- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:66.29-67.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德探讨将灵魂视为首要运动因以及德谟克利特的学说(403b28–404a4)之处,菲洛波庞解释了“首要地”一词的含义、德谟克利特的原子论灵魂观(火、球形原子、虚空以及光线中尘屑的比喻),并阐明了“全种”的意义。
" Φασὶ γὰρ ἔνιοι καὶ μάλιστα καὶ πρώτως ψυχὴν εἶναι τὸ κινοῦν." Καλῶς προσέθηκε τὸ πρώτως· κινεῖ γὰρ καὶ ἡ βακτηρία τὴν θύραν, ἀλλ’ οὐ πρώτως· ἀλλ’ οὐδὲ ἡ χεὶρ πρώτως οὐδὲ τὸ ὅλον σῶμα, ἀλλ’ ἡ ψυχή· τὸ οὖν μάλιστα, φησί, κινοῦν καὶ πρώτως ἡ ψυχή ἐστιν.
“因为有些人主张,最主要且首要地引起运动者乃是灵魂。” 他加上“首要地”是恰当的;因为拐杖固然也推动门,但不是首要地推动;然而手也不是首要地推动,整个身体也不是,而是灵魂;因此他说,最主要且首要地引起运动者乃是灵魂。
"Ὅθεν καὶ Δημόκριτος πῦρ τι καὶ θερμόν φησιν αὐτὴν εἶναι." Εἰπὼν ὅτι παρειλήφαμεν δὲ καὶ παρὰ τῶν προγενεστέρων δύο ταῦτα περὶ ψυχῆς, τήν τε κίνησιν καὶ τὴν αἴσθησιν, πρώτην ἐκτίθεται τὴν Δημοκρίτειον δόξαν. ἔλεγε δὲ οὗτος ἀρχὰς τῶν φυσικῶν σωμάτων εἶναι τὰ ἄτομα καὶ τὸ κενόν· εἶναι γὰρ ἐν τῷ παντὶ ἄπειρα ἄτομα σώματα ἀπείροις σχήμασιν ἐξηλλαγμένα, ὧν τὴν σύνοδον καὶ τὴν διάστασιν ποιεῖν τὴν γένεσιν καὶ φθοράν· καὶ τὰς διαφορὰς εἶναι τῶν φυσικῶν σωμάτων παρὰ τὰ σχήματα τῶν ἀτόμων ἐξ ὧν τὰ σώματα, καὶ ἔτι παρὰ τὴν θέσιν αὐτῶν καὶ τὴν τάξιν, ὡς πλατύτερον ἐν τῇ Φυσικῇ ἀκροάσει εἴπομεν. ἡγούμενος οὖν ὁ Δημόκριτος τῆς ψυχῆς εἶναι τὴν κίνησιν, πῦρ αὐτὴν εἶπεν διὰ τὸ εὐκίνητον· ἐκ σφαιρικῶν δὲ ἀτόμων φησὶν εἶναι τὸ πῦρ, διότι ἡ σφαῖρα τῶν σχημάτων εὐκινητότατον, ἅτε δὴ κατὰ σημεῖον ἁπτομένη τοῦ ἐπιπέδου. ἐπεὶ οὖν ἡ ψυχὴ κινεῖ, δεῖ δὲ τὸ κινοῦν κινεῖσθαι μάλιστα (ὅσῳ γὰρ μᾶλλον κινεῖται, κινεῖ),1 διὰ τοῦτο ἐκ τῶν εὐκινητοτάτων ἀτόμων τῶν σφαιρικῶν καὶ τὴν ψυχὴν εἶναί φησι καὶ τὸ πῦρ. ὥστε ταύτῃ, λέγω δὴ τῷ πῦρ λέγειν τὴν ψυχήν, εἰς ταὐτὸν ἔρχεται ὁ Δημόκριτος Ἡρακλείτῳ· διαφέρει δὲ ὅτι ἐκεῖνος συνεχὲς σῶμα ἔλεγε τὸ πῦρ τοῦτο, ὅπερ καὶ ἡμεῖς φαμεν, ὁ δὲ Δημόκριτος οὐ συνεχεῖς φησιν εἶναι τὰς ἀτόμους, ἀλλὰ τῷ κενῷ διείργεσθαι. οἷον τὰ ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα,2 ἃ φαίνεται ἐν ταῖς διὰ τῶν θυρωμάτων ἀκτῖσιν. οὐκ ἔλεγεν ὁ Δημόκριτος, ὅτι ταῦτα τὰ ὁρώμενα διὰ τῶν θυρίδων κονιορτώδη ψηγμάτια, ἐκ τούτων εἶναι ἢ τὸ πῦρ ἢ τὴν ψυχήν, ἢ ὅλως ταῦτα εἶναι τὰ ἄτομα· ἀλλ’ ὥσπερ, φησίν, εἰσὶ ταῦτα ἐν τῷ ἀέρι, διὰ μικρομέρειαν δὲ τῷ μὴ ὁρᾶσθαι οὐδὲ εἶναι δοκοῦσιν, ἐλέγχονται δὲ ὄντα ὑπὸ τῶν ἀκτίνων, ὅταν διὰ θυρίδων προσβάλλωσιν, οὕτως εἶναι λεπτὰ καὶ ἀόρατα διὰ σμικρότητα τὰ ἄτομα σώματα, ἅτινα ἡγεῖτο ἀρχὰς τῶν φυσικῶν πάντων, ὥσπερ τῶν συνθέτων οἱ ἰατροὶ τὰ τέσσαρα στοιχεῖα· ὧν τὰς σφαιρικὰς ἀτόμους ποιεῖν τὴν ψυχὴν καὶ τὸ πῦρ.
