκινήτους, ὥσπερ καὶ ἐκ τῆς ψύξεως τῇ πυκνώσει μάλιστα ταύτας ἐκπυρηνίζεσθαι τῷ τε εὐολίσθους εἶναι διὰ τὸ ἀγώνιον καὶ τῷ διὰ τοῦτο φύσει εἶναι εὐκινήτους. ἡ δὲ ἀναπνοὴ λέγεται μὲν καὶ ἐπὶ τῆς εἰσπνοῆς καὶ ἐπὶ τῆς ἐκπνοῆς· νῦν μέντοι γε ἐπὶ τῆς εἰσπνοῆς αὐτὴν παρειλήφασι.

“因此呼吸也是活着的界限。” 德谟克利特一派试图证明发生在动物身上的一切现象都符合他们自己的见解。因为他们说包围物是冷的,由于这个原因使身体凝缩,而随着身体凝缩,球形原子便被挤压出来,动物的灵魂与生命正是由此而来。既然随着球形原子的挤出,动物面临毁灭的危险,吸气便成了对动物的一种救助;因为通过从外部吸入其他球形原子来替代那些被挤出的原子,动物得以存活。因此我们呼吸到何时,就活到何时;而一旦停止了呼吸,我们也就不再活着了。不仅由于球形原子通过呼吸被吸入并增补到我们身上替代离去的原子而使我们存活,而且也由于通过吸气进入的原子以更大的势头阻止了将要排出的原子,并且这样增多了数目、以其易动性温暖基底,从而排除了外部的寒冷,而正是这种寒冷造成了原子的被挤出。如果有人追问:“那么怎样?难道我们仅仅吸入球形原子吗?”他们会回答说,即使并非仅仅吸入球形原子,但由于易于运动而吸入了更多球形原子,正如由于寒冷凝缩而最被挤出的正是这些原子一样,这既因为它们无角而易于滑动,也因为这一缘故在自然本性上易于运动。呼吸一词既用于吸气也用于呼气;然而在此处他们是在吸气的意义上使用它的。

§1.58

"Διὰ τὸ μηδὲ αὐτὰ ἠρεμεῖν μηδέποτε." Ἔνστασίν τινα διὰ τούτων δοκοῦσαν ὑπάρχειν λύει. εἶπε γὰρ ἂν αὐτῷ τις ‘τί δέ; οὐχ ἱκαναὶ αἱ ἐνυπάρχουσαι ἐξ ἀρχῆς ἄτομοι ζωοποιεῖν τὸ ζῷον; τί δέ; μόναι αὗται ὑπὸ τῆς πυκνώσεως ἐκθλίβονται; ναί, φησίν, ἐπεὶ καὶ μηδενὸς ἐκθλίβοντος εὐκίνητοι οὖσαι αὐταὶ καθ’ αὑτὰς καὶ οὐκ ἠρεμοῦσαι διαφοροῦνται· διὸ δέονται τῆς ἔξωθεν βοηθείας.

“因为它们自身也绝不静止。” 他通过这些话化解了一个看似存在的反驳。因为可能有人会对他说:“那么怎样?最初内在存在的原子难道不足以使动物存活吗?又怎样?难道只有这些原子因凝缩而被挤出吗?”“是的,”他说,“因为即使没有任何东西挤压,它们由于易于运动,自身也不静止,而是会散逸;因此它们需要来自外部的救助。”

§1.59

"Κωλύειν γὰρ ταῦτα καὶ τὰ ἐνυπάρχοντα ἐν τοῖς ζῴοις ἐκκρίνεσθαι." Ταῦτα, φησί, τὰ ἐπεισιόντα διὰ τῆς εἰσπνοῆς οὐ μόνον αὐτὰ αἴτια γίνεται τοῦ ζῆν, ἀλλὰ καὶ τὰ μέλλοντα ἐκκρίνεσθαι κωλύουσι τῇ ἐκ τῆς κινήσεως θέρμῃ τὸ ἔξωθεν ψυχρὸν ἀνείργοντα. ἀλλὰ καὶ τὰς ἤδη ἐξιούσας συνεπισπῶνται τῇ πλείονι κινήσει· δύο γὰρ ἐναντίως κινουμένων, ἐὰν ἡ ἑτέρα κίνησις ἰσχυροτέρα ὑπάρχῃ, συνεπισπᾶται ἑαυτῇ τὴν ἐλάττονα. οὕτως οὖν τῶν μὲν ἐκπνεομένων τῶν δὲ εἰσπνεομένων πλείω οὖσαι αἱ εἰσπνεόμεναι συνεπισπῶνται τὰς λοιπάς.

“因为这些原子也阻止内在存在于动物中的原子被排出。” 他说,这些通过吸气额外进入的原子,不仅自身成了活着的原因,而且也阻止了将要排出的原子,凭借来自运动的热阻挡了外部的寒冷。不仅如此,它们还以更大的运动将已经外出的原子一同吸引过来;因为当两个事物向相反方向运动时,如果其中一种运动更强,便会将较弱者吸引向自身。因此,在一些原子被呼出而另一些被吸入时,被吸入的原子由于数量更多,便将剩余的原子一同吸引了过来。

语法注3 条
  1. 1.56οὐκ ἀνεκτέον τῶν πειρωμένων αὐτὴν ἐτυμολογεῖν

    由动形容词 ἀνεκτέον(源自 ἀνέχομαι)支配宾语属格 τῶν πειρωμένων 构成的无人称结构,意为“人们不应当容忍那些企图……的人”。动形容词的中性单数作无人称使用,同时保留了动词原有的属格支配关系。

  2. 1.56εἰ μὴ τὰς βάσεις τις ἐμποδίζειν λέγοι, τὰς δὲ σφαιρικὰς ἐξολισθαίνειν διὰ τὸ ἀγώνιον

    紧接前文带有非现实/潜在意味的表达(ἠδύναντο ἄν)而出现的例外条件从句。采用 εἰ μή + 祈愿语气 λέγοι 的结构,支配两个形成对比的动词不定式短语 τὰς βάσεις ἐμποδίζειν 与 [λέγοι] τὰς δὲ σφαιρικὰς ἐξολισθαίνειν,表达潜在的保留意见:“除非有人指出它们的底面造成阻碍,而球形原子却滑脱”。

  3. 1.57οὐ μόνον δὲ τῷ εἰσκρίνεσθαι ... ἀλλὰ καὶ τῷ τὰς εἰσιούσας ... κωλύειν ... καὶ οὕτω ... ἐκκρούειν

    οὐ μόνον τῷ ... ἀλλὰ καὶ τῷ ... 的呼应并列结构。带冠词的与格不定式 τῷ εἰσκρίνεσθαι(以及 προσκρίνεσθαι)与随后的 τῷ κωλύειν(以及与之并列的 ἐκκρούειν)充当手段/原因与格,修饰主句的不定式短语 συμβαίνειν ἡμᾶς ζῆν(“我们得以存活”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:68.1-69.20