“由此德谟克利特也主张,灵魂是某种火与热的东西。” 在谈到我们从前人那里继承了关于灵魂的这两点,即运动与感觉之后,他首先陈述德谟克利特的观点。这位哲学家曾说,自然物体的本原是原子与虚空;因为在全宇宙中存在着无限的原子物体,因无限的形状而各不相同,它们的聚合与分离造成了生成与毁灭;而且自然物体之间的差异取决于构成物体的原子的形状,进一步还取决于它们的位置与秩序,正如我们在《物理学讲义》中更详尽说明的那样。因此德谟克利特认为运动属于灵魂,由于火易于运动而称灵魂为火;并且他说火是由球形原子构成的,因为球形在诸形状中最易运动,因为它在一点上接触平面。既然灵魂引起运动,而引起运动者必须最被运动(因为自身被运动得越多,就越能引起运动),因此由于这个原因,他说灵魂与火都是由最易运动的球形原子构成的。所以在这一点上——我是指称灵魂为火——德谟克利特与赫拉克利特得出了相同的结论;但差别在于,后者声称这火是连续的物体——这也是我们所主张的——而德谟克利特则说诸原子并不是连续的,而是被虚空隔开。例如空气中所谓的碎屑,即在穿过门缝的光线中所显现的那些。德谟克利特并不是说,火或灵魂是由通过小窗所见的这些尘埃般的屑末构成的,或者总的来说这些碎屑就是原子;而是说,正如这些碎屑存在于空气中,却因部分极其微细、由于不可见而甚至看似不存在,但当光线穿过小窗照射时便被证实确实存在一样,同样,他视之为一切自然事物本原的原子物体——正如医生们视四元素为复合事物的本原一样——也因微小而精细且不可见;在这些原子中,球形原子构成了灵魂与火。
"Ὧν τὴν πανσπερμίαν στοιχεῖον λέγει τῆς ὅλης φύσεως." Πανσπερμίαν φησὶ τὸ πλῆθος τῶν σχημάτων· ὥσπερ γὰρ ἐν τῇ πανσπερμίᾳ ἐστὶν ἐν τῷ σωρῷ καὶ σῖτος καὶ κριθὴ καὶ τὰ ἄλλα σπέρματα, οὕτω καὶ ἐν τοῖς ἀτόμοις πανσπερμίαν εἶναι τῶν σχημάτων. ταύτης δὲ τῆς δόξης φησὶν εἶναι καὶ Λεύκιππον·3 ἑταῖρος γὰρ ἦν Δημοκρίτου.
“他称它们的全种为全本性的元素。” 他说“全种”是指形状的多样性;因为正如在全种中,堆积物里既有小麦、大麦也有其他种子一样,在原子中同样也有各种形状的全种。他说勒乌基波斯也属于这一派观点;因为他是德谟克利特的同伴。
- 1.54ὅσῳ γὰρ μᾶλλον κινεῖται, κινεῖ
这是一个比例句构,相当于在关系副词 ὅσῳ 的相应主句中省略了指示副词 τοσούτῳ,意为“[自身]被运动得越多,就越引起[其他事物]运动”。句中省略的主语和宾语根据上下文可补为施动者(τὸ κινοῦν)和受动对象。
- 1.54οἷον τὰ ἐν τῷ ἀέρι τὰ καλούμενα ξύσματα
由 οἷον 引导的独立名词短语,用作对前述原子学说(粒子在虚空中被隔开)的比喻性例证。随后的句子(οὐκ ἔλεγεν ὁ Δημόκριτος... ἀλλ’ ὥσπερ...)对此进行澄清,指出德谟克利特并非主张这些尘埃微粒本身就是原子或灵魂,而是将其作为因微小而不可见之物的类比。
- 1.55ταύτης δὲ τῆς δόξης φησὶν εἶναι καὶ Λεύκιππον
属格 ταύτης τῆς δόξης 与 εἶναι 连用,作表语性属格(表示归属),意为“属于这一观点”。带不定式的宾格句式(καὶ Λεύκιππον 为不定式的逻辑主语)受动词 φησίν(主语为亚里士多德)支配。
